ΔΕΚΕΜΒΡΙΟΥ
ΤΗ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό,
Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. δ’
Τὶ ὑμᾶς
καλέσωμεν.
Τὶ σε Δανιὴλ ὀνομάσωμεν;
ἀσκητήν, ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ, Ἀθλητήν,
ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν, πρὸς ὕψος, ἀπὸ γῆς στῦλον αἰρόμενον, ἐν πέτρᾳ
ἀληθείας ἐρειδόμενον, ἀγωνιστὴν προθυμότατον, καὶ ἰατρὸν ἐμπειρότατον, ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε Δανιὴλ
προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτήν, καὶ φυτοκόμον ἀρετῶν, ἀληθῆ θαυματουργόν,
καὶ πρεσβευτὴν ἁμαρτωλῶν, πνευμάτων ἐλατῆρα γενναιότατον, φωστῆρα εὐσεβείᾳ διαλάμποντα,
τοῦ Πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Τὶ σε Δανιὴλ νῦν
καλέσωμεν; Μοναστῶν ὑπογραμμόν, καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν,
καὶ ἰαμάτων αὐτουργόν, λυχνίαν, τοῖς ἐν σκότει φῶς αὐγάζουσαν, Ἀγγέλων συμπολίτην
καὶ ἰσότιμον, τοῦ Παραδείσου οἰκήτορα, καὶ ἐπουράνιον ἄνθρωπον, ἱκέτευε, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος πλ. α’
Τοῦ
Στουδίτου.
Τὸ ἐμπιστευθὲν σοι
τάλαντον παρὰ Χριστοῦ, καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον,
δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος
Ἅγιον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διὸ σε ἱκετεύομεν, Δανιὴλ θαυματουργέ, τὴν εἰρήνην
αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον.
Ἡ Κεχαριτωμένη,
μεσίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν
ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Ἢ
Σταυροθεοτοκίον.
Χαίροις
ἀσκητικῶν.
Πάθος σου τὸ σεπτὸν
ἡ σεμνή, καὶ πανυπέραγνός σου Μήτηρ Μακρόθυμε, παντάναξ ἑωρακυῖα, δακρυρροοῦσα
πικρῶς, καὶ τὰ στήθη τύπτουσα ἐκραύγαζεν· Ἰησοῦ μου γλυκύτατε, πρόσφθεγμά μοι
σωτήριον, φῶς παντὸς κόσμου, θεῖε Ἥλιε ἄδυτε, πῶς ἐν ξύλῳ σε, σταυρικῷ νῦν κρεμάμενον·
οἷα κακοῦργον βλέπουσα, καὶ λόγχῃ τὴν ἄχραντον, φεῦ μοι! πλευρὰν τετρωμένον,
καθυπομείνω καὶ ζήσομαι, Υἱὲ καὶ Θεέ μου, εἰμὴ λάμψει μοι τὸ φῶς σου τῆς ἀναστάσεως;
Εἰς τὸν
Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἀπολυτίκιον Ἦχος α’
Ὑπομονῆς στῦλος γέγονας,
ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τόν, Ἰὼβ ἐν τοῖς
πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς
πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Δανιὴλ
Πατὴρ ἡμῶν, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τὰ
λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου,
καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις γεραίρω
Δανιὴλ τὸν Στυλίτην. Ὁ Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ἄσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον,
ὅτι δεδόξασται».
Ὕμνοις ἀνευφημῆσαι,
μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.
Μέγας ἥλιος ὄντως,
Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.
Νόμοις τοῖς τοῦ
Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην
τῷ Πνεύματι.
Θεοτοκίον.
Ὅλος ἄνθρωπος ὤφθη,
μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.
Ὠδὴ γ’
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν
τὸ στήριγμα, μόνε Φιλάνθρωπε.
Ῥάβδῳ τῆς ἐγκρατείας,
τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαρρήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας,
τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.
Ἀνελθὼν εἰς τὸ ὕψος,
τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν
στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει
σοι, τούς προσανέχοντας.
Ἱδρυμένος ἐν πέτρᾳ,
τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος, στύλῳ τὸ σῶμα
δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρός τὰ οὐράνια.
Θεοτοκίον.
Ῥῦσαι τῆς τῶν παθῶν
με, ἐπαγωγῆς Δέσποινα, καὶ τοὺς πολεμοῦντας ἐχθροὺς μοι, νῦν ἐκπολέμησον, στήριξον
πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων, τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.
Ὁ Εἱρμὸς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον· ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν
τὸ στήριγμα, μόνε Φιλάνθρωπε.
Κάθισμα Ἦχος πλ. δ’
Τὴν Σοφίαν
καὶ Λόγον.
Ἐγκρατείᾳ καὶ πόνοις
καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων
μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει
τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις
μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες
δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες
βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε
πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, λυτροῦσθαι ἐκ θλίψεων,
καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν,
τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.
Ἢ
Σταυροθεοτοκίον.
Σταυρικὸν καθορῶσα
πάθος σεμνή, τοῦ Υἱοῦ καὶ Θεοῦ σου σπλάγχνα πικρῶς, σπαράττουσα ἔκραζες, ὀλολύζουσα
πάναγνε· Πῶς ἑκὼν ἐτάθης, καὶ θάνατον Δέσποτα, σαρκικόν ἐδέξω, φρικτὸν ὄντως ἄκουσμα!
ὅθεν ἀνυμνῶ σου, τὸ ἀπόρρητον Σῶτερ, καὶ ἄφραστον βούλημα, ὅτι σῶσαι ἐλήλυθας,
τὸ πλανώμενον πλάσμα σου. Ἀνάστηθι ἀλλ' ὅμως Υἱέ, καὶ χαρᾶς τὴν καρδίαν πλήρωσον,
ὁ εὐφροσύνης τὰ πάντα, πληρώσας τῷ πάθει
σου.
Ὠδὴ δ’
Σύ μου ἰσχὺς Κύριε,
σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών,
καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει
σου δόξα φιλάνθρωπε.
Ὡς φωταυγῆ ἥλιον,
Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ
ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ
κατ' ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.
Δαιμονικὰς φάλαγγας,
ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν,
Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι, καὶ ἔσωσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀναστηλῶν, Πάτερ
σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα
κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας
ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.
Θεοτοκίον.
Νόμοι ἐν σοί, φύσεως
κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε
καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων·
τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὠδὴ ε’
Ἴνα τὶ με ἀπώσω, ἀπὸ
τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον·
ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Ἵνα τῆς ἀθανάτου,
δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας,
ἐγκρατείας πόνοις, καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.
Ἣν διώδευσε τρίβον,
Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων
σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.
Λαμπρυνόμενος αἴγλῃ,
Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην
ἐδίωξας, καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεόν τους πιστοὺς ἐπανάγουσα.
Θεοτοκίον.
Τὸν Δεσπότην τεκοῦσα,
ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε,
Θεοτόκον· ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοὶ σε Παρθένε δοξάζομεν.
Ὠδὴ ς’
Ἱλάσθητί μοι Σωτήρ·
πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα,
καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὁ νοῦς σου τῇ πρὸς
Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος,
καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.
Ναμάτων ζωοποιῶν,
τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν,
ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.
Θεοτοκίον.
Σὲ προστασίαν
πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ
κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.
Ὁ Εἱρμὸς.
Ἱλάσθητί μοι Σωτήρ·
πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα,
καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς
τῆς φύσεως.
Ὥσπερ ἀστὴρ πολύφωτος,
σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας
Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον
φῶς τῆς γνώσεως.
Ὁ Οἶκος.
Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν
τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλὰ μοι δίδου λόγον Ἅγιε,
καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας
ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.
Συναξάριον.
Τῇ ΙΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ
τοῦ Στυλίτου.
Στίχοι
Καὶ γήϊνον πᾶν, ἀλλὰ
καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιὴλ πρὶν
στῦλον, καὶ νῦν πόλον.
Ἑνδεκάτῃ Δανιὴλ
στυλοβάμων εὕρατο τέρμα.
Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.
Στίχοι
Πρὸς ὕψος ἀνήνεγκε
τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν
πρὸς Θεόν, πρὸς ὃν τρέχει.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη
τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Στίχοι
Ἀκεψεῆν βλέπων με
πάσχοντα ξίφει,
Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη
Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.
Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις
τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.
Στίχοι
Θύσας Βαρσαβᾶ ζῆθι,
λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον
ἡκέτω ξίφος.
Τῶν Ἁγίων Μαρτύρων
Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.
Στίχοι
Τμηθέντες ἐμφαίνουσι
τρεῖς τε καὶ μία
Θεοῦ Τρία πρόσωπα
καὶ φύσιν μίαν.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὠδὴ ζ’
Παῖδες Ἑβραίων ἐν
καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τάξεις Ἀγγέλων σου
τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν,
ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὕψει ἀΰλου πολιτείας,
προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς
τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.
Λῦσον παθῶν μου τὴν
ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον
βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵλεως ἔσο μοι Παρθένε,
καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας· Εὐλογημένος
κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Ὠδὴ η’
Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν ὀρεκτῶν τὸ ἔσχατον,
τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος,
τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἡ τοῦ Θεοῦ σε δύναμις,
προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα,
τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν
βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέος Ἰὼβ σὺ πέφηνας,
Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυΐδ τὴν πραότητα,
καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων, τὸν Δεσπότην·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οἱ Θεοτόκον Δέσποινα,
Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε· σὲ νῦν μακαρίζομεν,
ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες
βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἔφριξε πᾶσα ἀκοή,
τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος,
παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ
μεγαλύνομεν.
Ἰδοὺ σοι πύλαι οὐρανῶν,
μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο·
ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ
μεγαλύνομεν.
Ὡς κρίνον Πάτερ τοῦ
ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς
τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων
τῷ ἐλαίῳ τῶν πόνων σου.
Στῦλόν σε βάσει ἀρετῶν,
στηριζόμενον ἡ κτίσις ἐγνώρισε, πύργον ἀκλόνητον, θαυμάτων βρύσιν, λιμένα εὔδιον,
τῶν ἰαμάτων θησαυρόν, δοχεῖον τοῦ Πνεύματος· διὸ σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ
μνημόσυνον.
Ἡλίου σήμερον ἡμῖν,
ἐξανέτειλε φαιδρότερον Ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα,
δικαιοσύνης τῷ φωτὶ ζόφον δὲ διώκουσα, τῶν
ψυχοφθόρων παθῶν, ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.
Θεοτοκίον.
Φεῖσαί μου Σῶτερ ὁ
τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι
τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων
ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς.
Ἔφριξε πᾶσα ἀκοή,
τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος,
Παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ
μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἐν Πνεύματι
τῷ Ἱερῷ.
Τῷ κρύει καὶ τῷ καύσωνι,
πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος,
Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε
υἱόν, ἠξίωσεν ἀπολαύειν.
Θεοτοκίον,
ὅμοιον.
Ἐκύησας πανάχραντε,
τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον,
ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως,
ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
Εἰς τὸν
Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἡ λοιπὴ
Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου