ΝΟΕΜΒΡΙΟΥ
ΤΗ Θ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου.
Μάρτυς Ἀθλητὰ μακάριε, Ὀνησιφόρε Χριστόν, τὸν Θεὸν ὡμολόγησας, ἐναθλῶν στερρότατα, ἀνομούντων πρὸ βήματος, πληγὰς μαστίγων, καὶ γὰρ ὑπήνεγκας, καὶ πυρακτώσεις, παντὸς τοῦ σώματος· ὅθεν στεφάνῳ σε, τῷ τῆς νίκης ἔστεψε, ζωαρχικῇ, ὁ ζωαρχικώτατος, χειρὶ πανεύφημε.
Μάρτυς Ἀθλητὰ Πορφύριε, ταῖς τῶν αἱμάτων βαφαῖς, σεαυτῷ προσεπέχρωσας, πορφυρίδα χάριτι, καὶ δυνάμει τοῦ Πνεύματος, ἣν περ φορέσας, ὤφθης λαμπρότατος,
συμβασιλεύων τῷ βασιλεύοντι, μόνῳ Θεῷ ἡμῶν, εἰς αἰῶνας Ἔνδοξε, ὃν ἐκτενῶς, πάντοτε ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Μάρτυρες ἀξιοθαυμαστοι,
διὰ τὴν πάντων ζωήν, ἱερῶς θανατούμενοι, ἐπ' ἐσχάρας χαίροντες, φλογιζούσης ἡπλώθητε, καὶ προσδεθέντες, ἵπποις συρόμενοι, τὸ θεῖον τέλος, καθυπεδέξασθε· ὅθεν δοξάζεσθε, καὶ συμμακαρίζεσθε, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, Ἀειμακάριστοι.
Καὶ τῆς Ὁσίας. Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς σαρκὸς τὰ σκιρτήματα, διὰ πόνων ἀθλήσεως, ἐμφιλοσοφώτατα καθυπέταξας, καὶ τῷ Χριστῷ ἠκολούθησας, Ματρῶνα οἰκήσασα, Ἀσκητῶν πανευσεβῶν, μέσον κατασβεννύουσα, ὑπεκκαύματα, ἡδονῶν θείοις ὄμβροις τῶν δακρύων, καὶ σφοδρότερον τὸν πόθον, τὸν πρὸς τὸν Κτίστην ἐξάπτουσα.
Ἱερὸν φροντιστήριον, εἰς πολλῶν περιποίησιν, τῷ Θεῷ ἀνήγειρας χρηματίσασα, ναὸς τοῦ Πνεύματος Πάνσοφε, ψυχῆς καθαρότητι, καὶ ὡδήγησας λαούς, πρὸς ἐπίπονα σκάμματα, τῆς ἀσκήσεως, καὶ προσήγαγες τούτους ὥσπερ προῖκα, σεσωσμένους τῷ Δεσπότῃ, μεθ' ὧν σε πίστει γεραίρομεν.
Αἱ νεάνιδες ἔστερξαν, τὸν νυμφίον καὶ Κύριον, τῇ διδασκαλίᾳ σου πειθαρχήσασαι, καὶ τῆς σαρκὸς παρωσάμεναι, τὸ χαῦνον ἐν πνεύματι, προθυμίᾳ τῶν παθῶν, εὐσεβῶς κατεκράτησαν, καὶ εἰσήχθησαν, μετὰ σοῦ εἰς νυμφῶνα τοῦ Νυμφίου, τὸν οὐράνιον Ματρῶνα, διὰ παντὸς εὐφραινόμεναι.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον.
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον· ἀλλ' οἰκτίρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.
Ἢ Σταυροθεοτοκίον.
Ἐν Σταυρῷ ὡς ἑώρα σε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καὶ τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοὶ ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ συγκαταβάσει σου Δέσποτα.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, ψάλλεται εἷς Κανων τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ δύο παρόντες.
Ὁ Κανὼν τῶν
Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Φέρεις ὄνησιν σοῖς ἐπαινέταις Μάκαρ. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος δ’
Ἄσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραώ, καὶ τὴν δύναμιν.
Φέρουσα τοῖς πίστει σε εὐφημοῦσιν, ὄνησιν θείαν ἡ σεπτή, ἐφέστηκε μνήμη σου, ἐν ᾗ σὲ ἱκετεύομεν, Παμμάκαρ ἡμῶν μνήσθητι.
Ἔχων παρρησίας μεμεστωμένον, τὸν σὸν γενναῖον λογισμόν, ἀλόγου προστάγματος, ἠλόγησας Θεόπνευστε, καὶ χαίρων Μάκαρ ἤθλησας.
Ῥώμῃ δυναμούμενος οὐρανίῳ, Ὀνησιφόρε πρὸς δεινά, ἐχώρησας βάσανα, καὶ πᾶσαν κατεπάλαισας, ἰσχὺν τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ἔστησας θανάτου τὴν τυραννίδα, ἀθανασίαν καὶ ζωήν, τῷ κόσμῳ κυήσασα, Χριστὸν τὸν λυτρωτὴν ἡμῶν, Παρθένε ἀπειρόγαμε.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς.
Τὸ τῆς Ματρώνης προφρόνως ᾄδω κλέος. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ἄσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται
Τάξεσιν οὐρανίαις, πάντοτε συνοῦσα καὶ μεθέξεσι, θεϊκαῖς θεουμένη, τοὺς τιμῶντάς σε, σῷζε πρεσβείαις σου.
Ὅλη τῷ θείῳ πόθῳ, περικαιομένη ὑπεκκαύματα, ἡδονῶν ψυχοφθόρων, ἐγκρατείας τοῖς ὄμβροις κατέσβεσας.
Τίμιον τοῦ Δεσπότου, σκεῦος ἀνεδείχθης ἐκκαθάρασα, τὴν καρδίαν Ματρῶνα, τῶν παθῶν τῆς σαρκὸς δι' ἀσκήσεως.
Θεοτοκίον.
Ἡ κυήσασα κόσμῳ, θείαν σωτηρίαν καὶ ἀνάκλησιν, ταῖς πρεσβείαις σου σῷζε, τοὺς πιστῶς σοι προστρέχοντας Ἄχραντε.
Τῶν
Μαρτύρων.
Ὠδὴ γ’
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ἴσον τῷ Πατρὶ καὶ Πνεύματι, Λόγον ἐν σταδίῳ, ὁμολογοῦντες οἱ Μάρτυρες, τρικυμίαν τὴν τῶν βασάνων, ἀνδρικῶς ἐναπεκρούσαντο.
Στήσας ἀσφαλῶς τοὺς πόδας σου, Μάρτυς ἐπὶ πέτραν, ὁμολογίας καὶ πίστεως, ταῖς μάστιξιν, Ὀνησιφόρε, τῶν ἀνόμων οὐ σεσάλευσαι.
Ὅλω τῷ νοῒ μακάριε, Μάρτυς ἐκδημήσας, πρὸς Χριστὸν τὸν ποθούμενον, οὐκ ἠσθάνου τῶν ἐκ μαστίγων, ἀλγηδόνων Παμμακάριστε.
Θεοτοκίον.
Νεῦσον Πάναγνε σωθῆναί με· τὸν γὰρ θείῳ νεύματι, τὸ πᾶν περιάγοντα, ἐσωμάτωσας Θεὸν Λόγον, ὑπὲρ λόγον καὶ διάνοιαν.
Τῆς Ὁσίας.
Σὺ εἶ τὸ στερέωμα.
Ῥάβδῳ θείας πίστεως, παθῶν διέτεμες θάλασσαν, θείαις ψυχαῖς προοδοποιοῦσα, τὴν εὐθεῖαν διάβασιν.
Ὤφθης ἐγκαλλώπισμα, Μοναζουσῶν σαφῶς Πάνσεμνε, καὶ Μοναστῶν βίον κτησαμένη, καθαρὸν καὶ ἀμώμητον.
Νέκρωσιν ἐνδέδυσαι, φθοροποιῶν παθῶν Ἔνδοξε, καὶ τὸν ἐχθρὸν διὰ πολιτείας, εὐσεβοῦς ἀπεγύμνωσας.
Θεοτοκίον.
Ἥνωται ἐν μήτρᾳ σου, ὁ πλαστουργὸς σαρκὶ Πάναγνε, μείνας ὃ ἦν, ὅπως τὸ εὖ εἶναι, τοῖς ἀνθρώποις δωρήσηται.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα
τῶν Μαρτύρων.
Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ.
Πυρὶ τοῦ θεϊκοῦ, ἀναπτόμενοι πόθου, πυρὸς τοῦ αἰσθητοῦ, τῇ προσψαύσει οὐδόλως, Μακάριοι ἐφλέχθητε, τὴν δὲ πλάνην ἐφλέξατε, καὶ συρόμενοι ἀνηλεῶς Ἀθλοφόροι, τὸ ἀοίδιμον, καθυπεδέξασθε τέλος, καὶ δόξης ἐτύχετε.
Δόξα...
Τῆς Ὁσίας.
Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον.
Ἀνδρειοφρόνως λαθοῦσα τὰς τοῦ ἐχθροῦ, μεθοδείας Ματρῶνα πρὸς τὴν ζωήν, χαίρουσα προσέδραμες, ἀληθῶς τὴν ἐν πνεύματι, καὶ ἀκλινῶς τὸν δρόμον, Θεόφρον τελέσασα, παρὰ Χριστοῦ ἐδέξω, τὴν χάριν τοῦ Πνεύματος· ὅθεν καὶ τὰ ῥεῖθρα, τῶν ἰαμάτων προχέεις, τοῖς πόθῳ γεραίρουσι, τὴν σὴν μνήμην ἀοίδιμε, Μοναζουσῶν τὸ καύχημα· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ. ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Τῶν
Μαρτύρων.
Ὠδὴ δ’
Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ Φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».
Ἡ ἀστράπτουσα τῶν πόνων σου φωταυγία, Ὀνησιφόρε Μάρτυς, ἐφειλκύσατο πόθῳ, πίστει συναθλῆσαί σοι, τὸν θεῖον Πορφύριον.
Συνωθήσαντες ἐσχάρᾳ πυρακτωθείσῃ, προσεφαπλοῦσιν ἅμα, τοὺς Χριστοῦ στρατιώτας, χαίροντας οἱ τύραννοι, καὶ ζέοντας πνεύματι.
Ἱερεῖα ὡς ὁλόκληρα Ἀθλοφόροι, καὶ καθαραὶ θυσίαι τῷ Δεσπότῃ τῶν ὅλων, χαίροντες προσήχθητε· διὸ μακαρίζεσθε.
Νουνεχῶς σε ἀνακείμενον τῷ Δεσπότῃ, προσλαλιαὶ αἱ δόλιαι, ἀπατῆσαι οὐδόλως, ἴσχυσαν Πορφύριε, Θεόφρον πανόλβιε.
Θεοτοκίον.
Σωματούμενον ἐκύησας Θεὸν Λόγον, ὁμοιωθῆναι Κόρη, διὰ σπλάγχνα ἐλέους, βροτοῖς εὐδοκήσαντα, πανάμωμε Δέσποινα.
Τῆς Ὁσίας.
Εἰσακήκοα Κύριε.
Σταλαγμοῖς τῶν δακρύων σου, ἤρδευσας καρδίαν καὶ ἐγεώργησας, ἀρετῶν ἑκατοστεύοντα, Μακαρία στάχυν θείᾳ χάριτι.
Πρὸς Χριστὸν ἐπερείσασα, τὰς τῆς διανοίας βάσεις διέμεινας, ἐπηρείαις ἀπερίτρεπτος, πονηρῶν δαιμόνων Ἀξιάγαστε.
Ῥωμαλέῳ φρονὴματι, σύζυγον λιποῦσα καὶ βίου τάραχον, τὸν ζυγὸν Χριστοῦ ἐπόθησας, καὶ αὐτοῦ ὀπίσω ἠκολούθησας.
Θεοτοκίον.
Οὐ λιπὼν τὰ οὐράνια, Ἄχραντε κενοῦται Θεὸς ἐν μήτρᾳ σου, καὶ μετρεῖται ὁ ἀμέτρητος, τὰ ἀμέτρητά μου λύων πταίσματα.
Τῶν
Μαρτύρων.
Ὠδὴ ε’
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Οἱ πύργοι τῆς Χριστοῦ, Ἐκκλησίας οἱ ἄσειστοι, μοχλεύσεσι τῶν βασάνων, ἀπερίτρεπτοι σθένει, τοῦ Πνεύματος ἐδείχθησαν.
Ἰνδάλματα Θεῶν, μιαρῶν ἐλεπτύνατε, καὶ ὤφθητε εὐσεβείας, καὶ ἀνδρείας εἰκόνες, σεπτοὶ Μεγαλομάρτυρες.
Στρατείαν ἀληθῆ, ἐκ Θεοῦ διεζώσασθε, τὴν πρόσκαιρον δυναστείαν, παρωσάμενοι πίστει, καὶ χαίροντες ἠθλήσατε.
Θεοτοκίον.
Ἐνῴκησεν ἐν σοί, χωρηθεὶς ὁ ἀχώρητος, καὶ ἔδειξεν οὐρανῶν σε, πλατυτέραν Παρθένε· διὸ σε μακαρίζομεν.
Τῆς Ὁσίας.
Ὀρθρίζοντες βοῶμέν σοι.
Φορέσασα τὸ σχῆμα τὸ ἅγιον, ὦ Ματρῶνα, ἐχθρὸν τὸν ἀλάστορα, ἀσχημοσύνην ἐνέδυσας.
Ῥεόντων ἀντηλλάξω τὰ μένοντα, καὶ συζύγου, μνήστορα ἀθάνατον, φωταγωγὸν τῶν ψυχῶν ἡμῶν.
Ὁλόνυκτον προσάγουσα δέησιν, τῷ Δεσπότῃ, Ματρῶνα ἐκοίμισας, τὰς ἡδονὰς τὰς τοῦ σώματος.
Θεοτοκίον.
Νεκρῶν τε καὶ τῶν ζώντων Δεσπότην, ἀποτεκοῦσα, τὰ πάθη Πανάμωμε, τὰ τῆς σαρκός μου θανάτωσον.
Τῶν
Μαρτύρων.
Ὠδὴ ς’
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς με ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.
Πόνοις αἰκισμῶν ἐγκαρτερήσας, Ὀνησιφόρε Μάρτυς, δρόμον ἤνυσας τοῦ μαρτυρίου, καὶ νικητής, γεγονὼς ἀπείληφας, τὰ βραβεῖα τὰ οὐράνια.
Ἀλλήλοις συνδούμενοι τῇ πίστει, προσδεδεμένοι ἄμφω, καὶ συρόμενοι λύσιν τοῦ σκήνους, οἷα στερροί, Ἀθληταὶ ὑπέστητε, τῷ Κυρίῳ συναπτόμενοι.
Ἵπποις προσδεθέντες καὶ βιαίως, διασυρθέντες γνώμῃ, τοῦ δικάζοντος βιαιοτάτῃ, οἱ εὐκλεεῖς, τοῦ Κυρίου Μάρτυρες, θείου τέλους ἠξιώθησαν.
Θεοτοκίον.
Νόμον δίχα φύσεως Παρθένε, τὸν νομοδότην τίκτεις, ἀναπλάττοντα τὴν συντριβεῖσαν, φύσιν ἡμῶν, ὃν δυσώπει σῶσαί με, ἁμαρτίαις συντριβόμενον.
Τῆς Ὁσίας.
Τὴν δέησιν ἐκχεῶ.
Ὡς ὄρνις εὐκέλαδος ἐν τῷ ἄλσει τῆς ἀσκήσεως ἡδὺ προσφωνοῦσα, ὡς νοητά, ἐφειλκύσω στρουθία, ἱερωτάτων γυναίων συνάθροισιν, τὰ θήρατρα τοῦ δυσμενοῦς, διαδρᾶσα Ματρῶνα ἐν Πνεύματι.
Σαρκὸς μὲν φιλοσοφίᾳ κρατοῦσα, καὶ δαμάζουσα τὰ πάθη Ὁσία, τῆς δὲ ψυχῆς, τὸ τερπνότατον κάλλος, περιφανῶς τῷ Χριστῷ εὐτρεπίζουσα, ὡραία τε καὶ εὐπρεπής, ἐγνωρίσθης Ματρῶνα θεόσοφε.
Ἀγγέλων ἐπὶ τῆς γῆς πολιτείαν, ἐπεπόθησας ὑμνοῦσα ἀπαύστως, τὸν δι' ἡμᾶς, ἐξ ἁγίας Παρθένου, ὑπερβολῇ σαρκωθέντα χρηστότητος, τὴν φύσιν τε τῶν γυναικῶν, κατ' ἐχθροῦ τοῦ δολίου νευρώσαντα.
Θεοτοκίον.
Δεδούλωτο ἁμαρτίᾳ ἡ φύσις, τῶν ἀνθρώπων, ἀλλὰ ταύτην ἐρρύσω τῆς πονηρᾶς, Θεοτόκε δουλείας, τὸν τῶν ἁπάντων Δεσπότην κυήσασα, τὸν δείξαντα πᾶσιν, τῆς ζωῆς τὰς εἰσόδους Πανάμωμε.
Ὁ Εἱρμὸς.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον
τῶν Μαρτύρων.
Ἦχος β’ Τὰ ἄνω ζητῶν.
Μαρτύρων δυάς, ἀθλήσαντες στερρότατα, ἐχθροῦ τὴν ὀφρύν, εἰς γῆν κατηδάφισαν, ἐλλαμφθέντες χάριτι, τῆς ἀκτίστου Τριάδος οἱ ἔνδοξοι· καὶ νῦν μέτ' Ἀγγέλων αὐτῇ, πρεσβεύουσιν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Καὶ τῆς Ὁσίας.
ὅμοιον.
Τὸ σῶμα τὸ σόν, νηστείαις κατατήξασα, ἐν μέσῳ ἀνδρῶν, Ματρῶνα κατοικήσασα, προσευχαῖς σχολάζουσα, τὸν Δεσπότην ἐνθέως ἐθεράπευσας, δι' ὃν πάντα κατέλιπες, ὁσίως τὸν βίον διανύσασα.
Ὁ Οἶκος.
Ἄνοιξόν μου τὸ στόμα Χριστέ μου, ἀνυμνῆσαι καὶ λέγειν τοὺς ἀγῶνας τῆς σῆς Ὁσίας Φιλάνθρωπε, ὅπως τὰ πάντα καταλιποῦσα, καὶ ποθήσασα μόνον σε τὸν Νυμφίον, τὸν ἐπὶ γῆς ὡς φθαρτὰ ἐλογίσατο ἅπαντα, καὶ τὸν τύπον τοῦ ζωηφόρου Σταυροῦ ἐν ἑαυτῇ τυπώσασα, δαιμόνων θράση κατήργησε, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισεν, ὁσίως τὸν βίον διανύσασα.
Συναξάριον.
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Στίχοι
Ἵπποις Ὀνησιφόρε πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν ἱκέτην.
Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτῃ ὦ ἀθληταί.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῖς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Στίχοι
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Στίχοι
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας.
Στίχοι
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου,
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Στίχοι
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται.
Στίχοι
Πλάνην ἀμαυροῖ Μαῦρα καρθεῖσα ξίφει·
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰωάννης ὁ Κολοβὸς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτίτορες τῆς σεβασμίας μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν
Μαρτύρων.
Ὠδὴ ζ’
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Εὐγενεστάτης ψυχῆς, τοὺς εὐγενεῖς σου τρόπους, ὑποδεικνύων ὡμολόγησας, τυράννων ἐνώπιον, Ὁνησιφόρε Μάρτυς, Θεὸν σεσαρκωμένον.
Τὴν δι' αἰῶνος θείαν, ἐλευθερίαν στέργων, τῷ σῷ δεσπότῃ ὡς εὐήκοος, οἰκέτης συνήθλησας, καὶ σὺν αὐτῷ χορεύεις, Πορφύριε παμμάκαρ.
Αἵμασι θείοις ὑμῶν, τὴν ἐπηρμένην φλόγα, τῆς ἀθεΐας κατασβέσαντες, βοᾶτε Πανεύφημοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἴνα τῆς μακαρίας, καὶ ἀθανάτου δόξης, ἀξιωθῆτε τὸν μακάριον, ὑπέστησε θάνατον, θεοφεγγεῖς ἀστέρες, τοῦ νοητοῦ Ἠλίου.
Θεοτοκίον.
Σεσαρκωμένον Λόγον, σῶν ἐξ αἱμάτων τίκτεις, βροτοὺς θεῶσαι εὐδοκήσαντα, Παρθένε τοὺς μέλποντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς Ὁσίας.
Παῖδες Ἑβραίων.
'Ὥσπερ τρυγὼν ὡραιοτάτη, διετήρησας Θεῷ τὴν σωφροσύνην, εὐτεκνίαν, παθῶν στειρώσει Μακαρία, ὡς ἀληθῶς πλουτήσασα, διὰ σοῦ τῶν σεσωσμένων.
Κόσμον σεμνὴ καὶ τὰ ἐν κόσμῳ, καταλείψασα ἐνθέῳ πεποιθήσει, ὑπερκόσμιον νῦν, κληροῦσαι κληρουχίαν, Μοναζουσῶν ὑπάρχουσα, ἀληθῶς Ματρῶνα κόσμος.
Θεοτοκίον.
Λύουσα Εὔας τὴν κατάραν, παναμώμητε ἐγέννησας Παρθένε, τὸν τῶν ὅλων Θεόν, ἀφράστως συλλαβοῦσα, καὶ ὑπὲρ νοῦν κυήσασα, σωτηρίαν τοῖς ἀνθρώποις.
Τῶν
Μαρτύρων.
Ὠδὴ η’
Τὸν ἐν Σταυρῷ, σαρκὶ προσηλωθέντα, καὶ ὑποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Μέλη σπαραγμοῖς ἐκδεδωκότες, κατεσπαράξατε ἐχθροῦ, ἀσύνετον καρδίαν, μείναντες ἀσάλευτοι τὸν νοῦν, μεγαλώνυμοι στεφανηφόροι.
Αἵμασιν ὑμῶν τὸ πῦρ ἐσβέσθη, τῆς ἀγνωσίας Ἀθληταί, πιστῶν δὲ κατηρδεύθη, πάντων καὶ καρδία καὶ ψυχή, ἀναθάλλουσα θεογνωσίαν.
Κύματα δεινῶν κολαστηρίων, τῇ κυβερνήσει τοῦ Χριστοῦ, διήλθετε καὶ ὅρμῳ, θείας βασιλείας οὐρανῶν, προσωρμίσθητε ἐν ἀφθαρσίᾳ.
Ἄνθρακες πυρὶ τοῦ Παρακλήτου, προσαναπτόμενοι σαφῶς, οἱ Μάρτυρες δειχθέντες, ἔφλεξαν τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ ἐφώτισαν τὴν οἰκουμένην.
Θεοτοκίον.
Ῥόδον ἐκλεκτὸν ἐν ταῖς κοιλάσι, Κόρη τοῦ βίου εὑρηκώς, ἠράσθη σου τοῦ κάλλους, Λόγος τοῦ Θεοῦ καὶ σαρκωθείς, εὐωδίασε τὴν οἰκουμένην.
Τῆς Ὁσίας.
Νικηταὶ τυράννου.
Εὐσεβείας τρόποις, τὴν ψυχὴν κοσμήσασα Ματρῶνα, θεῖον τῷ Χριστῷ προσῆξας, μελῳδοῦντα πάνσεμνε χορὸν παρθένων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ τῶν σῶν ἱδρώτων, ὄμβροι θείᾳ χάριτι τῶν παθημάτων, τοὺς ὄμβρους Ματρῶνα, θαλεροὺς ξηραίνουσι καὶ τὰς καρδίας, τῶν πιστῶς φοιτώντων πάντοτε ἀρδεύουσιν· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σεαυτὴν τοῖς ὅπλοις, πίστει καθοπλίσασα τῆς ἐγκρατείας, οὐκ ἐτρώθης βέλει, ἡδονῆς διάγουσα ἀνδρῶν ἐν μέσῳ· τὸν τὴν Εὔαν πάλαι τρώσαντα δὲ ἔτρωσας, λόγχῃ σωφροσύνης, Ματρῶνα μακαρία.
Θεοτοκίον.
Ἰδοὺ ἡ Παρθένος, ὥς φησιν ἐν Πνεύματι ὁ Ἡσαΐας, ἔσχεν ἐν κοιλίᾳ, τὸν ἡμᾶς ῥυσάμενον ᾌδου κοιλίας, εὐσεβῶς βοῶντας· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Ὁ Εἱρμὸς.
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας”.
Τῶν
Μαρτύρων.
Ὠδὴ θ’
Εὔα μὲν τὸ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἴσχυσαν δυνάμει τοῦ Χριστοῦ νευρούμενοι, τοὺς ἀσάρκους μετὰ σώματος, καταπαλαῖσαι οἱ γενναῖοι ἀδάμαντες, οἱ στῦλοι τῆς πίστεως, καὶ νῦν εἰς οὐρανοὺς συνευφραίνονται, τοῖς ἀπ' αἰῶνος ἐναθλήσασιν.
Ὡς ἅρμα τοῦ Λόγου ἱερὸν γενόμενοι, τοῖς ἀλόγοις προσεδέθητε, Μάρτυρες θεῖοι καὶ πρὸς νύσσαν, οὐράνιον ἐφθάσατε χαίροντες, καὶ νίκης τὰ βραβεῖα ἐδέξασθε· ὅθεν ἀξίως μοκαρίζεσθε.
Σώματα ὑμῶν Παγκεανῶν περίδοξος, νῦν κατέχει κώμη Μάρτυρες, θείους πλουτήσασα προστάτας, ὑμᾶς καὶ ἰατροὺς θεραπεύοντας, σωμάτων καὶ ψυχῶν ἀρρωστήματα, τῶν προσιόντων πίστει πάντοτε.
Ἡ θεία δυὰς καὶ φωταυγὴς Πορφύριε, Ἀθλοφόρε παναοίδιμε, Ὀνησιφόρε γενναιόφρον, Τριάδι τῇ Ἁγίᾳ πρεσβεύσατε, εἰρήνην καὶ δεινῶν ἀπολύτρωσιν, παρασχεθῆναι τοῖς ὑμνοῦσιν ὑμᾶς.
Θεοτοκίον.
Φορέσας με ὅλον ἐκ τῶν σῶν προέρχεται, ὡς νυμφίος Παναμώμητε, θείων αἱμάτων ὁ Δεσπότης, καὶ γάλακτι ἐκτρέφεται ἅπασαν, τὴν κτίσιν διατρέφων βουλήματι, εὐλογημένη ἀειπάρθενε.
Τῆς Ὁσίας.
Ἔφριξε πᾶσα ἀκοὴ.
Ὡς θεία σὺ περιστερά, ἀρετῶν κεχρυσωμέναις ταῖς πτέρυξι, Ματρῶνα ἔνδοξε, ἀνεκουφίσθης, καὶ νῦν κατέπαυσας, ἔνθα Ὁσίων οἱ χοροί, Δικαίων τὰ τάγματα, καὶ ἡ αἰώνιος, εὐφροσύνη καὶ χαρὰ ἀνεκλάλητος.
Στέργουσα τὸν ἐκ γυναικός, διὰ σπλάγχνα οἰκτιρμῶν ἀνατείλαντα, ἄδυτον Ἥλιον, τὴν καυστικήν τε καὶ δυσδιόδευτον, ῥᾳδίως ὥδευσας Σεμνή, τρίβον τῆς ἀσκήσεως, δαίμονας φλέγουσα, καὶ τὰ πάθη τῆς σαρκὸς ἐκλεαίνουσα.
Ἡ θεία μνήμη σου ἡμῖν, τηλαυγέστερον ἡλίου ἀνέτειλε, φωταγωγοῦσα ἡμῶν τὰς διανοίας καὶ τὰ νοήματα, ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, Ματρῶνα πάνσεμνε, παρρησίαν πρὸς Χριστὸν ὄντως ἔχουσα.
Θεοτοκίον.
Φέρουσα Κόρη ταῖς χερσί, τὸν τὰ σὺμπαντα τῷ νεύματι φέροντα, χειρὸς με λύτρωσαι, τοῦ ἀλλοτρίου τῇ μεσιτείᾳ σου, καὶ τῷ φωτί σου τὴν ἐμήν, διάνοιαν φώτισον, καὶ ἀλλοτρίωσον, τῶν παθῶν τῶν ἀναιδῶς πολεμούντων με.
Ὁ Εἱρμὸς.
Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον τῶν
Μαρτύρων.
Γυναῖκες ἀκουτίσθητε.
Τοὺς Μάρτυρας τιμήσωμεν, τοὺς ἐν ἀθλήσει λάμψαντας, καὶ καταυγάσαντας κόσμον, μαρτυρικαῖς ἀγλαΐαις, Ὀνησιφόρον τὸν μέγαν, καὶ τὸν σεπτὸν Πορφύριον· καὶ γὰρ αὐτοὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, αὐτῶν τελούντων τὴν μνήμην.
Καὶ τῆς Ὁσίας.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὅλον ὑψώσασα τὸν νοῦν, τῆς σχέσεως τῶν γηΐνων, ἀνεπιστρόφως Ματρῶνα, ὥδευσας τρίβον θεόφρον, τῶν ἐντολῶν τοῦ Σωτῆρος· διὸ ἡμῶν ὑπερεύχου.
Θεοτοκίον.
Ἱερωτάταις φωναῖς σε, σεπτοὶ Προφῆται Παρθένε, κατήγγειλαν ἐσομένην, Θεοῦ Μητέρα· διὸ σε, εἰδότες πίστει καὶ πόθῳ, γεραίρομεν Θεοτόκον.
Εἰς τὸν Στίχον, τὰ
Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου,
ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου