ΝΟΕΜΒΡΙΟΥ
ΤΗ ΙΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες
αὐτά.
Ἦχος δ’
Ὁ ἐξ ὑψίστου κληθεὶς.
Ὁ ἐμβατεύων καρδίας τῶν ἀνθρώπων, ὅτε σου τὴν ἔνθεον γνώμην Ἀπόστολε, θείᾳ προγνώσει ἑώρακε, καὶ ἐκ τοῦ κόσμου, τῆς ἀδικίας σὲ ἐλυτρώσατο, τότε σε παγκόσμιον, φῶς ἀπειργάσατο, τῆς οἰκουμένης τὰ πέρατα, καταφωτίζειν, καὶ διαλάμπειν ἐγκελευσάμενος, οὗ καὶ τὸ θεῖον Εὐαγγέλιον, ἠξιώθης σαφῶς ἀναγράψασθαι· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐκ τελώνου κληθεὶς εἰς μαθητείαν, ὅτε σε ὁ ἄναρχος Λόγος ἐφώνησεν, ἀκολουθεῖν προτρεπόμενος, καὶ κοινωνίαν, τῆς βασιλείας ἐπαγγειλάμενος, τότε Παμμακάριστε, πάντα ἀφέμενος, καὶ ταραχώδους συγχύσεως, ἀναχωρήσας, αὐτῷ συντόνως ἐπηκολούθησας· καὶ νῦν Θεόπτα ἐμφορούμενος, τῆς ἀφράστου αὐτοῦ θεωρίας τρανῶς, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Προφητική τις σαφῶς ὀξυδερκία, πάλαι μὲν σε Ἅγιον, λίθον τεθέαται, ἐπὶ τῆς γῆς κυλιόμενον, καὶ τῆς ἀπάτης, τὰς ἑλεπόλεις καταλεαίνοντα· ὁ Λόγος δὲ πάνσοφε, ὁ ἐνυπόστατος, φῶς σε τοῦ κόσμου καὶ κήρυκα, δικαιοσύνης, καὶ ἀληθείας ἀποτετέλεκε, λελαμπρυσμένον ταῖς λαμπρότησι, τοῦ τρισηλίου φωτὸς Πανσεβάσμιε, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος δ’
Καλοῦντι Χριστῷ, πρὸς μαθητείαν οὐράνιον, προθύμως ἠκολούθησας θεόληπτε, πᾶσαν σχολὴν φροντίδος γηΐνης, ὑφ' ἓν παρωσάμενος· ἐπαξίαν γὰρ τῆς ἄνω βασιλείας, γνώμην εὐπειθῶς ἀναλαβόμενος, τῆς χαμαιζήλου πολιτείας, καὶ δόξης κενῆς ἀπέστης, Εὐαγγελιστὴς ἀπὸ Τελώνου γενόμενος, φῶς τε τῶν ἐν σκότει χρηματίσας, καὶ πεπλανημένων ὁδηγὸς πρὸς σωτηρίαν· νῦν δὲ πρεσβευτὴς παντὸς τοῦ κόσμου θερμότατος, καὶ τῶν σὲ γεραιρόντων Ματθαῖε, φύλαξ σωτήριος.
Καὶ νῦν ... Θεοτοκίον.
Ὁ ἐξ ὑψίστου κληθεὶς.
Σωματωθέντα τὸν Κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου, θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεόν γὰρ ἐγέννησας, Λόγον ἀφράστως Ἁγνή, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δι' ἦς σκέπε καὶ σῷζε, τοὺς ἐν πίστει σὲ δοξάζοντας.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῇ τῶν λόγων σου σάλπιγγι, τοὺς ἀνθρώπους συνήθροισας, εἰς Θεοῦ ἐπίγνωσιν Παναοίδιμε, καὶ τὰ τῆς πλάνης ἀθροίσματα, ἐκ γῆς ἀπεσόβησας, καὶ εἰς μίαν τούς πιστούς, τὴν ὁμόνοιαν ἴθυνας, καὶ πρεσβεύεις νῦν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὁ ἐν γλώσσῃ πυρίνῃ σε, καθοπλίσας τοῦ Πνεύματος, κραταιὸν ἀνέδειξε πολεμήτορα, κατὰ τῆς πλάνης Ἀπόστολε, Χριστὸς ὁ Θεὸς ἡμῶν, παρ' οὗ ἔλαβες λαμπρά, τὰ βραβεῖα τῆς χάριτος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εἰς τὰ βάθη τοῦ Πνεύματος, διακύψας Ἀπόστολε, πλοῦτον τὸν ἀκένωτον κατενόησας, καὶ ἐξ αὐτοῦ ἀρυσάμενος, τὴν χάριν τὴν ἄφθονον, ἡμῖν εὐαγγελικῶς, πᾶσι ταύτην διένειμας, καὶ πρεσβεύεις νῦν , ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα...
Ἦχος πλ. β’
Ἐκ πυθμένος κακίας ἐσχάτης, πρὸς ἀκρότατον ὕψος ἀρετῆς, ὡς ἀετὸς ὑψιπέτης, παραδόξως ἀνέδραμες, Ματθαῖε πανεύφημε· τοῦ γὰρ καλύψαντος οὐρανοὺς ἀρετῇ, καὶ τῆς συνέσεως αὐτοῦ πᾶσαν τὴν γῆν πληρώσαντος, Χριστοῦ ἀκολουθήσας τοῖς ἴχνεσι, μιμητὴς διάπυρος ἐν πᾶσιν αὐτοῦ πεφανέρωσαι, εὐαγγελιζόμενος εἰρήνην, ζωήν καὶ σωτηρίαν, τοῖς πειθαρχοῦσιν εὐσεβῶς, τοῖς θείοις προστάγμασιν, ἐν οἷς ἡμᾶς καθοδήγησον, εὐαρεστοῦντας τῷ Κτίστῃ, καὶ σὲ μακαρίζοντας.
Καὶ νῦν ... Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος γ’
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν τοὺς Κανόνας τῆς Ὀκτωήχου,
καὶ τοῦ Ἀποστόλου τὸν παρόντα.
Ποίημα
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Πλουσίως μετάδος μοι, τῆς ἐνοικούσης σοι χάριτος, Ματθαῖε πανένδοξε, καὶ ὑπηρέτα Χριστοῦ, καὶ βοήσομαι, λαμπρῶς ἀνακηρύττων, καὶ μέλψω γηθόμενος, τὰ σὰ θαυμάσια.
Τελείως κατέλιπες, τῶν ἐπιγείων τὴν σύγχυσιν, τοῦ Λόγου ὦς ἤκουσας, τοῦ σαρκωθέντος φωνῆς, καὶ τῆς χάριτος, ἐδείχθης οἰκονόμος, καὶ κήρυξ θεόληπτος, θεομακάριστε.
Αὐτόπτης γενόμενος, καὶ ὑπηρέτης διέπρεψας, τοῦ Λόγου Ἀπόστολε, τοῦ πρὸ αἰώνων Πατρός, καὶ διέδραμες, αὐτοῦ τὴν παρουσίαν, εὐαγγελιζόμενος, πᾶσι τοῖς ἔθνεσιν.
Θεοτοκίον.
Θανάτου καθαίρεσιν, καὶ τῆς φθορᾶς τὴν κατάλυσιν, ζωῆς τε φανέρωσιν, εὐηγγελίσω Σοφέ· τῆς Παρθένου γάρ, ἐν μήτρᾳ ἐνοικήσας, ὁ ἀπεριόριστος, κόσμον ἀνέπλασεν.
Ὠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τοὺς σοὺς Ἀποστόλους Θεοῦ Λόγε, φωστῆρας ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνοντας, τῆς ἀθεΐας Δέσποτα, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, τὸν κόσμον ὅλον φωτίζοντας.
Τῇ σῇ καθοπλίσας, παντευχίᾳ, Ματθαῖον τὸν ἄριστον Σωτήρ, τυράννων δυνατώτερον, τοῦτον εἰργάσω Δέσποτα, καὶ καθαιρέτην ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε.
Γλώσσης τῆς πυρίνης σου ὁ φθόγγος, δαιμόνων ἐνέπρησε βωμούς, Ματθαῖε τὸ θεότευκτον, τοῦ Παρακλήτου ὄργανον, δι' οὗ Χριστὸς κηρύττεται, Λόγος ὁ ἐνυπόστατος.
Θεοτοκίον.
Σάλπιγξ θεολόγος φθεγγομένη, συντόνως ἐφώτισε λαούς, Ματθαίου τοῦ θεόφρονος, τὴν τῆς Τριάδος ἔλλαμψιν, τὴν ὑπὲρ νοῦν τε σάρκωσιν, τοῦ Λόγου ἐκ σοῦ Πανάχραντε.
Ὁ Εἱρμὸς.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν.
Δόξα...
Ἦχος πλ. δ’
Τὴν Σοφίαν.
Τὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς, Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ, καὶ ἐκ Τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, μαθητὴς γενόμενος, καὶ κήρυξ τῆς πίστεως. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, καὶ πιστῶς ἑορτάζομεν, μελῳδοῦντες καὶ λέγοντες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Ὠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
Τῷ ἐνυποστάτῳ σου Λόγῳ Θεέ, μεμαθητευμένος διέλυσε, κόσμου σοφίαν, ὁ θεόπτης Μαθητής, μεγαλοφώνως κράζων σοι. Δόξα τῇ δυνάμει σου Κύριε.
Τῷ μεμακαρισμένῳ ὑπὸ Χριστοῦ, ποίαν εὐφημίαν προσείπωμεν, σοὶ θεηγόρε; οὐκ ἰσχύει γὰρ βροτός, τὴν ἐπανθοῦσαν χάριν σοι, λόγῳ ἐξειπεῖν ἀξιάγαστε.
Σοῦ τὸν ἀκηλίδωτον καὶ ἀκραιφνῆ, νοῦν τεθεαμένος ὁ Ὕψιστος, ὥσπερ λαμπάδα, εἰς λυχνίαν ὑψηλήν, τοῖς ἐν τῷ σκότει φαίνουσαν, πᾶσι θεοφάντορ προτέθεικεν.
Θεοτοκίον.
Τὴν τεταπεινωμένην φύσιν βροτῶν, ἡ εὐλογημένη ἀνύψωσας, τὴν τοῦ Ὑψίστου, ὡς κυήσασα ἰσχύν, ὑπερφυῶς πανάχραντε, Μήτηρ ὡς Ματθαῖος ἐδίδαξεν.
Ὠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.
Τὴν χάριν δεξάμενος, τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας, θεογνωσίας τὸ φῶς, πιστευθεὶς τὰ δόγματα Χριστοῦ, γράμμασιν ἐκτίθεσθαι, ὡς αὐτόπτης θεόκριτος.
Ἡ γλῶσσά σου κάλαμος, τοῦ Παρακλήτου γέγονεν, ἐνθέως τοῦ λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σοφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ὦ Ματθαῖε πανέντιμε.
Ἀστράπτοντα θαύμασι, καὶ ἰαμάτων χάρισι, σὲ Χριστὸς ἐξέπεμψε τῷ κόσμῳ, τὴν τῶν δαιμόνων καταπατοῦντα ἰσχύν, καὶ ψυχὰς φωτίζοντα Πιστῶν, πάντων τῶν ὑμνούντων σε, τῆς εἰρήνης τὸν κήρυκα.
Θεοτοκίον.
Παρθένος γεγέννηκεν, Υἱὸν τὸν προαιώνιον, φύσιν ἐνδυσάμενον ἀνθρώπων, ὡς ἐκδιδάσκων ὁ θεηγόρος φησί, καὶ σώσαντα ταύτην ἐκ φθορᾶς, πάθει τῷ τοῦ σώματος, καὶ Παρθένος διέμεινεν.
Ὠδὴ ς’
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισὲ με καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.
Εὐαγγελιστὴς ἀπὸ τελώνου, ὡς ἠκολούθησέ σοι, μετεσκεύασται ὁ θεηγόρος, τῇ παναλκεῖ Παντουργὲ δυνάμει σου, ὁ Ματθαῖος ὁ πανάριστος.
Ῥυθμίζεται τοῦ Εὐαγγελίου, τοῖς ψυχοτρόφοις λόγοις, τῶν ἐθνῶν πληθὺς ἀνυψουμένη, πρὸς ἀρετῶν ὑψηλῶν ἀκρότητα, ὦ Ματθαῖε παμμακάριστε.
Ματθαίου ζωγρεῖται θεοπλόκοις, τοῦ Μαθητοῦ δικτύοις, τὰ συστήματα τῶν πιστευόντων, διὰ παντὸς πρὸς τὴν σὴν ἐπίγνωσιν, Εὐεργέτα ποδηγούμενα.
Θεοτοκίον.
Παρθένον τεκοῦσαν ἀναγράφων, εὐαγγελίζεταί σε, τὸν τὰ σύμπαντα πεποιηκότα, ἄνευ σπορᾶς καὶ φθορᾶς Πανάμωμε, ὁ Ματθαῖος ὁ πανάριστος.
Ὁ Εἱρμὸς.
Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ τελωνείου τὸν ζυγὸν ἀπορρίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.
Ὁ Οἶκος.
Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.
Συναξάριον.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.
Στίχοι
Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις.
Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου.
Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἐχρημάτισας τοῦ πρώτου ἀπαυγάσματος, θεῖον ἐκτύπωμα, ὡς Μαθητὴς ταῖς αὐτοῦ, ἀκτῖσι πυρσούμενος, ᾧ ψάλλων ἔλεγες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ὡς διάκονον τοῦ λόγου Παμμακάριστε, θείοις σκηνώμασιν, ὅπου Χριστὸς κατοικεῖ, ἐκεῖ σε κατῴκισεν, ὡς σοὶ ὑπέσχετο, ὁ ὑπέρθεος, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς μόνος τῶν ὅλων.
Τὰ νοσὴματα Ματθαῖε φυγαδεύονται, καὶ δραπετεύουσιν, ἡ τῶν δαιμόνων πληθύς, τοῖς ἐν σοὶ χαρίσμασι, τοῦ θείου Πνεύματος, ἐν οἷς ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν πανύμνητον Παρθένον ἐξιστόρησας, τοῖς θείοις λόγοις σου, τὸν Ποιητὴν τοῦ παντός, τεκοῦσαν Ἀπόστολε, ᾧ πάντες ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεύσεσι πρὸς σὲ ταῖς ἀνενδότοις Ματθαῖος ὁ ἱερώτατος θεούμενος, θέσει χρηματίσας τε, φύσει ὅπερ πέφυκας, τὴν οἰκουμένην Δέσποτα, εἵλκυσε ψάλλειν σοι. Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὥσπερ ἀστραπὴν τῇ οἰκουμένῃ, ὁ Λόγος τὸν Θεολόγον ἐξαπέστειλε, ζόφον μὲν διώκοντα, ἔθνη δὲ φωτίζοντα, θεολογίας δόγμασιν· ὅθεν καὶ ἔψαλλε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λόγῳ καθαρῷ καὶ διανοίᾳ, Θεῷ σοι προσομιλῆσαι ἐξεγένετο· ὕλην γὰρ ὡς ἔτεμες, τούτῳ προσεπέλασας, καὶ συνεκράθης, Ἔνδοξε· ὅθεν καὶ ἔψαλλες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, ὁ Λόγος σωματωθῆναι κατηξίωσε· πύλην παρθενίας γάρ, ὥδευσεν ὁ Κύριος, καὶ Θεοτόκον ἔδειξε· διὸ κραυγάζομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Ὁ Εἱρμὸς.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Ὠδὴ θ’
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Κάλλους νοητοῦ, ἐδέξω διάδημα, θεῖον Ἀπόστολε, καὶ τῆς βασιλείας δέ, εὐπρεπεστάτῳ στέφει κεκόσμησαι, χειρὶ τοῦ Παντοκράτορος, καὶ διαλάμπεις σοφέ, σὺν Ἀγγέλοις, θρόνῳ παριστάμενος, τοῦ Δεσπότου Χριστοῦ παμμακάριστε.
Ξύλου τῆς ζωῆς, ἀξίως τετύχηκας, κήρυξ τοῦ ζῶντος Θεοῦ, εὐαγγελισάμενος, ζωῆς τῷ κόσμῳ θείαν ἐπίσκεψιν· τῷ γὰρ φυτῷ τῆς γνώσεως, οὐ διεφθάρης τὸν νοῦν, διαμείνας, ἄσειστος ἀκράδαντος, Ἐκκλησίας κρηπὶς παμμακάριστε.
Νύμφην τοῦ Χριστοῦ, ἐνθέως ἐκόσμησας, Εὐαγγελίῳ σου, ὥσπερ διαδήματι, τὴν Ἐκκλησίαν θεομακάριστε, καὶ νῦν τὴν θείαν μνήμην σου, πανηγυρίζει φαιδρῶς, ἥν ῥυσθῆναι, πάσης περιστάσεως, καὶ κινδύνων δεινῶν καθικέτευε.
Θεοτοκίον.
Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, Λόγος ὁ ἄναρχος, ὡς εὐαγγελίζεται, Ματθαῖος γράφων, Θεὸς σεσάρκωται, ἐκ σοῦ Ἁγνὴ πανύμνητε, τὴν τῶν ἀνθρώπων μορφήν, ὁλοτρόπως, πᾶσαν ἐνδυσάμενος, καὶ τὰ ταύτης λαβὼν ἰδιώματα.
Ὁ Εἱρμὸς.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον.
Ἐν πνεύματι τῷ Ἱερῷ.
Τοῦ τελωνείου τὸν ζυγόν, ἀπορρίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀπορρήτων.
Θεοτοκίον.
Τὰς παναγίας χεῖράς σου, Θεοτόκε Παρθένε, αἷς τὸν κτίστην ἐβάστασας, ἔπαρον εἰς πρεσβείαν, ὑπὲρ ἡμῶν δυσωποῦσα, ὅπως ῥύσηται ἡμᾶς, πάσης πείρας Δαιμόνων, καὶ τοῦ τυχεῖν Πανάμωμε, τῶν μελλόντων ἐκείνων, ἀγαθῶν ἀξιώσῃ.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες
τὸ πρῶτον.
Ἦχος δ’ Ἔδωκας σημείωσιν.
Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος. (Δίς)
Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν.
Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.
Δόξα...
Ἦχος πλ. δ’
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία μεγάλη. Καὶ Ἀπολυσις.
Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος ἡ γ’ καὶ ς’ Ὠδή.
Ἀπόστολος.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ 10:11-21,11: 1-2.
Ἀδελφοί, λέγει ἡ γραφή· «Πᾶς ὁ πιστεύων ἐπί τῷ Θεῷ οὐ καταισχυνθήσεται».
Οὐ γὰρ ἔστι διαστολὴ ᾿Ιουδαίου τε καὶ ῞Ελληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων,
πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ
ὄνομα Κυρίου σωθήσεται». Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ
πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ
κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν
εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!». ᾿Αλλ᾿ οὐ πάντες
ὑπήκουσαν τῷ εὐαγγελίῳ· ῾Ησαΐας γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
ἡμῶν;». Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ. Ἀλλὰ λέγω μὴ οὐκ
ἤκουσαν; Μενοῦνγε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα
τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω, ᾿Ισραήλ; Πρῶτος Μωϋσῆς
λέγει· «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς».
῾Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην
τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Πρὸς δὲ τὸν ᾿Ισραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα
τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Λέγω οὖν, μὴ ἀπώσατο ὁ
Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ ᾿Ισραηλίτης εἰμί, ἐκ σπέρματος
᾿Αβραάμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.
Ἕτερος
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 4:9-16
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν,
ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ
ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ
διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι
εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι
παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου
ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς
πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ
οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 9: 9-13
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς, εἶδεν ἄνθρωπον καθήμενον
ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον· καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ
ἀναστὰς, ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ,
πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ᾿Ιησοῦ, καὶ τοῖς Μαθηταῖς
αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς Μαθηταῖς αὐτοῦ· Διά τί μετὰ τῶν
τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ Διδάσκαλος ὑμῶν; Ὁ δὲ ᾿Ιησοῦς ἀκούσας, εἶπεν
αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες.
Πορευθέντες δὲ μάθετε τί ἐστιν. Ἔλεον θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι
δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου