Κυριακή 1 Ιουνίου 2014

ΠΕΜΠΤΗ ΤΗΣ ΣΤ'. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΠΕΜΠΤΗ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀποστολικά, καὶ Θεοτοκίον, τά κατά τὸν τυχόντα Ἤχον. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τά παρόντα Καθίσματα.  
Ἦχος πλ. α’
Τὸν συνάναρχον λόγον.
Θεωρίαν καὶ πρᾶξιν, ὥσπερ συζεύξαντες, πρὸς Χριστὸν ἱκεσίαν, ἐκπέμψαι σπεύσωμεν, τὸν τεθαμμένον ἡμῶν νοῦν, ὡς ἄλλον Λάζαρον νεκρόν, ὅπως ζωώσῃ τῇ  αὐτοῦ, ἐπιστασίᾳ τῇ  φρικτῇ, βαΐα δικαιοσύνης, αὐτῷ προσφέρειν καὶ κράζειν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὰ πάθη, τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους, ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμοῦ, εὐχάς προσφέρειν καθαράς, τῷ   Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.
Μετὰ τὴν γ’ Στιχολογίαν
Καθίσματα   Ἦχος πλ. β’
Ἀγγελικαὶ δυνάμεις.
Δισημερευει σήμερον, θανὼν ὁ Λάζαρος, καὶ ἐπὶ τούτῳ χέουσι λύπης τὰ δάκρυα, αἱ σύγγονοι Μαρία σὺν τῇ  Μάρθᾳ, τὸν λίθον τοῦ μνήματος προσβλέπουσαι, ἐφίσταται ὁ Κτίστης, σὺν τοῖς αὐτοῦ Μαθηταῖς, τὸν θάνατον σκυλεῦσαι, δωρούμενος τὴν ζωήν. Διὸ βοήσωμεν αὐτῷ· Κύριε δόξα σοι.
Θεοτοκίον.
Ἐλπὶς τοῦ Κόσμου.
γία Δέσποινα, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ὡς τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις, ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἀνομημάτων.
Ὁ Ν’, ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ δ’ Ὠδή.
Τριῴδιον  Ποίημα Ἰωσὴφ.
Ὠδὴ  δ’  Ἦχος πλ. α’
Τὴν θείαν ἐννοήσας.
κτῖσι τῆς ἡμῶν παρακλήσεως, κατῳκισμένους ἐν φρουρᾷ, ἁμαρτημάτων φωτίσατε, τοὺς εὐσεβῶς φωτοφόροι, ἡμᾶς ἀνευφημοῦντας, Ἀπόστολοι.
γάπην συμπαθείᾳ συζεύξαντες, πρὸς ἱκεσίαν τῷ   Χριστῷ, πιστοὶ ἐκπέμψαι σπουδάσωμεν, ὅπως ἡμᾶς ἀναστήσῃ, ἐκ τάφου τῶν κρυφίων παθῶν ἡμῶν.
Φιλίαν σαρκικὴν ἀφειδήσωμεν, οἱ νεκρωθέντες τῇ  ψυχῇ, καὶ προσφιλεῖς χρηματίσωμεν, τῷ   Λυτρωτῇ, ὅπως ᾍδου, φρικτῆς ἡμᾶς λυτρώσηται κρίσεως.
Προέφης τοῦ Λαζάρου τὴν κοίμησιν, ὃν μετ' ὀλίγον ἀνιστῶν, ἐκ θηλαζόντων τὴν αἴνεσιν, κλαδηφορούντων προσδέξῃ, τοῦ Πάθους σου Σωτήρ μου τὰ σύμβολα.
Θεοτοκίον.
κ σοῦ τὸ θεῖον ὕδωρ ἀνέβλυσεν, ἀθανασίας καὶ ζωῆς, Θεοκυῆτορ Πανάμωμε, οὗ οἱ γευόμενοι δίψης, ἁγνή, θανατηφόρου ῥυσθήσονται.
Ἕτερον  Ποίημα Θεοδώρου.
Εἱρμὸς ἄλλος.
Ἦχος πλ. β’  Ἀκήκοα Κύριε.
νθάπτεται Λάζαρος, καὶ ἐν τῷ τάφῳ αἱ περὶ Μάρθαν, νῦν πενθοῦσί τε καὶ κλαίουσιν, ἐπιστῆναι, σὲ τὸν Ζωοδότην γλιχόμεναι.
θάνατος ἄρχεται, ἐκδειματοῦσθαι τὴν πρὸς αὐτόν σου, ἄφιξιν Χριστὲ αἰσθόμενος· ὡς ζωὴ γάρ, φροῦδον αὐτὸν δείξεις τοῖς πέρασιν.
Δόξα...
Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν... Θεοτοκίον.
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεομῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.
Δξα σοι, Θες μν, δξα σοι.
Συνέλθετε ἥκετε, οἱ ἐν ἐρήμοις καὶ ἐν σπηλαίοις, ὑπαντῆσαι τὸν ἐρχόμενον, ἐπὶ πώλου, Κύριον τῆς δόξης ἐν ᾄσμασιν.
Ὁ Εἱρμὸς.
κήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· δόξα τῇ  δυνάμει σου Κύριε.
Ὠδὴ  η’
Σοὶ τῷ παντουργῷ.
Λίθον τὸν βαρύν, ἐκ τῆς ἐμῆς καρδίας, διάραι πρεσβεύσατε, τὸν Πανοικτίρμονα, λίθοι φανέντες, τοῦ ἀκρογωνιαίου, λίθου θεηγόροι, Ἀπόστολοι Κυρίου.
γωμεν τοῖς σοῖς, προανεφώνεις φίλοις, ὁ φίλος μου Λάζαρος, ἤδη κεκοίμηται, τοῦτον ἐγείρων, ὀλέσω τοῦ θανάτου, τὴν ὀλεθροτόκον, κακίαν εἰς αἰῶνας.
Πρᾷοι τῇ  ψυχῇ, καὶ ταπεινοὶ τῇ  γνώμῃ, γενόμενοι χάριτι, ὑποδεξώμεθα, πρᾷον τὸν πάντων, ἐρχόμενον Δεσπότην, τὴν ἀλαζονείαν, τοῦ πονηροῦ συντρίψαι.
Θεοτοκον.
Πύλην σε φωτός, πεφωτισμένην βλέπει, Προφήτης πανάμωμε· τὸν Φωτοδότην γὰρ τίκτεις ἀφράστως, ἡμῖν ὁμοιωθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἄλλος.
Οἱ ὅσιοί σου Παῖδες.
Μαρία τε καὶ Μάρθα, νῦν θρηνῳδοῦσιν, ἐν τάφῳ κατακείμενον, βλέπουσαι τὸν Λάζαρον, καὶ πόνῳ ἀναβοῶσιν· Εἰ ἦν Χριστὸς ἐνταῦθα, ὁ σύγγονος ἡμῶν οὐκ ἂν τέθνηκεν.
δης προσδοκάσθω ὀλοθρευθῆναι· ἡ γὰρ ζωὴ ἐπελεύσεται, τὸν Λάζαρον ἐγεῖραι ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα.
νάρχῳ καὶ γεννήσει τε, καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ, Πνεῦμα ἅγιον.
Καὶ νῦν... Θεοτοκίον.
ν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διαπαντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς ἐκδυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.
Δξα σοι, Θες μν, δξα σοι.
Τὰς ἀρετὰς ὡς κλάδους, καὶ ὡς βαΐα, πρὸς ὑπαντὴν ἑτοιμάσωμεν, τοῦ Βασιλέως πιστοὶ βοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Ανομεν, ελογομεν, κα προσκυνομεν τν Κριον.
Ὁ Εἱρμὸς.
Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβὶμ ἐμιμήσαντο, τὸν τρισάγιον Ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Ὠδὴ θ’
Ἡσαΐα χόρευε.
Τῆς φιλίας ῥῦσαί με, τοῦ δολίου, Δέσποτα Χριστέ, ὁ φίλος σου τοὺς σοφούς, δείξας Μαθητάς, μεθ' ὧν ἀφικόμενος, ἐξήγειρας, φίλον σου πιστόν, Σῶτερ τὸν Λάζαρον, εὐχαρίστως ἀνυμνοῦντά σε.
Συμπληρώσει Κύριε, τῆς Νηστείας, πλήρωσον ἡμῶν καρδίας τε καὶ τὸν νοῦν, εὔσπλαγχνε χαρᾶς, ταὶς τῶν Ἀποστόλων σου, ἱκεσίαις, τῶν εἰλικρινῶς, ἀγαπησάντων σε, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
δωδὼς τοῖς ἕλκεσι, τῆς κακίας, τάφον κατοικῶ, τῆς ῥαθυμίας Χριστέ· ὅθεν βοῶ· Ἀνάστησον σῶσόν με, ὅπως κᾀγώ, κλάδοις ἀρετῶν, καθυπαντήσω σοι, ἀνακράζων· Ὡσαννὰ τῷ   Θεῷ.
Θεοτοκίον.
ν δυσὶ θελήσεσι, καὶ οὐσίαις, τέτοκας ἡμῖν, Υἱὸν τὸν μονογενῆ, Κόρη τοῦ Πατρός, γενόμενον ἄνθρωπον, ἵνα ἡμᾶς, δείξῃ κοινωνούς, φύσεως Ἄχραντε, θειοτέρας ὁ ὑπέρθεος.
Ἄλλος.
Ἀσπόρου συλλήψεως.
ν τάφῳ ὁ Λάζαρος, δισημερεύει σήμερον, καὶ ἐπὶ τούτῳ, χέουσι τὰ δάκρυα, Μαρία τε καὶ Μάρθα, ὡς ἀδελφαὶ γνήσιαι· Χριστὸς δὲ ἔρχεται πρὸς αὐτόν, σὺν τοῖς θείοις Ἀποστόλοις, δεῖξαι μέγιστον τεράστιον.
Θάνατε πανόλεθρε, ἐκδέχου τὴν κατάλυσιν, οἱ πυλωροί σου, τὰ κλεῖθρα βλεπέτωσαν· καὶ γὰρ διὰ ῥήματος, συνθλάσει σου τὰς πύλας, Χριστὸς τὸν Λάζαρον ἀνιστῶν. Πίε πρῶτον τοῦτο ᾍδη, ὁ Προφήτης σοι βοᾷ σὺν ἡμῖν.
Δόξα...
Μόνε Μονογεννῆτορ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, Φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν, ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών; τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Δξα σοι, Θες μν, δξα σοι.
Κύριος ἔρχεται, καθίσαι ὥσπερ γέγραπται, ἐπὶ τοῦ πώλου, λαοὶ ἑτοιμάσθητε, προσδέξασθαι ἐν φόβῳ, τὸν πάντων Βασιλέα, μετὰ Βαΐων ὡς νικητήν, τοῦ θανάτου καὶ τοῦ ᾍδου, ἐξεγείραντα τὸν Λάζαρον.
Ὁ Εἱρμὸς.
σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον  Ἦχος πλ. α’
Δεῦτε πρὸ τέλους πάντες ἀδελφοί, ἐν καθαρᾷ καρδίᾳ, προσέλθωμεν τῷ   εὐσπλάγχνῳ Θεῷ, τὰς βιωτικὰς περιστάσεις ἀπορρίψαντες, τῶν ψυχῶν τὴν φροντίδα ποιησώμεθα, τῶν βρωμάτων τὰς ἡδονάς, δι' ἐγκρατείας βδελυξάμενοι, τῆς ἐλεημοσύνης ἐπιμελησώμεθα· δι' αὐτῆς γὰρ ὡς γέγραπται, ἔλαθόν τινες ξενήσαντες Ἀγγέλους, θρέψωμεν διὰ τῶν πενήτων, τὸν θρέψαντα ἡμᾶς οἰκεία σαρκί, ἐνδύσωμεν ἑαυτούς, τὸν ἀναβαλλόμενον τὸ φῶς ὥσπερ ἱμάτιον, ἵνα ταῖς πρεσβείαις τῆς ἀχράντου Θεοτόκου, καὶ Παρθένου Μητρός, τῆς ἀφέσεως τυχόντες τῶν ἁμαρτιῶν, ἐν κατανύξει πρὸς αὐτὸν ἐκβοήσωμεν· Κύριε ῥῦσαι ἡμᾶς, τῆς ἐξ εὐωνύμων ἀποφάσεως, καὶ ἀξίωσον ἡμᾶς, τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Μαρτυρικὸν.
ν ταῖς βασάνοις ὄντες οἱ  Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τοῦ σώματος, φωτεινόν ἔνδυμα, ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή· διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἡ Κεχαριτωμένη.
προεκλελεγμένη ἐκ πασῶν τῶν γενεῶν, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα τῶν ψυχῶν ἡμῶν, λύτρωσιν παθῶν, καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη, ὡς Μήτηρ Θεοῦ.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 
Τροπάριον τῆς Προφητείας.
Ἦχος α’
Τῆς φωνῆς τῶν οἰκετῶν σου, Κύριε, μὴ ἐπιλάθῃ, μνήσθητι ὅτι πάντοτε εἰς σέ, τὴν ἐλπίδα ἐθέμεθα, τὸν πάντα δυνάμενον, καὶ βοήθησον ἡμῖν δεόμεθα.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ριζ’
Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Στίχ. ξομολογεῖσθε τῷ   Κυρίῳ ὅτι ἀγαθός.
Προφητεας σαου τ νγνωσμα.
(Κεφ.  ΞΕ’: 8-16)
Οὕτω λέγει Κύριος· ὂν τρόπον εὑρεθήσεται ἡ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω, ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν, οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ, Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ   λαῷ μου, οἳ ἐζήτησάν με. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ   δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ  τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές με εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν.
Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ριη’
δν ντολν σου δραμον, ταν πλτυνας τν καρδαν μου.
Στίχ. Νομοθτησν με, Κριε, τν δν τν δικαιωμτων σου,

ΤΗ ΠΕΜΠΤΗ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὴν συνήθη Στιχολογία. Εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ τὰ ἑπόμενα τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρὰ Προσόμοια  Ποίημα Ἰωσὴφ.
 Ἦχος δ'  Ὁ ἐξ ὑψίστου κληθεὶς.
Τῶν Ἀποστόλων δυὰς ἱερωτάτη, ἕνα τῆς Τριάδος σε, ἐπισταμένη Χριστέ, νῦν παρὰ σοῦ ἀποστέλλεται, ἀγάγαι πῶλον, ὑποζυγίου υἱὸν ὡς γέγραπται, ἐφ΄ ᾧ ταπεινούμενος, καθίσεις εὔσπλαγχνε, τὴν ἐν ὑψίστοις θελήματι, καθέδραν πᾶσι, τοῖς σὲ ποθοῦσιν ἑτοιμαζόμενος, καὶ τοὺς ἀλόγοις ὑποκύψαντας, φρενοβλαβῶς Λόγε πάθεσι λογισμούς ἀπεργάσω. Ὡσαννά σοι ἀνακράζοντας.
Καθυποδέχου Σιὼν τὸν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τὸν Λάζαρον, καὶ καταλῦσαι, τὸ τοῦ θανάτου πικρὸν βασίλειον. Πληθὺς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετὰ Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετὰ Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διὰ πάθους Σταυροῦ, καὶ ἀπάθειαν πᾶσι, παρασχεῖν δι' ἀγαθότητα.
Ἕτερον  Ποίημα Θεοδώρου.
Ἦχος πλ. δ’  Ὁ ἐν Ἐδὲμ Παράδεισος.
Σεραφὶμ τοῖς ἄνω φοβερός, Χριστὲ ἐποχούμενος, ὡς Θεός τε καὶ τῶν ὅλων ποιητής, αὐτὸς ἐν πώλῳ ἐπὶ γῆς, καθεσθῆναι ἐπείγεσαι, ὡς ὑπάρχων καθ' ἡμᾶς ἀνθρωπικῶς, ἡ Βηθανία ἀγάλλεται, ὡς δεχομένη σε Σωτήρ, Ἱεροσόλυμα χαίρει δέ, ὡς προσδοκῶντά σε λαβεῖν, θάνατος τέθνηκε, προαισθόμενος τὸν Λάζαρον, φοιτᾶν ἐκ τῶν νεκρῶν, καὶ ἡμεῖς τοῖς Βαΐοις, προϋπαντὴν τελοῦντες ἐν χαρᾷ, ἀνυμνοῦμεν τὸ κράτος, τῆς ἀγαθότητός σου Κύριε.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Ἑσπέρας Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ριθ’
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα.
Στίχ. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων.
Γενσεως τ νγνωσμα
(Κεφ.  ΜΣΤ’: 1-7)
πάρας Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ  Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χείρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευήν, καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακώβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ, οἱ υἱοί, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, αἱ θυγατέρες αὐτοῦ, καὶ αἱ θυγατέρες τῶν θυγατέρων αὐτοῦ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
Προκείμενον  Ἦχος πλ. δ’  Ψαλμὸς ρκ’
Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.
Στίχ. ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη.
Παροιμιν τ νγνωσμα.
(Κεφ.  ΚΓ’: 15-35, ΚΔ’:1-5)
Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφός γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενόν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς  παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοὶ; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτ' αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
Εἰς τὰ Ἀπόστιχα.
Ἰδιόμελον  Ἦχος πλ. δ’
Τοῦ Πλουσίου τῆς ἀσυμπαθοῦς ὁμοιώσεως, καὶ ἀμεταδότσυ γνώμης, ῥῦσαί με Χριστὲ ὁ Θεός, ὁ διὰ Σταυροῦ σου, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, Λαζάρου δὲ τοῦ πτωχοῦ, τῆς εὐχαρίστου ὑπομονῆς, ζηλωτὴν ἀνάδειξον, καὶ τῶν κόλπων τοῦ Πατριάρχου Ἀβραάμ, μὴ ἀποξενώσῃς με, διὰ τὸ μέγα σου ἔλεος. (Δίς)
Μαρτυρικὸν.
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος.
τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδύνως, φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, σταυρῷ προσήλωσε;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου