ΔΕΚΕΜΒΡΙΟΥ
ΤΗ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’ Ὁ ἐξ ὑψίστου.
Τὸν σὸν Προφήτην ὡς ἔμψυχον νεφέλην, ἔδειξας ἀθάνατε, ὕδωρ ἁλλόμενον, εἰς ζωὴν ὄντως αἰώνιον, ἐξαποστείλας, τοῦτον πλουσίως, καὶ χαρισάμενος, Πνεῦμα τὸ Πανάγιον καὶ Ὁμοούσιον, σοὶ τῷ Πατρὶ παντοκράτορι, καὶ τῷ Υἱῷ σου, τῷ ἐκ τῆς σῆς οὐσίας ἐκλάμψαντι· δι' οὗ προεῖπε τὴν σωτήριον, παρουσίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τοῖς Ἔθνεσι πᾶσι, σωτηρίαν προεθέσπισεν.
Ὁ τὴν ἀκτῖνα τῆς θεαρχικωτάτης, αἴγλης εἰσδεξάμενος, νοῦ καθαρότητι, καὶ θείων λόγων προήγορος, καὶ προσημάντωρ, καὶ ὑποφήτης θεῖος γενόμενος, στόμα θεοκίνητον, ὤφθης τοῦ Πνεύματος, τὰ παρ' αὐτοῦ σοι δεικνύμενα, διαβιβάζων, καὶ σαφηνίζων τοῖς πᾶσιν Ἔθνεσι, δοθησομένην σωτηρίαν, καὶ βασιλείαν Χριστοῦ πανσεβάσμιε· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ θεοπτίᾳ λαμπόμενος ἀξίως, καὶ προφητικῇ θεωρίᾳ καὶ χάριτι, τετιμημένος θεόπνευστε, καὶ τῆς ἐνθέου, ἠξιωμένος μακαριότητος, τῇ πρὸς τὸν Πανάγαθον, νῦν παρρησίᾳ σου, καὶ συμπαθείᾳ χρησάμενος, καθικετεύων, μὴ διαλίπῃς ὑπὲρ τῶν πίστει σε, ἀνευφημούντων καὶ τιμώντων σε, ὡς θεηγόρον σεπτὸν καὶ θεόληπτον, ἐκ κινδύνων ῥυσθῆναι, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον, ὅμοιον.
Ἴνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος, ἀνακαλύψῃς Ἁγνή, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔχεις γάρ Πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς κατοικοῦσα ἐν σοί, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Ἢ Σταυροθεοτοκίον.
Μὴ ἐποδύρου Μῆτερ καθορῶσα, ἀφθόρως ὃν ἔτεκες ξύλῳ κρεμάμενον, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πόλου πλάτος λόγῳ τανύσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾌδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τῆς δουλείας ἐκλυτρώσομαι, τῆς αὐτοῦ τοὺς βροτοὺς ὡς φιλεύσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἀπολυτίκιον Ἦχος β’
Τοῦ Προφήτου σου Σοφονίου τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Στιχολογίαν οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου, οὗ ἡ ἀκροστιχίς.
Σοφονίου μὲ κῦδος ἀγλαϊζέτω.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος πλ. β’
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσομεν.
Σὲ δυσωποῦμεν Προφῆτα τῷ τοῦ Θεοῦ, παρεστῶτα βήματι, ἱκετεύειν ἐκτενῶς, φωτισμὸν δωρήσασθαι ἡμῖν, τοῖς ἐν πίστει τὴν σεπτήν, ὑμνοῦσι μνήμην σου.
Ὄργανον θεῖον ἐδείχθης χωρητικόν, τῶν τοῦ θείου Πνεύματος, φωτισμῶν καὶ δωρεῶν, Σοφονία πάνσοφε· διό, γεγηθότες οἱ πιστοί, σὲ μακαρίζομεν.
Θεοτοκίον.
Φαεινοτάταις ἀκτῖσι πᾶσαν τὴν γῆν, ὁ ἐκλάμψας Ἥλιος, ἐξ ἁγίας σου γαστρός, καταυγάζει Δέσποινα, δι' ὦν, φωτισθέντες, σὲ Θεοῦ Μητέρα σέβομεν.
Ὠδὴ γ’
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
Ὁ πάντα βλέπων ὡς Θεός, τῶν μελλόντων τὴν γνῶσιν, καὶ τῶν γενησομένων, τὴν εἴδησίν σοι σαφῆ, προφαίνει θεοπρεπῶς, καὶ δεικνύει, Μάκαρ ἀξιάγαστε.
Νευρώσας Μάκαρ σοῦ τὸν νοῦν, εὐσεβεῖ παρρησίᾳ, τῷ Πνεύματι τῷ θείῳ, ὑπέκλινας σεαυτόν, καὶ γέγονας δεκτικός, τῶν ἐκεῖθεν, θείων ἐπιλάμψεων.
Θεοτοκίον.
Ἰδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι πίστει, τὴν τὸν ἄχραντον Λόγον, ἐν σώματι χρονικῶς, τεκοῦσαν ὑπερφυῶς, καὶ Παρθένον, πάλιν διαμείνασαν.
Ὁ Εἱρμὸς
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
Κάθισμα
Ἦχος γ’ Θείας πίστεως.
Θείαν ἔλλαμψιν ἐκ τοῦ Κυρίου, εἰσδεξάμενος, τρανῶς κηρύττεις, τὸν Βασιλέα τῆς δόξης ἐλεύσεσθαι, ἐκ τῆς Σιὼν ἀνατέλλοντα λύτρωσιν, καὶ καταυγάζοντα κόσμου τοῖς πέρασι, φῶς ἀείζωον, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεπτὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα,
μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Ὠδὴ δ’
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ὁ πάντων Κύριος, ἡμῖν ἐπέφανε, κατὰ τὴν προφητείαν Μάκαρ τὴν σήν, πάντας προσκαλούμενος, πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ, καὶ δουλείας ἠλευθέρωσεν.
Ὑπὸ τῆς χάριτος, καταυγαζόμενος, προηγόρευσας λέγων ὑπὸ ζυγόν, ἕνα προσκυνοῦντας τελεῖν, τοὺς ἑλομένους τὴν πίστιν, καὶ Κυρίῳ τοὺς λατρεύοντας.
Θεοτοκίον.
Μαρία Πάναγνε, παθῶν τὴν σύγχυσιν, τῆς ἐμῆς διανοίας καὶ πειρασμῶν, ζάλην διασκέδασον, τῆς ἀπαθείας τὴν πηγήν, ὡς τεκοῦσα Μητροπάρθενε.
Ὠδὴ ε’
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Ἐξ ἀδικίας πρὸς ἀρετήν, ἐκ τῆς τῶν παθῶν αἰχμαλωσίας με, Μάκαρ ἐπίστρεψον, ταῖς σαῖς ἱκεσίαις, Προφῆτα ἔνδοξε, καὶ πρὸς φῶς εὐσεβείας, ἔργα κατεύθυνον.
Καταλαμπρύνας σου τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν μαρμαρυγαῖς, ἐπιτηδείαν ἀνέδειξας, πρὸς τὰς λαμπηδόνας, τοῦ θείου Πνεύματος, ἐξ ὧν καὶ προφητείας, χάριν ἐπλούτησας.
Θεοτοκίον.
Ὑποφωνοῦσι προφητικαί, ῥήσεις Παναγία Παρθένε, διὰ συμβόλων τὸν τόκον σου, ὧν νῦν τὰς ἐκβάσεις, ἡμεῖς θεώμενοι, κυρίως Θεοτόκον, σὲ καταγγέλλομεν.
Ὠδὴ ς’
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.
Δεχόμενος Ἔνδοξε, τὰς τοῦ Πνεύματος αὐγάς, διαφανὲς ὡς ἔσοπτρον, προφητείας ἐνθέου μαρμαρυγάς, τῷ κόσμῳ ἐξήστραψας, ὡς παρόντα θεσπίζων τὰ ἐσόμενα.
Ὁ σὸς ἐπεδήμησε, Βασιλεὺς χαῖρε Σιών, καὶ κατατέρπου βλέπουσα, καὶ τὸν κόσμον ἐφώτισεν ἀστραπαῖς, ἰδίας θεότητος, καὶ δαιμόνων τὴν πλάνην ἐθριάμβευσε.
Θεοτοκίον.
Σαρκὸς τῇ παχύτητι, ἑνωθεὶς ὁ ἐκ Πατρός, μονογενὴς ἐν μήτρᾳ σου, εἷς ἐκ δύω προῆλθε δίχα φθορᾶς, τηρήσας ἀλώβητον, τὴν σεμνὴν παρθενίαν σου Πανύμνητε.
Ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.
Συναξάριον.
Τῇ Γ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
Στίχοι
Ὁ πρὶν βοήσας τῇ Σιών, Χαῖρε σφόδρα,
Χαίρει, παραστὰς τῷ Θεῷ, Σοφονίας.
Φαίδιμος ἐν τριτάτῃ Σοφονίας ἦτορ ἀφῆκεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Ἐν Πατριάρχαις καὶ Θεόδωρος μέγας,
Κἂν τοῖς ἀθληταῖς τοῖς διὰ ξίφους μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, τοῦ ἀπὸ Ἐπάρχων.
Στίχοι
Ἐπαρχίαν γῆς οὐρανῶν ἐπαρχίας,
Ὁ Θεόδουλος ἀντέδωκεν ἐμφρόνως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, Ἐπισκόπου Κολωνίας, τοῦ Ἡσυχαστοῦ.
Στίχοι
Οὐχ ἡσυχάζω, καὶ θανόντα γὰρ στέφω,
Τὸν ἡσυχαστὴν Ἰωάννην τοῖς λόγοις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Ἀγάπιος, Σέλευκος, καὶ Μάμας, ξίφει τελειοῦνται
Στίχοι
Τρεῖς ἄνδρες, Ἀγάπιος, Σέλευκος, Μάμας,
Πόθῳ Πλάσαντος ἠγάπησαν καὶ ξίφος.
Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδουλος ὁ Κύπριος ἐν εἰρήνῃ τελειοῦται.
Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Γαβριήλ, τοῦ Γάνου μὲν ὄντος πρότερον Ἐπισκόπου, ὕστερον δ' ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659 ἔτος.
Ὁ ἅγιος Νεομάρτυς Ἀγγελῆς, ὁ ἐν Χίῳ ἀθλήσας ἐν ἔτει 1813, ξίφει τελειοῦται.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀνατέταλκεν ἡ μνήμη σου Θεσπέσιε, κόσμῳ καθάπερ ἥλιος, καταυγάζουσα Προφητείας χάριτι τῆς σῆς, συμφώνως τοὺς ψάλλοντας πιστούς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γονιμώτερος νεφέλης σὺ δεικνύμενος, ὄμβρον θεογνωσίας ἡμῖν, ἐξαπέστειλας, σωτηρίου Μάκαρ ἐκ πηγῶν, δι' ὧν φωτιζόμεθα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Λόγος πάλαι ὁ τὸ εἶναι παρασχόμενος, πᾶσι θείῳ βουλήματι, ἀνακαλέσασθαι βουληθεὶς τὸν ἄνθρωπον Ἁγνή, τῇ σῇ κατεσκήνωσε γαστρί· Εὐλογημένη ἡ Θεὸν κυήσασα.
Ὠδὴ η’
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀνακείμενος ὅλος τῷ Παντοκράτορι, τῆς προνοίας τοὺς τρόπους μεμυσταγώγησαι, οἰκονομικῶς, Ἔθνη νόμῳ παιδεύοντας· ὅθεν σε ὑμνοῦμεν, Προφῆτα θεηγόρε.
Ἱκετήριον ὕμνον Θεῷ προσάγαγε, ὑπὲρ τῶν σὲ ὑμνούντων θεομακάριστε, καὶ τῶν πειρασμῶν, λύσον ἄρτι τὸν τάραχον, ἵνα σε ὑμνῶμεν, Προφῆτα θεορρῆμον.
Θεοτοκίον.
Ζωοδότην τεκοῦσα Θεὸν καὶ Κύριον, τοῦ θανάτου τὴν ῥύμην τὴν ἀκατάσχετον, ἔστησας Ἁγνή, ταύτην ἀπονεκρώσασα· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.
Ἐν γῇ πραέων σὺ κατεσκήνωσας, ἔνθα τελῶν, Ἀγγέλων ἐποπτεύεις λαμπρότητας, Σοφονία πάνσοφε, Προφῆτα Θεοῦ, πρᾶος γεγενημένος, λάμπων τῇ χάριτι· ὅθεν γεγηθότες οἱ πιστοί, σὲ μακαρίζομεν.
Τῶν σῶν προρρήσεων Παναοίδιμε, περιφανῶς ὁρῶντες γενομένην τὴν ἔκβασιν, τὴν δοθεῖσαν χάριν σοι θαυμάζομεν, καὶ τὴν τῆς διανοίας σου καθαρότητα, καὶ τὸ τῆς ψυχῆς θεοειδὲς καταπληττόμεθα.
Θεοτοκίον.
Ὡς σὺ οὐδεὶς ποτε κεχαρίτωται, ἐκ γενεῶν ἀρχαίων Θεομῆτορ πανάχραντε· σὺ γὰρ μόνη τὴν πασῶν ἀσύγκριτον, ἔσχες ἁγιωσύνην, καὶ καθαρότητα· ὅθεν ὑπεδέξω τόν Θεόν, ἐν σοὶ σαρκούμενον.
Ὁ Εἱρμὸς
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.
Ἐξαποστειλάριον.
Τοῖς
μαθηταῖς συνέλθωμεν.
Σὺν ἀσωμάτοις τάξεσι, παρεστὼς ἐν ὑψίστοις, τῇ ἀπροσίτῳ Πάνσοφε, ἐν Τριάδι ἀμέσως, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, ἐλλαμπόμενος νέμοις, φῶς νοητὸν πρεσβείαις σου, τοῖς ἐκ πόθου τελοῦσι, σοῦ τὴν σεπτήν, καὶ φαιδρὰν πανήγυριν, καὶ σὲ μάκαρ, τοῖς ὕμνοις καταστέφουσι, Σοφονία Προφῆτα.
Θεοτοκίον, ὅμοιον.
Ὁ ἄνω δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, κόλπων πατρῴων Ἄχραντε, μὴ ἐκστὰς ἀπορρήτως, τοῖς κάτω συνανεστράφη, σὺ δὲ ταύτης ὑπήρξας, τῆς σωτηρίας πρόξενος, ἐξ ἁγνῶν σου αἱμάτων, τούτῳ Ἁγνή, ὑπὲρ λόγον σάρκα δανεισαμένη, ὃν αἴτησαι τοῖς δούλοις σου, λύσιν δοῦναι πταισμάτων.
Εἰς τὸν Στίχον, Στιχηρὰ
τῆς Ὀκτωήχου. Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου