ΟΚΤΩΒΡΙΟΥ
ΤΗ ΚΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.
Προσόμοια
τῆς Ὁσιομάρτυρος.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ χειρῶν ὑπήνεγκας καρτερώτατα, τήν τε ὀδόντων ἐκρίζωσιν, πλευρῶν τὴν κατάφλεξιν, τῶν ποδῶν τήν ἐκκοπήν, καὶ τὸν ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις κατοικοῦσα, Ἀναστασία πολύαθλε.
Παρθενίας κειμήλιον, κεκλεισμένος Παράδεισος, ἱερὸν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ πανακήρατε, καὶ ἔμψυχον ἄγαλμα, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων ἀγλάϊσμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε.
Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν Παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἀναστασίαν πολύαθλον, τῆς Ῥώμης τὸ καύχημα, καὶ τερπνότατον Θεοῦ, καὶ ἀμώμητον σφάγιον, τὴν ἀκράδαντον, εὐσεβείας κρηπῖδα, δεῦτε πάντες, ἀνυμνήσωμεν προθύμως, περιφανῶς ἐναθλήσασαν.
Προσόμοια
τοῦ Ὁσίου.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου
θαύματος.
Πάτερ θεόφρον Ἀβράμιε, τοῦ Ἀβραὰμ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς πατρίδος μακάριε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν οἰκίσκῳ σμικρῷ τὸ σῶμά σου, κλείσας μακάριε, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Ὅσιε Πάτερ Ἀβράμιε, ἀβραμιαίαν ψυχήν, φερωνύμως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, ἐπαγγελίας τήν γῆν κεκλήρωσαι, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.
Ὅσιε Πάτερ Ἀβράμιε, τὴν ταῖς ἀπάταις δεινῶς, ὑπαχθεῖσαν τοῦ ὄφεως, καὶ κατολισθήσασαν, ἀπωλείας πρὸς βάραθρον, δι' ἐπινοίας θείας ἀνείλκυσας, καὶ σῳζομένην Θεῷ παρέστησας, ἧς τὴν μετάνοιαν, πάντες κατεπλάγησαν, οἱ εὐσεβῶς, Κύριον δοξάζοντες, τὸν ὑπεράγαθον.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον.
Πῶς σου τὴν χάριν ὑμνήσαιμι, καὶ τὴν πολλὴν πρὸς ἐμέ, τὸν ἀνάξιον δοῦλόν σου, καθ' ἑκάστην πρόνοιαν, ἣν σαφῶς ἐπιδείκνυσαι; πῶς δέ σου φράσω τὴν ἀγαθότητα, καὶ τὴν ποικίλην ὄντως κυβέρνησιν; σὺ οὖν καὶ ἔτι νῦν, εἰς ἀεί μου πρόστηθι, παντὸς κακοῦ, ζῶντα καὶ θανόντα με, ἐκλυτρουμένη Σεμνή.
Ἢ Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ θεωροῦσά σε, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν. Ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος Σταυρῷ προσήλωσεν.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἀπολυτίκιον τῆς Μάρτυρος.
Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τοῦ Ὁσίου.
Ἦχος πλ. δ’
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἀβράμιε τὸ πνεῦμά σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ δύο παρόντες.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς ἀνδρικούς σου, Μάρτυς, εὐφημῶ πόνους. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος πλ.δ’
Ἄσωμεν
τῷ Κυρίῳ.
Ταύτην τὴν φωτοφορον, μνήμην σου γεραίροντι Θεόνυμφε, φωτισμὸν μοι παράσχου, τῆς ψυχῆς μου τὸ σκότος διώκουσα.
Ὅλην ἀπὸ σπαργάνων, σεαυτὴν ἀνέθηκας τῷ Κτίστῃ σου, καὶ πυρὶ ἐγκρατείας, τὰ τοῦ σώματος πάθη κατέφλεξας.
Ὕψος πρὸς μαρτυρίου, Μάρτυς ἀνηνέχθης ἀφειδήσασα, τῆς σαρκὸς καὶ θαλάμων, νοητῶν ὡς παρθένος ἠξίωσαι.
Θεοτοκίον
Σὲ τὴν οὐρανομήκη, κλίμακα ἐν ᾗ Θεὸς ἐπεστήρικτο, τοὺς βροτοὺς οὐρανίους, ἐργαζόμενος Κόρη γεραίρομεν.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν σὸν γεραίρω παμφαῆ βίον μάκαρ. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος ὁ αὐτὸς.
Ὑγρὰν διοδεύσας.
Ταῖς θείαις λαμπόμενος ἀστραπαῖς, τοὺς τὴν φωτοφόρον, ἐκτελοῦντάς σου ἑορτήν, παθῶν ἀμαυρότητος παμμάκαρ, ταῖς προσευχαῖς σου Ἀβράμιε λύτρωσαι.
Ὁ θεῖος ἀνάψας σου τὴν ψυχήν, Ἀβράμιε πόθος, ἐναπέσβεσε τῆς σαρκός, τοὺς ἔρωτας Πάτερ καὶ ἀΰλως, ἐπὶ τῆς γῆς σε βιῶναι ἐποίησεν.
Νεκρώσας τὰ μέλη τὰ ἐπὶ γῆς, νηστείᾳ καὶ πάσαις, κακουχίαις Πάτερ σοφέ, ζωῆς ἠξιώθης τῆς ἀμείνω, ἐν οὐρανοῖς θεοφόρε Ἀβράμιε.
Θεοτοκίον.
Σαρκὸς ἐξ αἱμάτων σου ἱερῶν, Θεοῦ Πατρὸς Λόγος, ἐσαρκώθη ὑπερφυῶς, παρθένε Μαρία, ὃν δυσώπει, τὰ τῆς σαρκός μου νεκρῶσαι φρονήματα.
Τῆς Ἁγίας.
Ὠδὴ γ’
Σὺ εἶ τὸ στερέωμα.
Ἵστασο πρὸ βήματος, τυραννικοῦ Χριστὸν ἔνδοξε, τὸν ποιητήν, πάντων καὶ Δεσπότην, Θεὸν Λόγον κηρύττουσα.
Κάλλος τὸ ἐγκάρδιον, τῇ ὁρατῇ μορφῇ Ἔνδοξε, διαδοθέν, σὲ ὡραιοτάτην, τοῖς ὁρῶσιν ὑπέφαινεν.
Ὄλβον ἀναφαίρετον, τῶν ἰαμάτων σοι δίδωσι, Κόρη Χριστός, οὗ Ἀναστασία, τὴν πτωχείαν ἠγάπησας.
Θεοτοκίον.
Ὕλην τῶν πταισμάτων μου, σῶν πρεσβειῶν πυρὶ σύμφλεξον, Μήτηρ Θεοῦ, δρόσον μοι τὴν θείαν, τῆς ἀφέσεως φέρουσα.
Τοῦ Ὁσίου.
Οὐρανίας ἁψῖδος.
Ὁλοτρόπως ποθήσας, τῶν ὀρεκτῶν ἔσχατον, κόσμου καὶ σαρκὸς θεοφόρε, ἔξω γεγένησαι· ὅθεν ἀπείληφας, τὴν ὑπερκόσμιον δόξαν, καὶ θείαν ἀπόλαυσιν, Πάτερ Ἀβράμιε.
Ναὸς ζῶν ἀνεδείχθης, τοῦ παντουργοῦ Πνεύματος, πάτερ ἐν οἰκίσκῳ τὸ σῶμα, συγκλείσας Ὅσιε· ὅθεν ἀπήστραψας, τῶν ἀρετῶν λαμπηδόνας, ἱερῶς κοσμούμενος, Πάτερ, Ἀβράμιε.
Γεωργίᾳ τῶν πόνων, τῶν ἀρετῶν ὥριμον, Ὅσιε ἐξήνθησας στάχυν, Πάτερ Ἀβράμιε, ᾧ διατρέφονται, μιμητικῶς οἱ τὴν θείαν, καὶ σεπτήν σου κοίμησιν πανηγυρίζοντες.
Θεοτοκίον.
Ἐπὶ σοὶ Παναγία, ὁ τοῦ παντὸς αἴτιος, δι' ὑπερβολὴν εὐσπλαγχνίας, θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον ἐξολισθήσασαν.
Ὁ Εἱρμὸς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Κάθισμα
τῆς Ἁγίας.
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ὁσία, νεκρώσασα σαρκός, ἐγκρατείᾳ τὰ πάθη, εἰς ὕψος δ' ἀνέδραμες, μαρτυρίου περίδοξον, ἐναθλήσασα, Ἀναστασία νομίμως, καὶ τόν δράκοντα, καταβαλοῦσα εἰς χάος, δυνάμει τοῦ Πνεύματος.
Δόξα...
Τοῦ Ὁσίου.
Τὸν πάλαι Ἀβραάμ, ἐκμιμούμενος, Πάτερ, ἐμάκρυνας σαυτόν, συγγενῶν κατὰ σάρκα, πειθόμενος Ἀβράμιε, τῷ καλοῦντι Θεῷ ἡμῶν· ὅθεν ἤσκησας, καὶ τὴν ψυχὴν λαμπροτέραν, ἐναπέδειξας, τῶν τοῦ ἡλίου ἀκτίνων, θεόφρον πανόλβιε.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν νεφέλην, σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον, καὶ ἀδιόδευτον πύλην, Παρθένον ὑμνοῦμέν σε.
Ἢ Σταυροθεοτοκίον.
Ὑμνῶ σου τὸν Σταυρόν, προσκυνῶ καὶ τὰ πάθη, δοξάζω καὶ τὴν σήν, ἀγαθοτητα Τέκνον· ἑκὼν γὰρ καθυπέμεινας, ἐπονείδιστον θάνατον. Τὶ τὸ ξένον σου, καὶ φρικωδέστατον Σῶτερ, τῆς ἀφράστου σου, οἰκονομίας τὸ βάθος; ἡ Μήτηρ ἐβόα σοι.
Τῆς Ἁγίας.
Ὠδὴ δ’
Εἰσακήκοα Κύριε.
Σὲ ζυγὸν ἐλαφρότατον, Μάρτυς τὴν βαστάσασαν ἐκ νεότητος, σιδηροῦν κλοιὸν βαστάζειν σε, οἱ παρανομοῦντες κατεδίκασαν.
Σταλαγμοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας ἔσβεσαν ἄνθρακας, ὁ πυρσὸς δὲ τῶν θαυμάτων σου, τῶν παθῶν τὴν ὕλην ἀπετέφρωσεν.
Οὐκ ἐγύμνωσε χάριτος, σῶμά σου γυμνώσας ὁ πονηρότατος, ὑφαντὸν δὲ μᾶλλον ἄνωθεν, ἀρραγῆ χιτῶνα προεξένει σοι.
Ὑπὲρ γῆν αἰρομένης σου, πῦρ ἐπὶ τὰ στέρνα Μάρτυς ἐφήπτετο, ὑπεξάπτον σου τὸν ἔρωτα, τὸν πρὸς τὸν Δεσπότην καλλιπάρθενε.
Θεοτοκίον.
Μετὰ τόκον διέμεινας, ἄφθορος Παρθένε ὡς πρὸ γεννήσεως· νέον βρέφος γὰρ ἐκύησας, τὸν πρὸ τῶν αἰώνων γνωριζόμενον.
Τοῦ Ὁσίου.
Ὁ αὐτὸς Εἱρμὸς.
Ῥείθροις Πάτερ δακρύων σου, ψυχικὰς κηλῖδας ἀπονιψάμενος, θεῖον γέγονας τοῦ Πνεύματος, καὶ σεπτὸν παμμάκαρ καταγώγιον.
Ἀγρυπνίαν παννύχιον, προσευχὴν ἀέναον ἀπροσπάθειαν, καὶ ἀγάπην ἀνυπόκριτον, καὶ τελείαν πίστιν Πάτερ ἤσκησας.
Ἰατρεύειν νοσήματα, καὶ ἀποδιώκειν Ὅσιε πνεύματα, χάριν εἴληφας Ἀβράμιε, ὡς Θεοῦ θεράπων ἀληθέστατος.
Θεοτοκίον.
Ῥαθυμία κρατούμενον, καὶ τῇ ἁμαρτίᾳ με βυθιζόμενον, τῇ πρεσβείᾳ σου διάσωσον, Θεοτόκε Μήτηρ ἀειπάρθενε.
Τῆς Ἁγίας.
Ὠδὴ ε’
Ὀρθρίζοντες βοῶμέν σοι.
Ἀνάλωτος πυρί, τῷ ἐνύλῳ ἐδείχθης Μάρτυς, πῦρ γὰρ σε ἐγκάρδιον, θείας ἀγάπης ἑδρόσιζε.
Ῥαπίσματι τὸ πρόσωπον Μάρτυς ὡραιωθεῖσα, ἐχθρῶν ἀπερρύπωσας, δυσειδεστάτων τὰ πρόσωπα.
Ταθεῖσα ἐπὶ ξύλου θεόφρον Ἀναστασία, πόθῳ τοῦ νυμφίου σου, τὸ θεῖον πάθος εἰκόνιζες.
Θεοτοκίον.
Ὑμνοῦμέν σε πανύμνητε Δέσποινα Θεοτόκε, Θεὸν ὑπερύμνητον, σαρκὶ ἀσπόρως κυήσασαν.
Τοῦ Ὁσίου.
Ἵνα τὶ με ἀπώσω.
Ὡς κατάκαρπον κλῆμα, βότρυας ἐξήνθησας Πάτερ Ἀβράμιε, ἀρετῶν ἐνθέων, κατανύξεως οἶνον πηγάζοντας, τῶν παθῶν τὴν μέθην, ἐκ τῶν ψυχῶν ἀποσοβοῦντα, καὶ καρδίας πιστῶν κατευφραίνοντα.
Πειρασμοὺς σοι ποικίλους, ὄφις ὁ παμπόνηρος Πάτερ ἐξήγειρεν, ἀλλ' αὐτὸς τῷ ὅπλῳ, τοῦ Σταυροῦ θεοφόρε ἐνέκρωσας, καὶ τῆς νίκης στέφος, παρὰ Θεοῦ δικαίᾳ ψήφῳ, ἐκομίσω θεόφρον Ἀβράμιε.
Ἁγιώτατος οἶκος, Πάτερ θείου Πνεύματος πίστει γενόμενος, ἐδομήσω οἶκον, ἱερὸν καὶ πανίερον σύστημα, ἀνιέρου πλάνης, μεταβαλὼν ταῖς νουθεσίαις, τῷ τῶν ὅλων Θεῷ καθιέρωσας.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, θείῳ φωτιζόμενοι Πνεύματι πάναγνε, ἱεροὶ Προφῆται, ἱεραῖς ἐν φωναῖς σε προήγγειλαν· ἐξ ἧς Θεὸς Λόγος, ὑπὲρ αἰτίαν τε καὶ λόγον, ἐσαρκώθη δι' οἶκτον ἀμέτρητον.
Τῆς Ἁγίας.
Ὠδὴ ς’
Χιτῶνά μοι παράσχου.
Στρεβλούμενον τὸ σῶμα αἰκισμοῖς, ἐδήλου τὸ ὄρθιον, σῆς προαιρέσεως, πρὸς Θεὸν Ἀναστασία πανεύφημε.
Ἐκρέμασο μετέωρος πληγάς, Μάρτυς ὀποφέρουσα, ἄπληγον σῴζουσα, τῆς ψυχῆς τὸ εὐγενὲς ἀξιάγαστε.
Ὑπήνεγκας μαζῶν τὴν ἐκκοπήν, πιστοὺς διατρέφουσα, γάλακτι Ἔνδοξε, τῆς μιμήσεως τῆς σῆς ἐμφανέστατα.
Θεοτοκίον.
Φιλάνθρωπον κυήσασα Θεόν, φιλάγαθε Δέσποινα, αὐτὸν ἱκέτευε, τῆς γεέννης τοῦ πυρὸς λυτρωθῆναί με.
Τοῦ Ὁσίου.
Τὴν δέησιν ἐκχεῶ.
Φωστῆρά σε οἱ ἐν σκότει τῆς πλάνης, ἀπλανῶς καθοδηγοῦντα εὑρόντες, πρὸς τὰς ὁδούς, τῆς ζωῆς θεοφόρε, τῆς ἀγνωσίας τὸ σκότος ἀπέλιπον, γενόμενοι φωτοειδεῖς, διὰ πίστεως θείας Ἀβράμιε.
Ἀγρύπνως ἐξευμενίσας τὸ θεῖον, ἐπιπέμψαι φωτισμὸν σωτηρίας, τοῖς ἐν νυκτί, τῆς εἰδωλομανίας, κατασχεθεῖσι θεόφρον Ἀβράμιε, ἀνέδειξας πάντας υἱούς, καὶ φωτός καὶ ἡμέρας ἐν χάριτι.
Ἡσύχως σου τὴν ζωὴν ἐκτελέσας, τὰς ἐν βίῳ τρικυμίας Παμμάκαρ, τῇ πρὸς Θεόν, πεποιθήσει παρῆλθες, καὶ γαληνοὺς πρὸς λιμένας κατήντησας, Ἀβράμιε τῆς οὐρανῶν, βασιλείας καὶ θείας λαμπρότητος.
Θεοτοκίον.
Βαρούμενον νυσταγμῷ ῥαθυμίας, διανάστησον τῇ σῇ μεσιτείᾳ, Μήτηρ Θεοῦ, καὶ μὴ δῴης ὑπνῶσαι, τῆς ἁμαρτίας Παρθένε εἰς θάνατον· προστάτιν γὰρ καὶ ὁδηγόν, τῆς ἐμῆς σε ζωῆς ἐπιγράφομαι.
Ὁ Εἱρμὸς.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον
τῆς Ὁσιομάρτυρος.
Ἦχος γ’
Ἡ Παρθένος σήμερον.
Παρθενίας νάμασι, καθηγνισμένη ὁσία, μαρτυρίου αἵμασιν, Ἀναστασία πλυθεῖσα, παρέχεις τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν καὶ σωτηρίαν τοῖς προσιοῦσιν, ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, Χριστὸς ὁ βρύων, χάριν ἀέναον.
Τοῦ Ὁσίου ὅμοιον.
Ἐν σαρκὶ ὡς Ἄγγελος, ἐπὶ τῆς γῆς ἀνεφάνης, καὶ ἀσκήσας γέγονας, πεφυτευμένον ὡς ξύλον, ὕδατι τῆς ἐγκρατείας καλῶς αὐξήσας, ῥεύματι τῶν σῶν δακρύων ῥύπον ἐκπλύνας· διὰ τοῦτο ἀνεδείχθης, δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.
Ὁ Οἶκος.
Τὰ φθαρτὰ παριδών, τὴν ἀφθαρσίαν εἴληφας, τὰς τερπνὰς ἡδονὰς τοῦ σώματος ἐμίσησας σοφὲ ἀπὸ βρέφους, ποθήσας ἁγνείαν· ὅθεν θαλάμου καὶ κόσμου ἀπέδρασας, συζύγου τε εὔκλειαν, καὶ τῶν γονέων ἐξέκλινας, μόνου Θεοῦ σοφὲ τὸν ἔρωτα ἐπιποθήσας, καὶ ἀγαπήσας ἐξ ὅλης, Πάτερ τῆς ψυχῆς, καὶ διανοίας ἀληθῶς· διὰ τοῦτο ἀνεδείχθης,δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.
Συναξάριον.
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Στίχοι
Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία.
Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Στίχοι
Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος,
Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία,
Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.
Στίχοι
Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται.
Στίχοι
Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας,
Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ταῖς Ἁγίαις.
Ὠδὴ ζ’
Παῖδες Ἑβραίων.
Ἦχος φωνῆς ἑορταζόντων, ἔνθα πέφυκε χορεύεις, Ἀθληφόρε, σὺν παρθένων χοροῖς, τῷ Κτίστῃ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μέλη συνθλώμενα ὁρῶσα, καὶ ὀνύχων σπαραγμὸν προσκαρτεροῦσα, ἀνηνέχθης Χριστῷ, θυσία μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὤφθης ὡς ἄμπελος θεόφρον, χεῖρας πόδας τε ὡς κλάδους τεμνομένη, καὶ ἡμῖν νοητῶς, τὸν οἶνον γεωργοῦσα, καρδίας τὸν εὐφραίνοντα, καὶ παθῶν ὠθοῦντα μέθην.
Πῦρ αἰσθητὸν οὐκ ἐπτοήθης, νεανίας τρεῖς τοὺς πάλαι μιμουμένη, θείαν δρόσον καὶ γάρ, ἐδέξω μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅλον τὸν ἄνθρωπον φορέσας, ὁ ὑπέρθεος δίχα τῆς ἁμαρτίας, ἐκ γαστρός σου Ἁγνή, προῆλθε σαρκοφόρος· ὃν ἐκδυσώπει πίστει σε, τοὺς τιμῶντας διασῶσαι.
Τοῦ Ὁσίου.
Ὁ αὐτὸς.
Ἴνα τῆς ἄνω βασιλείας, ἐπιτύχῃς καὶ τῆς δόξης τῆς ἀρρήτου, πατουμένης Σοφέ, καὶ φθειρομένης δόξης, ὡς νουνεχὴς καὶ φρόνιμος, κατεφρόνησας ἐμφρόνως.
Ὅτε ὁ λύκος ὁ πανοῦργος, τὴν ἀμνάδα σου ἐσπάραξε δολίως, τότε τούτου Σοφέ, τὰς μύλας διαθλάσας, ταύτην ποιμὴν ὡς ἄριστος, πρὸς ζωὴν ἐπανηγάγου.
Νόμοις ὑπείκων τοῦ Δεσπότου, τὸ πλανώμενον ἐζήτησας καὶ εὗρες, καὶ τοῖς ὤμοις τοῖς σοῖς, ἀράμενος Παμμάκαρ, οἷα ποιμὴν εἰσήγαγες, μετανοίας ἐν τῇ μάνδρᾳ.
Θεοτοκίον.
Μόνη τὸν ἕνα τῆς Τριάδος, ἀπεγέννησας ἐν δύο ταῖς οὐσίαις, ὑποστάσει μιᾷ, ὁρώμενον Παρθένε, ᾧ μελῳδοῦμεν Πάναγνε, ἀσιγήτως εἰς αἰῶνας.
Τῆς Ἁγίας.
Ὠδὴ η’
Ἑπταπλασίως κάμινον.
Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὲ τὴν Ἁγνὴν καὶ ἄμωμον, ἡ Παρθένος ποθήσασα, ἄμωμον καὶ σῶμα, καὶ ψυχὴν ἐτήρησε, παθῶν ὑπεκκαύματα, ὑπομονῇ τεφρώσασα, πεῖράν τε πολλῶν, ὑπενεγκοῦσα βασάνων, καὶ νῦν ἐπουρανίοις, ἐν θαλάμοις χορεύει, σὺν σοὶ εὐφραινομένη, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου
Νικηταὶ τυράννου.
Ἀπωλείας βόθρῳ, τὴν ἁγνὴν συνώθησε περιστεράν σου, ὁ κακοῦργος ὄφις, ἀλλ' αὐτὴν ἀνήγαγες Πάτερ πανσόφως· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον.
Καὶ ἐν βίῳ Πάτερ, περιὼν Ἀβράμιε καὶ μετὰ τέλος, ἰατρὸς νοσούντων, ἀνεδείχθης Πνεύματος χάριτι θείᾳ· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον.
Ἀκακίᾳ Πάτερ, ἐν δικαιοσύνῃ τε καὶ σωφροσύνῃ, πίστει διαλάμψας, τοῖς, Ἀγγέλοις Ὅσιε συνηριθμήθης· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Ῥείθρου ζῶντος ὤφθης, πανάγιον σκήνωμα ἐξ οὗ πιόντες, οἱ θανατωθέντες, τὴν ζωὴν κληρούμεθα ἀναβοῶντες· Εὐλογεῖτε πάντα, τὰ ἒργα τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Νικηταὶ τυράννου καὶ φλογός, τῆς χάριτός σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον.
Τῆς Ἁγίας.
Ὠδὴ θ’
Ἐξέστη ἐπὶ τούτῳ.
Ἰκρίῳ ἀνηρτήθης Λόγου Θεοῦ, εἰκονίζουσα πάθος σωτήριον, καὶ ἐκκοπήν, ἤνεγκας χειρῶν σου καὶ τῶν ποδῶν, ὀδόντων τὴν ἐκρίζωσιν, γλώσσης τὴν ἀφαίρεσιν καὶ μαστῶν, ἁγνὴ Ἀναστασία, Μοναζουσῶν τὸ κλέος, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα.
Ὡς νύμφη ὡραΐσθης καλλοποιῷ, ἁρμοσθεῖσα νυμφίῳ παθήμασι, καλλοποιοῖς, ἔνδον τε θαλάμων φωτοειδῶν, ὡς ἐκλεκτὴ ἐσκήνωσας, φέρουσα λαμπάδα περθενικήν, καὶ νῦν συμβασιλεύεις, τῷ ζῶντι εἰς αἰῶνας, Ἀναστασία διαλάμπουσα.
Σταλάζουσιν οἱ πόνοι σου γλυκασμόν, ἁμαρτίας πικρίαν ἐξαίροντες, ἡ δὲ σορός, βρύει ἰαμάτων τοὺς ποταμούς, καὶ κατακλύζει πάντοτε, πάθη καὶ νοσήματα χαλεπά, εἰς δόξαν τοῦ Σωτῆρος, σεμνὴ Ἀναστασία, τοῦ ἐπαξίως σε δοξάσαντος.
Ἠρίστευσαν γυναῖκες τῷ σῷ Σταυρῷ, κρατυνθεῖσαι Χριστὲ παντοδύναμε, καὶ τοῦ ἐχθροῦ, κάραν πολυμήχανον ἀνδρικῶς, Λόγε Θεοῦ συνέθλασαν, καὶ τοῦ Παραδείσου χαρμονικῶς, τὴν οἴκησιν λαχοῦσαι, θεώσεως μετέσχον, ἐπιτηδείως ἀνυμνοῦσαί σε.
Θεοτοκίον.
Φορέσαντά σε σάρκα ἐκ γυναικός, ὡς ἐπέγνω ἡ Μάρτυς σου Κύριε, παρθενικαῖς, κατηγλαϊσμένη μαρμαρυγαῖς, καὶ μαρτυρίου αἵματι, περιηνθισμένη σοι τῷ Χριστῷ, ὀπίσω τῆς Μητρός σου ἐνδόξως προσηνέχθη, ὡς βασιλεύοντι τῆς κτίσεως.
Τοῦ Ὁσίου.
Κυρίως
Θεοτόκον.
Ἰδεῖν κατηξιώθης, Πάτερ θεοφόρε, τὰ δι' ἐλπίδος σοι πάλαι ποθούμενα, ἃ ὀφθαλμὸς οὐ κατεῖδε, καὶ οὓς οὐκ ἤκουσεν.
Ὡραῖος ἀπεφάνθης, θείαις ἀγλαΐαις, τῶν ἀρετῶν διαλάμπων Ἀβράμιε, καὶ τῷ τῶν ὅλων Δεσπότῃ χαίρων παρίστασαι.
Συνήφθης ταῖς χορείαις, πάντων τῶν Ὁσίων, καὶ σὺν αὐτοῖς τῆς θεώσεως Ὅσιε, ἐπιτυχὼν ἱκετεύεις, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἡμέραν εὐφροσύνης, ἄγει χαρμοσυνως, τῆς ἱερᾶς σου ὦ Πάτερ κοιμήσεως, ἡ Ἐκκλησία, τιμῶσα τὴν πολιτείαν σου.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, καὶ ἀγαθῶν αἰωνίων, μέτοχον ποίησον.
Ὁ Εἱρμὸς.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Ἐξαποστελάριον.
Τῆς Ὁσιομάρτυρος.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μοναζουσῶν τὸ κλέος, καὶ ὡραιότης Μαρτύρων, Ἀναστασία σὺ ὤφθης, ἐν παρθενίᾳ ἀσκοῦσα, καὶ καρτερῶς ἐναθλοῦσα, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης.
Τοῦ Ὁσίου.
Τοῖς
Μαθηταῖς συνέλθωμεν.
Ὡς ἐλυτρώσω Ὅσιε, τῷ Θεῷ καὶ Σωτῆρι, ἐκ πλάνης κακοδαίμονος, σύστημα δυσσεβούντων, Ἀβράμιε θεοφόρε, καὶ τὴν πάλαι πεσοῦσαν, εἰς ἀπωλείας βάραθρον, καὶ ἡμᾶς ταῖς εὐχαῖς σου, ῥῦσαι πολλῶν, πειρασμῶν καὶ θλίψεων καὶ κινδύνων, τοὺς πόθῳ ἐκτελοῦντάς σου, τὴν σεβάσμιον μνήμην.
Θεοτοκίον.
Θεοφανὴς Παράδεισος, ὤφθης ἔχουσα μέσον, ξύλον ζωῆς τὸν Κύριον, ἄχραντε Θεοτόκε, ἐξ οὗ φαγόντες οὐκ ἔτι, ἀποθνῄσκομεν ὅλως, ἀλλὰ ζωὴν ἀμείνονα, διὰ σοῦ ζῶμεν πάντες, τὸ τοῦ Σταυροῦ, ὅπλον περιφέροντες καὶ νικῶντες, τὸν ἀποστάτην τύραννον, σὲ ὑμνοῦντες Παρθένε.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου