Κυριακή 1 Ιουνίου 2014

ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΗΧΟΣ Δ'



ΗΧΟΣ Δ’
ΤΗ ΚΥΡΙΑΚΗ
ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.
Ἦχος δ’
θελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε, τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με. 
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τὶς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι. Ἥμαρτόν· ἐλέησόν με ὁ Θεός.
Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.
Ἦχος δ’
Τὴν ταπεινήν μου ψυχὴν ἐπίστρεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κᾀμέ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ  ὀργῇ σου παιδεύσῃς με.
Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἄβυσσον τῶν πολλῶν μου ἐνθυμοῦμαι τὴν κακῶν· καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοι προσφθέγγομαι φωνήν· Σῶσόν με Χριστέ, σῶσόν με ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τῇ ἄνατραφείσῃ ἐν τῷ ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τον ἀσπασμὸν καὶ τὸ Χαῖρε· Χαῖρε εὐλογημένη, Χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν Οἰκουμένην τῇ χάριτι φαιδρύναι. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗ ΤΡΙΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, ἵνα πάντες ἀκούσωμεν τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, σύμμορφοι γεγονότες, ταῖς φρονίμοις Παρθένοις, φαιδρύνωμεν τὰς λαμπάδας ἡμῶν διὰ τῆς πίστεως.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Κατεπλάγη Ἰωσὴφ.
ναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ  Κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ ἑκάστου αἱ πράξεις ἐξελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος, ἐκεῖ τὸ πῦρ δεινῶς σοι ἡτοίμασται, ὥς περ ἀγρία θάλασσα κυμαινομένη, ὡς καλύψαι τὰ σύμπαντα. Σὺν πᾶσι τούτοις, βλέπε ψυχή μου, στέναξον πρὸ τοῦ τέλους.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
κυρίως καὶ ἀληθῶς Θεοτόκος, ἡ πρεσβεύουσα ὡς μήτηρ ἐν παρρησίᾳ, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, διαφύλαττε πόλιν ἐξαιρέτως, τῇ  σκέπῃ σου προστρέχουσαν, ἐν σοὶ τὸ κράτος ἔχουσαν, καὶ πρὸς σὲ καταφεύγουσαν, τὸν λιμένα τὸ τεῖχος, τὴν μόνην προστασίαν, τοῦ γένους τῶν ἀνθρώπων.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τῶν ἐν ὅλῳ τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος δ’
ξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν δόξα σοι.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Αὐτόμελον.
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον. Ὅμοιον.
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΠΕΜΠΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Ἀποστολικὰ.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Φωστῆρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Χριστέ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι τῷ σῷ, φωτίζοντας ἡμῶν τὰς ψυχάς, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας, καταλάμψας τῷ Κόσμῳ. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γὴν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς Μωϋσῆς τὸν Ἰσραὴλ ἐκ δουλείας, διὰ θαλάσσης Ἐρυθρᾶς ὁδηγήσας, τῇ δεξιᾷ σου Δέσποτα βυθίσας Φαραώ, οὕτως ἐν τοῖς θαύμασιν, οἱ σοφοὶ Μαθηταί σου, τὴν θάλασσαν διέρρηξαν, τῆς πικρᾶς ἀθεΐας, καὶ τὸν λαὸν ὡδήγησαν πρὸς σέ, ἄναρχε Λόγε, καὶ μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως, σὲ ἀνυμνοῦντες μεγαλύνομεν.

Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Ταχὺ προκατάλαβε.
Σταυρῷ ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες διδοῦσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω τὸ πρίν, φιλάνθρωπε Κύριε, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα Μακρόθυμε.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες αὐτόν, φαιδρῶς ἐκβοῶμέν σοι· Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοι ὁ φωτίσας, δι' αὐτοῦ πᾶσαν κτίσιν, ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος δ’
ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν, ἱκεσίαις, τὸ μεγα ἔλεος.
χοντες παρρησίαν, πρὸς τὸν Σωτῆρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα... Νεκρώσιμον, τοῦ Δαμασκηνοῦ.
Ποῦ ἐστιν ἡ τοῦ Κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσός, καὶ ὁ ἄργυρος; ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα, καὶ ὁ θόρυβος; πάντα τέφρα, πάντα κόνις, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ, Κύριε τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.
Καὶ νῦν... Θεοτοκίον.
διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν Κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Αὐτόμελον.
Τῶν ἐν ὅλω τῷ Κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος.
Ταχὺ προκατάλαβε.
Σταυρὸν ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, διδοῦσι τὰς ἰάσεις τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὸν Κόσμον σου.
Δόξα... Νεκρώσιμον. Ὅμοιον.
Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον ὡς εὔσπλαγχνος καὶ παντοδύναμος, Χριστὲ ὁ Θεὸς ἡμῶν, συγχώρησον ὡς οἰκτίρμον, τὰ αὐτῶν πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὸ ἔργον, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον. Αὐτόμελον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Εἰς τοὺς Αἴνους. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος δ’
Τίς οὐκ ἐξίσταται ὁρῶν ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρὸν ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
γγέλων συμμέτοχοι γεγόνατε, Ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν Κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν Πίστιν δὲ ὡς ἄγκυραν, ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς, τῶν τυράννων αἱ ἀπειλαί; οὐ κατέπτηξαν ὑμᾶς, τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, τοῦ παρέχοντος ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Τίμιος ὁ θάνατος τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτήρ, τὸ μέγα ἔλεος.
Δόξα... Νεκρώσιμον.
Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ  Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
χοντές σὲ Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σκέπεις τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα, τὰ Νεκρώσιμα Προσόμοια τοῦ Θεοφάνους.
Ἦχος δ’
Ἔδωκας σημείωσιν.
ντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας, ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
πνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν· Τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ ὀφειλόμενον ἐπιτίμιον, καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.
Δόξα...
Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμᾶς, τῆς παραβάσεως τοῦ Προπάτορος. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις σου, ἐν χοροῖς τῶν Μαρτύρων σου.
Καὶ νῦν... Θεοτοκίον.
ήσεσιν ἑπόμενοι, τῶν θεηγόρων πανάμωμε Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς παραπτώμασιν, ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐκλάμψεσι, καταυγάσαι Πανάχραντε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου