ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Γ’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἷς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α’
Πανεύφημοι Μάρτυρες.
Ἀγκίστρῳ τῆς χάριτος σοφῶς, ὁ Παῦλος ὁ ἔνθεος, δημηγορήσας ἐζώγρησεν, Ἱεροφάντορα, καὶ τῶν ἀπορρήτων, θεωρὸν εἰργάσατο, σὲ σκεῦος ἐκλογῆς θεασάμενος, μεθ' οὗ δυσώπησον, θεορρῆμον Διονύσιε, τοῦ σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντας σε.
Ἀγγέλοις ὁμότιμον τὸν νοῦν, Πάτερ Διονύσιε, δι' ἀρετῆς ἐργασάμενος, τὴν ὑπερκόσμιον, τῆς ἱεραρχίας, εὐταξίαν πάνσοφε, ἐν βίβλοις ἱεροῖς ἀνιστόρησας, καθ' ἣν ἐρρύθμισας, Ἐκκλησίας τὰ συστήματα, οὐρανίων, τὰς τάξεις μιμούμενος.
Ἐμφιλοσοφώτατα Θεῷ μάκαρ Διονύσιε, ὡς δυνατὸν ὁμοιούμενος, τῶν ὀνομάτων σύ, μυστικῶς τῶν θείων, εὐσεβῶς ἐξήπλωσας, τὴν ἔνθεον θεόφρον ἀνάπτυξιν, ἑνώσει κρείττονι, μυηθεὶς τὰ ὑπὲρ ἔννοιαν, καὶ μυήσας, τοῦ κόσμου τὰ πέρατα.
Δόξα... Ἦχος β’
Ἀνδρέου Ἱεροσολυμίτου, οἱ δέ, Βυζαντίου.
Δεῦτε συμφώνως οἱ πιστοί, τὴν ἐτήσιον μνήμην τῶν ἱεραρχῶν εὐφημήσωμεν, Διονυσίου τε καὶ Κυπριανοῦ· ὁ μὲν γάρ, καταπτύσας τῶν Στωϊκῶν φιλοσόφων, καὶ τῷ σκεύει τῆς ἐκλογῆς μαθητευθείς, τῶν ἀπορρήτων μυστηρίων γνώστης ἐγένετο, ὁ δέ, διὰ τῆς καλλίστης παρθένου Ἰουστίνης, τὴν διάνοιαν φωτισθείς, τὴν τῶν δαιμόνων ἀπάτην ἐξέφυγε, καὶ τὰς μαγικὰς βίβλους ἐν πυρὶ ἀναλώσας, τοῦ Εὐαγγελίου κήρυξ γέγονε. Διὸ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί, τὸν δοξάσαντα τούτους, δοξολογοῦντες Σωτῆρα βοήσωμεν· ὁ τοὺς σοὺς Ἀθλοφόρους στεφανώσας ἐν δόξῃ, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε, ἐκ τοῦ ξύλου σε.
Χαῖρε, πᾶσα κτίσις σοι βοᾷ, χαῖρε Παναγία Παρθένε, χαῖρε τὸ σκῆπτρον Δαυΐδ, χαῖρε ἡ βλαστήσασα τὸν βότρυν τὸν μυστικόν, χαῖρε πύλη οὐράνιε, καὶ ἄφλεκτε βάτε, χαῖρε φῶς παγκόσμιον, χαῖρε ἡ πάντων χαρά, χαῖρε, Ἀποστόλων τὸ κλέος, χαῖρε ἡ ἀντίληψις, χαῖρε, προστασία πάντων τῶν τιμώντων σε.
Ἢ Σταυροθεοτοκίον.
Ὅτε, ἡ Πανάμωμος ἀμνάς, ἄρνα τὸν αὐτῆς ἐθεώρει, ἑλκόμενον πρὸς σφαγήν, θρήνοις ἐνεκόπτετο, ἀναβοῶσα πικρῶς· Τὶ σοι δῆμος ἀχάριστος, γλυκύτατον τέκνον, πάλαι ἀνταπέδωκεν, ὁ ἀπολαύσας σου, οἴμοι! τῶν πολλῶν δωρημάτων, πῶς δὲ καὶ τὸν πόνον ὑποίσω, ὅτι θέλων ταῦτα νῦν ὑφίστασαι;
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ’
Της οὐρανίου γνώσεως, ἀθεώρητον βυθὸν σε καλέσωμεν, λαμπρότατε Μάρτυς τοῦ Χριστοῦ, ὡς γὰρ ὁπλίτην, καὶ στερρὸν ὑπέρμαχον τῆς Ἐκκλησίας, ἀνυμνοῦμέν σε σοφέ· πυρὶ γὰρ ἐλλαμφθεὶς τῷ ἁγνοτάτῳ ἠξιώθης ἅμα ταῖς ἄνω στρατολογίαις, τὸ φωτεινὸν περιβόλαιον, ἐνδύσασθαι Χριστόν, καὶ λαμπρυνθῆναι τῇ αἴγλῃ τοῦ Πνεύματος, τὸν νοῦν Διονύσιε· διό σου τὴν παγκόσμιον μνήμην πανηγυρίζοντες, πιστῶς δοξάζομεν, τὸν δοξάσαντά σε Κύριον.
Καὶ νῦν... Θεοτοκίον.
Ὡς γενναῖον.
Ἀπὸ πάσης με θλίψεως, καὶ παντοίας κακώσεως, καὶ δεινῆς ἐκλύτρωσαι περιστάσεως, καὶ πειρασμῶν πολυτρόπων με, ταῖς θείαις πρεσβείαις σου, καὶ σκανδάλων πονηρῶν, ἐξ ἀνθρώπων μισούντων με, καὶ δαιμόνων δέ, τῶν ζητούντων ἑκάστης ἀπολέσαι, τῆς ἡμέρας Θεοτόκε, τὸν προστασίαν σε θέμενον.
Ἢ Σταυροθεοτοκίον.
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐπωδύρετο, καὶ θρηνῳδοῦσα ἐφθέγγετο· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τους προπάτορας.
Ἀπολυτίκιον. Ἦχος δ’
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἢ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καί του Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Τὸν νοῦν γεραίρω τῶν σοφῶν διδαγμάτων.
Ποίημα Θεοφάνους.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας.
Τῶ Παύλῳ τῷ θείῳ μαθητευθείς, τῷ τῶν οὐρανίων, Διονύσιε θεατῇ, οὐράνιος μύστης παραυτίκα, καὶ θεηγόρος ἐχρημάτισας.
Ὁ χάριτι θείᾳ καταυγασθείς, καταύγασον Μάκαρ, τῶν ὑμνούντων σε τὰς ψυχάς, τὰς σὰς συνιέναι θεοπνεύστους, διδασκαλίας Διονύσιε.
Νοὸς καθαρότητι καὶ ψυχῆς, τῶν ἐπουρανίων διακόσμων τὰς ἀστραπάς, μαθεῖν ἠξιώθης καὶ τὰς τούτων, χοροστασίας ἰδεῖν Διονύσιε.
Θεοτοκίον.
Νυμφὼν φωτοφόρος τῆς ὑπὲρ νοῦν, σαρκώσεως ὤφθης, τοῦ τῶν ὅλων Δημιουργοῦ, ἐκ σοῦ τὴν σάρκα Θεομῆτορ, τὴν ἡμετέραν ἠμφιάσατο.
Ὠδὴ γ’
Οὐρανίων ἁψίδων, ὑπεραρθεὶς Ὅσιε, τῶν ὑπερκοσμίων τὰς τάξεις καὶ τὰ στρατεύματα, καὶ τὰς λαμπρότητας, ὑψηγορίαις τῶν λόγων, καὶ πανσόφοις φράσεσι, πᾶσιν ἐτράνωσας.
Ὑψηλῆς θεωρίας, ἐμφορηθεὶς Ἔνδοξε, τὴν τῶν ὀνομάτων τῶν θείων, πᾶσαν ἀνάπτυξιν, ἐθεολόγησας, Τριαδικὸς θεολόγος, γεγονὼς τῇ χάριτι, θεομακάριστε.
Νεκρωθεὶς τοῖς παροῦσι, τῷ πρὸς Θεὸν ἔρωτι, καὶ φιλοσοφία συντόνως ἐγγυμνασάμενος, τῶν ὑπὲρ ἔννοιαν, ζωοποιῶν χαρισμάτων, θεοφόρον ὄργανον, Πάτερ γεγένησαι.
Θεοτοκίον.
Γεωργίᾳ Παρθένε, τοῦ παντουργοῦ Πνεύματος, σῶμα τῷ Δεσπότῃ τῶν ὅλων ἐκαρποφόρησας, ἐν ᾧ κατέκρινε, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ζωὴν ἐπήγασε, τὴν αἰωνίζουσαν.
Ὁ Εἱρμὸς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Κάθισμα Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, ἀπεικόνισμα θεῖον ὡς ἀληθῶς, τὰ θεῖα μυστήρια, ἐκδιδάσκεις τῷ Πνεύματι· Καὶ φωτισθεὶς τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, τὰς τῶν Ἀγγέλων τάξεις, τρανῶς διεσάφησας· ὅθεν καὶ τῷ κόσμῳ, νοητῶς καταλείψας, τὰ θεῖά σου δόγματα, κατεφώτισας ἅπαντα, Ἱερομύστα Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Του Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον τόκον σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς εὐσεβῶς προσκυνοῦσιν, αὐτοῦ τὰ παθήματα.
Ὠδὴ δ’
Σύ μου ἰσχύς, Κύριε.
Ἐκκλησιῶν, τὴν εὐκοσμίαν ἐρρυθμισας· ἐν αὐταῖς γάρ, Πάτερ ἐζωγράφησας, μορφωτικαῖς, τύπους ἐμφανεῖς, ἱεροπλαστίαις, τῶν ἀμορφώτων Δυνάμεων, δι' ὧν μυσταγωγεῖται, καὶ φωτίζεται πᾶσα, τῶν πιστῶν ἡ θεόφρων ὁμήγυρις.
Ῥεῖθρα τῆς σῆς, θεολογίας Θεόληπτε, τοὺς λειμῶνας, ἄγαν καταρδεύουσι, τοὺς λογικοὺς καὶ ἀειθαλεῖς, καὶ πεφυτευμένους, ἐπὶ δογμάτων ὀρθότητι· Μονάδα γάρ οὐσίας, ἐν Τριάδι προσώπων, τὴν σεπτὴν Μοναρχίαν ἐκήρυξας.
Ἀγγελικῆς, ἱεραρχίας τὸν σύντονον, ἱεράρχα, πόθον καὶ τὸν ἔρωτα, πρὸς τὸν Θεόν, καὶ τὴν ἀκλινῆ, νεῦσιν πρὸς τὸ ὕψος, τὸ θεῖον καὶ ἀκατάληπτον, ἐδίδαξας ἐμφρόνως, τοὺς ἐν πίστει βοῶντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον.
Ἱερουργός, τῆς σωτηρίας ἐγένετο, ὁ Υἱός σου, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ ποδηγὸς καὶ φωταγωγός, καὶ δικαιοσύνη, Παρθένε καὶ ἀπολύτρωσις· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, οἱ πιστοὶ ὁμοφρόνως δοξάζομεν.
Ὠδὴ ε’
Ἴνα τὶ με ἀπώσω.
Ῥημάτων σου ὁ φθόγγος, ὥσπερ τις οὐράνιος ἦχος φερόμενος, τὰς ἀθέους φρένας, κατεβρόντησε λόγῳ τῆς χάριτος, καὶ δογμάτων θείων, μαρμαρυγαῖς ταῖς φανοτάταις, τῶν πιστῶν τὰς καρδίας ἐλάμπρυνεν.
Ὡμοιώθης ἐμπόρῳ, τῷ τοὺς μαργαρίτας ζητοῦντι πανόλβιε, καὶ εὑρὼν τὸν ἕνα, μαργαρίτην τὸν ὄντως πολύτιμον, καὶ θαυμάσας τούτου, τὰς θεουργοὺς φωτοβολίας, Ἱεράρχα Θεὸν ὡμολόγησας.
Τὴν πηγὴν τῆς σοφίας, ἐμφιλοσοφώτατα, Πάτερ ἠγάπησας, καὶ τῷ ταύτης φίλτρῳ, καὶ ἀγάπῃ συμπεριφερόμενος, πολλοστὸς ἐγένου, καὶ ποταμοὺς θείων ναμάτων, ἀενάως πηγάζεις θεόληπτε.
Θεοτοκίον.
Ὡς κεχαριτωμένη, τὴν καλλοποιὸν ὑπεδέξω εὐπρέπειαν, τὴν τὰ πάντα μόνῳ, τῷ βουλήματι κατασκευάσασαν, καὶ τῷ θείῳ κάλλει, καὶ φωτισμῷ τῆς εὐσεβείας, Θεομῆτορ ἡμᾶς καλλωπίσασαν.
Ὠδὴ ς’
Ἱλάσθητί μοι Σωτὴρ.
Νομίμως φιλοσοφῶν, σοφίας δώρων ἐπέτυχες· ἐνθέως θεολογῶν, ὀρθόδοξα δόγματα, Παμμάκαρ κατέλιπες, ὧν κατατρυφῶντες, οἱ πιστοὶ σὲ μακαρίζομεν.
Συνέσει θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, τῷ θείῳ μυσταγωγῷ, τὸ οὖς σου ὑπέκλινας, καὶ τὴν ὑπερκόσμιον, ὑπ' αὐτοῦ σοφίαν, ἐμυήθης Διονύσιε.
Ὁ βίος σου θαυμαστός, ὁ λόγος θαυμασιώτερος, ἡ γλῶσσά σου φωταυγής, τὸ στόμα πυρίπνοον, μάκαρ Διονύσιε, ὁ δὲ νοῦς σου Πάτερ, ἀκριβῶς θεοειδέστατος.
Θεοτοκίον.
Φωνὴν σοι τοῦ Γαβριήλ, τὸ Χαῖρε πίστει κραυγάζομεν, ἐξ ἦς ἀφράστως ἡμῖν, ὁ ζωαρχικώτατος, ἀνὴρ ἐχρημάτισε, καὶ συνανεστράφη, τοῖς ἀνθρώποις ὁ φιλάνθρωπος.
Ὁ Εἱρμὸς.
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα· Καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντάκιον. Ἦχος πλ. δ’
Τῇ ὑπερμάχῳ.
Τὰς οὐρανίους διαβὰς πύλας ἐν πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλῳ Διονύσιε τῶν ἀρρήτων, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας· διὸ κράζομεν· Χαίροις Πάτερ παγκόσμιε.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα.
Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου, χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.
Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον, χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.
Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ, χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.
Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες, χαῖρε, ὅτι προθύμως δι' αὐτὸν σφαγιάζῃ.
Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν, χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.
Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας, χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.
Χαίροις, Πάτερ παγκόσμιε.
Συναξάριον.
Τῇ Γ ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.
Στίχοι
Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα!
Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις.
Τμηθεὶς Διονύσιε τρίτῃ κεφαλὴν θέες αἴρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥουστικοῦ καὶ Ἐλευθερίου.
Στίχοι
Ἐλευθέριον καὶ Ῥουστικὸν τὸ ξίφος,
Ἐλευθέρους τίθησι καὶ τῶν γηΐνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.
Στίχοι
Κτίστῃ σέβας δοὺς Θεόκτιστος, οὐ κτίσει,
Χαίρων κεφαλῆς τὴν ἀφαίρεσιν φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου καὶ τῶν σὺν αὐτῷ ὀκτὼ Μαρτύρων.
Στίχοι
Διονύσιος σὺν συνάθλων ὀκτάδι,
Ζόφου μεταστάς, φωτὸς οἰκεῖ χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιου Μάρτυρος Θεαγένους.
Στίχοι
Ὡς ἦλθεν ἐν χρῷ τῆς πυρᾶς Θεαγένης,
Εἰσῆλθεν αὐτὴν οὐ ταραχθεὶς τῇ θέᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοτέκνου.
Στίχοι
«Ἅπαξ ἐλεύσθην» καὶ Θεότεκνος λέγει,
Ὡς Παῦλος εἶπε, πρὸς Κορινθίους γράφων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀδαύκτου.
Στίχοι
Ξίφει θανών, Ἄδαυκτε Μάρτυς Κυρίου,
Σὺν Μάρτυσι ζῇς, καὶ Θεὸν ζῶντα βλέπεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χοζεβίτου, Ἐπισκόπου Καισαρείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Θεοῦ συγκατάβασιν.
Ὡς ὄμβρος οὐράνιος, ἐν γῇ διψώσῃ τὰ σὰ διδάγματα, τῶν πιστῶν τὰς καρδίας, ἀεὶ ποθούσας καταπιαίνουσι, καὶ ἀκορέστως βοᾶν ἐκδιδάσκουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νοήσει θεόφρονι, τοὺς ἀσωμάτους Νόας διέγραψας, καὶ τὰς τούτων Παμμάκαρ, ὑμνολογίας ἔνθους γενόμενος, τὴν Ἐκκλησίαν ὑμνεῖν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Δοχεῖον τοῦ Πνεύματος, τοῦ Παναγίου ὤφθης εὐάρμοστον, καὶ τὰς τούτου ἐμπνεύσεις, καὶ φανερώσεις προφητικώτατα, προαγορεύων, ἐβόας γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἰδοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου ἡ προαγόρευσις· ἐν γαστρὶ γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες, καὶ τέτοκας τὸν Ζωοδότην, ᾧ πάντες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η’
Ἑπταπλασίως κάμινον.
Διαφανὲς ὡς ἔσοπτρον, γεγονὼς Διονύσιε, καὶ χωρητικὸν τῶν καθαρῶν ἐμφάσεων, τὸν νοῦν ἐργασάμενος, δι' ἀρετῆς πανόλβιε, τὰς μαρμαρυγάς, τῶν ὑπὲρ νοῦν λαμπηδόνων, δεχόμενος ἐβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀφθονωτέρα χάρις σου, ἐξεχύθη τοῖς χείλεσιν· ὅθεν τὰς ἐνθέους, διδαχὰς παρέθηκας, τὴν τούτων διάνοιαν, ὑπερφυῶς ἡμῖν ἐξαπλῶν, καὶ διατρανῶν, καὶ τηλαυγῶς ἀναπτύσσων, τοῖς πίστει μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Γνωριμωτέρα γέγονε, διὰ σοῦ Διονύσιε, ἡ τῶν Ἀθηνῶν πανευκλεὴς Μητρόπολις, Χριστῷ προσενέγκασα, σὲ ἀπαρχὴν πανίερον, τῷ Παμβασιλεῖ, διηνεκῶς μελῳδοῦντα· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μήτηρ Θεοῦ Πανάμωμε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον· Υἱὸν γὰρ ἐγέννησας, τὸν ἐξουσίαν ἔχοντα, τοὺς πεπεδημένους ταῖς σειραῖς τῶν πταισμάτων, εὐκόλως ἀνιέναι τῶν δεσμῶν τῶν ἀλύτων, τὸν μόνον εὐεργέτην, καὶ μόνον ζωοδότην.
Ὁ Εἱρμὸς.
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς.
Ἁγίων Ἀποστόλων ἀξιωθείς, θεατὴς χρηματίσαι καὶ σύμπονος, συγκοινωνός, γέγονας τῆς δόξης καὶ σὺν αὐτοῖς, ἐπὶ τὴν θέαν ἔσπευσας, σώματος τοῦ ὄντως ζωαρχικοῦ, τῆς μόνης Θεοτόκου, καὶ σεβασμιωτάτης· ἣν ἐπαξίως μεγαλύνομεν.
Τῆς θείας βασιλείας ἐν οὐρανοῖς, κληρονόμος ἐγένου ὡς ἔννομος, Ἀρχιερεύς, Πάτερ ὡς ἀήττητος ἀθλητής, ἱερωσύνης χρίσματι, αἷμα συγκεράσας μαρτυρικόν· διὸ διπλοῦς στεφάνους, ἀπείληφας ἀξίως, ἱερομύστα Διονύσιε.
Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱεράρχα σοφὲ Διονύσιε, διὰ παντός, πρέσβευε ῥυσθῆναι ἐκ πειρασμῶν, τοὺς εὐσεβῶς ὑμνοῦντας σε, μύστα τῶν ἀρρήτων θεωριῶν, ὡς τῆς κρυφιομύστου, καὶ θεαρχικωτάτης, ἱεροφάντης ἀγαθότητος.
Θεοτοκιον.
Νικῶσαν τὰς αἱρέσεις θριαμβικῶς, τὴν σεπτὴν Ἐκκλησίαν ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ, τῷ ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, Κεχαριτωμένη ὁ σὸς υἱός, καὶ σῶσον ἐκ κινδύνων, καὶ τῆς ἀμηχανίας, τῆς κατεχούσης ἡμᾶς λύτρωσαι.
Ὁ Εἱρμὸς.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς.
Τῷ Παύλῳ Διονύσιε, τῷ κλεινῷ κορυφαίῳ, μαθητευθεὶς πανόλβιε, ὑπ' αὐτοῦ ἐμυήθης, τῶν ἀποκρύφων τὴν γνῶσιν· ὅθεν σε καὶ λαμπτῆρα, τῇ Ἐκκλησίᾳ τίθησιν, Ἀθηνῶν προχειρίσας, τῆς εὐσεβοῦς, Ἱεράρχην πόλεως, ἣν φυλάττοις, ὀρθοδοξοῦσαν πάνσοφε, σαῖς εὐχαὶς θεοκῆρυξ.
Θεοτοκίον.
Ἐν τῇ σεπτῇ κοιμήσει σου, Παναγία Παρθένε, παρῆν ὁ Διονύσιος, σὺν τῷ Ἱεροθέῳ, καὶ Τιμοθέῳ τῷ θείῳ, ἅμα τοῖς, Ἀποστόλοις, ἕκαστος ὕμνον ᾄδοντες, πρόσφορον τῇ σῇ μνήμῃ· μεθ' ὧν καὶ νῦν, πᾶσα γλῶσσα βρότειος ἀνυμνεῖ σε, τὴν τοῦ Θεοῦ λοχεύτριαν, καὶ τοῦ κόσμου προστάτιν.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος πλ. δ’
Γερμανοῦ.
Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.
Καὶ νῦν... Θεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος.
Ἄπασαν ἔξωσον Δέσποινα, τῆς ταπεινῆς μου ψυχῆς, ῥαθυμίαν, ἀτέλειαν, ἀκηδίαν, ἄνοιαν, ἀσωτίαν, ἀσέλγειαν, ἀντιλογίαν, ἀνηκοΐαν δεινήν, τῶν προσταγμάτων τοῦ θείου Πνεύματος· πᾶσαν πρὸς τούτοις δέ, ἀπληστίαν, ἄγνοιαν, ἀσυμπαθῆ, τρόπον ἀσυνείδητον, γνώμην καὶ σῶσόν με.
Ἢ Σταυροθεοτοκίον.
Κύριε, εἰ καὶ κριτηρίῳ.
Ἄναρχε Λόγε τοῦ Πατρὸς ὦ Υἱέ μου, καὶ τῷ Πνεύματι σύνθρονε, πῶς τὰς σὰς ἀχράντους παλάμας, ἐπὶ τοῦ ξύλου ἐξέτεινας; τὶς ἡ τοσαύτη σου νῦν, πτωχεία ὑπεράγαθε; παρισταμένη τῇ σῇ σταυρώσει, ἀνεβόα ἡ Πανάμωμος.
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου