Παρασκευή 6 Ιουνίου 2014

ΝΟΕΜΒΡΙΟΣ ΜΗΝ. (10)


ΝΟΕΜΒΡΙΟΥ
ΤΗ Ι’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου· καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ Προσμοια.
Τν ποστλων.
χος α’
Πανεφημοι Μρτυρες.
Κόσμου τὰ πληρώματα καθά, ἀετοὶ ὑπόπτεροι, περιφανῶς περιθέοντες, Ἱεροκήρυκες, τοὺς ἐζωγρημένους, ὑπὸ τοῦ ἀλάστορος, εἱλκύσατε πρὸς πίστιν ἀμώμητον· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τέρτιον Σωσίπατρον φωναῖς, ἱεραῖς τιμήσωμεν, καὶ Ὀλυμπᾶν καὶ Ῥοδίωνα, σὺν τούτοις Ἔραστον, τὸν ἱερομύστην, καὶ τὸν θεῖον Κούαρτον, δοξάζοντας Χριστὸν τόν Θεὸν ἡμῶν, καὶ ἱκετεύοντας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
θνη προσηγάγετε Χριστῷ, τῷ  Θεῷ Μακάριοι, λελυτρωμένα τῷ  αἵματι, τοῦ εὐδοκήσαντος, ἐπὶ γῆς τεχθῆναι, καὶ σταυρὸν καὶ θάνατον, θελήσει ὑπομείναντος πάνσοφοι· ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Κα το Μρτυρος   μοια.
ρέστα πανόλβιε βαφαῖς, τοῦ ἰδίου αἵματος, σαυτῷ πορφύραν ἐπέχρωσας, ἣν στολισάμενος, καὶ τῆς νίκης στέφος, ἐπαναδησάμενος, Χριστῷ τῷ  ἀθανάτῳ παρίστασαι· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πυρὶ τῶν ἀγώνων σου Σοφέ, πλάνην κατενέπρησας, καὶ ταῖς σταγόσι τοῦ αἵματος, ἐχθρὸν ἐβύθισας, παρατάξεις πάσας, καὶ πιστῶν κατήρδευσας, καρδίας βλαστανούσας εὐσέβειαν· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ρθρος ἐξανέτειλας αὐγαῖς, καταστράπτων ἅπασαν, τὴν οἰκουμένην τῶν ἄθλων σου, Ὀρέστα ἔνδοξε, Ἀθλητῶν τὸ κλέος, καὶ τῆς ἀθεότητος, τὸ σκότος ἐκδιώκων τῇ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δξα... Κα νν... Θεοτοκον.
Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ  ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας, ἡμᾶς ἀνακάλεσαι.
Σταυροθεοτοκον.
Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος, Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;
Κα λοιπ το σπερινο κολουθα, κα πλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετ τν συνθη Στιχολογαν το Ψαλτηρου, λγομεν να Καννα τς κτωχου, κα τν γων τους δο παρντας.
Κανων τν ποστλων, ο κροστιχς.
Θεηγόρους Μαθητὰς ὑμνῶ συντόνως. Ἰωσήφ.
δ α’  χος α’
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Θεῖοι πεφυκότες Μαθηταί, τοῦ σαρκωθέντος δι' οἶκτον Θεοῦ ἡμῶν, τοῦτον δυσωπήσατε, ἁμαρτιῶν δωρήσασθαι συγχώρησιν, τοῖς ἐπιτελοῦσιν, ὑμῶν τὴν μνήμην Μακάριοι.
σοπτρα Θεοῦ φωτοειδῆ, χωρητικὰ τῶν αὐτοῦ διαδόσεων, ὤφθητε μακάριοι, πᾶσι πιστοῖς ἀγαθοδότως νέμοντες, τὰς σωτηριώδεις, αὐγὰς θεόπται Ἀπόστολοι.
Ηὔγασαν τοῖς πᾶσι φωτισμόν, ἀπαυγασμάτων πηγὰς ἀρυσάμενοι, Ἔραστος καὶ Τέρτιος, καὶ Ὀλυμπᾶς, Ῥοδίων καὶ Σωσίπατρος, ἅμα τῷ  Κουάρτῳ, οὓς εὐσεβῶς μακαρίσωμεν.
Θεοτοκον.
Γένος τὸ ἀνθρώπινον τῇ σῇ, κυοφορίᾳ Παρθένε ἀνέπλασας· Λόγον γὰρ ἐκύησας, τὸν τοῦ Πατρὸς σάρκα θνητὴν φορέσαντα, καὶ ἀθανασίας, ὁδοὺς ἡμῖν ὑποδείξαντα.
Κανν το Μρτυρος, ο κροστιχς.
Τοὺς σούς, Ὀρέστα Μάρτυς, ἄθλους αἰνέσω.
δ α’   χος β’
Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ  Θεῷ, τῷ  διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Ταῖς θεϊκαῖς, καταστραπτόμενος πάντοτε, μαρμαρυγαῖς Πανεύφημε, τὴν φωτοφόρον σου ἑορτὴν τοὺς τιμῶντας, καταύγασον, καὶ σκότους δεινῶν ἀπάλλαξον.
τοῦ Χριστοῦ, θεῖός σε πόθος ἐξέκαυσε, καὶ δυνατὸν εἰργάσατο, τὴν εὐκατάπρηστον, καταφλέγοντα ὕλην, τῆς εἰδωλομανίας, Μάρτυς πανάριστε.
πομονῇ, καὶ καρτερίᾳ διήλεγξας, τοὺς παρανόμους σέβειν σε, καταναγκάζοντας, Ἀθλοφόρε, Ὀρέστα, ἔργα χειρῶν ἀνθρώπων, ἄψυχα ξόανα.
Θεοτοκον.
Σὲ τοῦ Θεοῦ, τὸ καθαρώτατον σκήνωμα, καθικετεύω Ἄχραντε, τὴν σπιλωθεῖσάν μου, ἡδοναῖς ἀκαθάρτοις, καθάρισον καρδίαν, τῇ μεσιτείᾳ σου.
Τν ποστλων.
δ γ’
μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Οἱ λόγον ὡς λύχνον νοητόν, προσφέροντες Ἀπόστολοι, θεοπειθῶς τὴν πᾶσαν κτίσιν διήλθετε, τὸ ταύτης σκότος ἀποδιώκοντες, καὶ υἱοὺς δεικνύοντες, τοῦ φωτός ἐν χάριτι, τοὺς νυκτὶ ἀγνωσίας δουλεύοντας.
ημάτων ὑμῶν προφητικῶς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην φθόγγος σωτήριος, καὶ ἡ τῶν ἔργων λαμπρὰ ἐπίδειξις, πᾶσαν γῆν ἐπέδραμε, ψυχὰς μεταπλάττουσα, θεηγόροι Κυρίου Ἀπόστολοι.
Οἰκῆσαν ψυχαῖς ὑμῶν σοφοί, τὸ Πνεῦμα τὸ Πανάγιον, θεοειδεῖς διόλου εἰργάσατο, ἐντεῦθεν κόσμον περιερχόμενοι, ναοὺς κατεστρέψατε, τῶν εἰδώλων χάριτι, καὶ Θεῷ ἐκκλησίας ἐδείμασθε.
Θεοτοκον.
Υἱὸν τοῦ Πατρὸς μονογενῆ, ἀμήτορα τὸ πρότερον, ἐκ σοῦ τεχθέντα γνόντες ἀπάτορα, Θεοῦ Μητέρα ὁμολογοῦμέν σε, ἀπαθῶς κυήσασαν, καὶ Παρθένον μείνασαν, ὑπέρ λόγον Μαρία θεονυμφε.
Το Μρτυρος.
ν πτρ με τς πστεως.
Σθενούμενος, δυνάμει τοῦ Παρακλήτου, παρέστης τῷ  δικάζοντι παρανόμως, καὶ τοῦτον τῇ τῶν λόγων σου δυναστείᾳ, Παμμάκαρ ᾔσχυνας, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
λόγος σου, τῷ  βίῳ λελαμπρυσμένος, ὁ βίος σου τῷ  λόγῳ πεπυρσευμένος, πολλοὺς πρὸς φῶς μετήγαγον εὐσεβείας, Μάρτυς πολύαθλε, μεθ' ὧν καὶ ἔψαλλες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
ψούμενον, τὸν ἄνομον ἀπονοίᾳ, κατέρραξας ἀνδρείᾳ καὶ καρτερίᾳ, ὑψώθης δὲ πρὸς Κύριον Ἀθλοφόρε,  Ὀρέστα ἔνδοξε, καὶ ψάλλων ἔλεγες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.
Θεοτοκον.
Συνέλαβες, ἐν μήτρᾳ σου Θεομῆτορ, τὸν Πλάστην σου καὶ Κύριον τῶν ἁπάντων, καὶ τοῦτον ἀπεκύησας ὑπὲρ λόγον, σάρκα γενόμενον· διὸ σοὶ κράζομεν· Ὡς οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.
Ερμς.
ν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὒκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Κθισμα τν ποστλων.
χος α’  Τν τφον σου Σωτρ.
ράστου Ὀλυμπᾶ, Σωσιπάτρου Τερτίου, Ῥοδίωνος ὁμοῦ, καὶ Κουάρτου τὴν μνήμην, συμφώνως τιμήσωμεν, πρὸς αὐτοὺς ἀνακράζοντες· θεῖοι Κήρυκες, καὶ ὑπηρέται τοῦ Λόγου, τὰς ψυχὰς ἡμῶν, αἰωνιζούσης βασάνου, εὐχαῖς ὑμῶν ρύσασθε.
Δξα... Το Μρτυρος.
χος δ’  ψωθες.
Τὴν τῶν μελῶν ἀποκοπὴν καρτερήσας, καὶ τοῦ πυρὸς τὴν χαλεπὴν τιμωρίαν, μαρτυρικῶς ἠγώνισαι πανόλβιε· στέφος ἀνεπλέξω δέ, ἀφθαρσίας παμμάκαρ, θρόνῳ παριστάμενος, τῆς Ἁγίας Τριάδος, ἣν ἐκδυσώπει ῥύσασθαι κακῶν, Μάρτυς Ὀρέστα, τοὺς πίστει ὑμνοῦντάς σε.
Κα νν... Θεοτοκον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.
Σταυροθεοτοκον.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Τν ποστλων.
δ δ’
ρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στηρίγματα τοῖς πάλαι, ἀστηρίκτοις γενόμενοι, ἀνεμοχλεύσατε ὑμῶν θεοπαρόχοις διδαχαῖς, ἐχθροῦ ὀχυρώματα παντοδαπά, καὶ ἀφανείᾳ δεδώκατε, θεοειδεῖς τοῦ Σωτῆρος Ἀπόστολοι.
Μεγάλως Χριστοῦ, τὰ μεγαλεῖα κηρύττοντες, τοὺς σμικρυνθέντας παντελῶς, μεγαλοκήρυκες βροτούς, μεγάλως φωτίσαντες, περιφανεῖς τῷ  μεγαλείῳ τῆς χάριτος, ἀπετελέσατε θεῖοι Ἀπόστολοι.
Αἰνείσθω ἐνθέοις, Ὀλυμπᾶς μελῳδήμασι, καὶ ὁ Ῥοδίων σὺν αὐτῷ, μεγαλυνέσθω εὐσεβῶς, τὸν δρόμον τελέσαντες μαρτυρικῶς, σὺν Πέτρῳ τῷ  θεοκήρυκι, ἐπὶ τῆς Ῥώμης τὰς κάρας τεμνόμενοι.
Θεοτοκον.
Θαυμάτων ἐπέκεινα, ἁπάντων πανάμωμε, τὸ ἐπὶ σοὶ καινουργηθέν, θαῦμα ἐδείχθη ἐμφανῶς· Θεὸν γὰρ ἐκύησας σωματικῶς, βροτοῖς δι' οἶκτον ἑνούμενον, ἐν ἀσυγχύτῳ ἑνώσει Θεόνυμφε.
Το Μρτυρος.
λλυθας κ Παρθνου.
Οὐκ ἔσεισαν, τῆς ψυχῆς σου τὸν πύργον συρρεύσαντες, βασάνων οἱ χείμαρροι, Μάρτυς Ὀρέστα μακάριε· πέτρᾳ γὰρ ἐστήρικτο, τῆς τοῦ Κυρίου ἀγάπης ἀξιάγαστε.
ημάτων σου, ἀντιβλέψαι τῷ  φέγγει ὁ τύραννος, νυκτὶ πορευόμενος, τῆς ἀγνωσίας οὐκ ἴσχυσεν· ὅθεν καταικίζων σε, υἱὸν φωτὸς καὶ ἡμέρας ἀπειργάσατο.
νεύρου σε, Ἰησοῦς ὁ Χριστὸς θείᾳ χάριτι, βασάνοις θλιβόμενον, καὶ αἰκισμοῖς δαπανώμενον, καὶ κατατεινόμενον, ἀνηλεῶς Ἀθλοφόρε παναοίδιμε.
Θεοτοκον.
Σὲ Ἄχραντε, Ἀββακοὺμ ὄρος γράφει κατάσκιον, ἐξ οὗ ἐπεδήμησε, μόνος ὁ Λόγος σαρκούμενος, ἄνθρωπος γενόμενος, ὑπερβολῇ εὐσπλαγχνίας ὁ φιλάνθρωπος.
Τν ποστλων.

δ ε’
φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ  Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
σοφία τοῦ Πατρὸς ἡ τὸ πᾶν οὐσιώσασα, διδασκάλους εἰς τὸν κόσμον ὑμᾶς ἐξαπέστειλεν, ἐν σοφίᾳ Πνεύματος, καὶ ἀληθείας ἐπιδείξει, πάντας ἐνθέως φωτίζοντας.
Τὸ τοῦ λόγου ἐπιβάλλοντες Πάνσοφοι ἄγκιστρον, ἀνιμᾶσθε ἐκ βυθοῦ ἀγνωσίας ἐν χάριτι, τοὺς ἰχθύων πέλοντας, ἀφωνοτέρους καὶ Κυρίῳ, πεπιστευκότας προσήξατε.
Αἰνέσωμεν, Ὀλυμπᾶν καὶ τὸν μέγαν Ῥοδίωνα, καὶ Τέρτιον καὶ Σωσίπατρον ἅμα καὶ Ἔραστον, καὶ τὸν θεῖον Κούαρτον, τοὺς Χριστοκήρυκας καὶ πάντων, τῶν εὐσεβῶν ἀντιλήπτορας.
Θεοτοκον.
Συνέλαβες διὰ λόγου τὸν Λόγον Πανάμωμε, καὶ ἔτεκες ὑπὲρ λόγον γενόμενον ἄνθρωπον, Θεοτόκε Δέσποινα· διὸ σε λόγοις θεοπνεύστοις, διαπαντὸς μακαρίζομεν.
Το Μρτυρος.
φωτισμς, τν ν σκτει.
Τοῖς ῥαβδισμοῖς, συντριβόμενος Μάκαρ, ἅπαν τὸ σῶμα, ἔστης ὡς ἀδάμας εὐσθενεστάτην, τὴν καρτερίαν ἐνδεικνύμενος πίστει, καὶ κραυγάζων Ὀρέστα Ἔνδοξε· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
φανισμῷ, τοὺς Θεοὺς τῶν Ἑλλήνων σὺ παραπέμψας, ταῖς ἱερωτάταις σου πρὸς τὸν Κτίστην, εὐχαῖς Ὀρέστα, αἰκισμοὺς καθυπέστης, σφοδροτάτους καταικιζόμενος, καὶ τὴν τῆς σαρκός σου, δορὰν ἀφαιρουμενος.
Τριαδικν.
Μίαν ἀρχήν, τρισυπόστατον σέβων μίαν οὐσίαν, μίαν κυριότητα καταγγέλλων, τῆς ὑπερθέου καὶ ἀκτίστου Τριάδος, ψευδωνύμους Θεοὺς συνέτριψας, καὶ τοὺς τῶν εἰδώλων, ναοὺς κατηδάφισας.
Θεοτοκον.
νατολῆς, τοῦ Ἡλίου τῆς δόξης Μήτηρ ἐδείχθης, Κόρη ἐπὶ δύσιν τῆς ἀνθρωπίνης, γεγεννημένου ἀπωσμένης οὐσίας, καί τους πάντας καταφωτίζοντος, πάντας ἐκ νυκτός τῶν δεινῶν ἀπαλλάττοντος.
Τν ποστλων.
δ ς’
κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
πέρτιμοι ὡς λίθοι κυλιόμενοι, ἐν γῇ κατεκυλίσατε, πρὸς εὐσέβειαν τοὺς γνώμῃ πονηρᾷ, λίθοις ἀναισθήτοις ἐπιθύοντας, θεοειδεῖς, τοῦ Λόγου μύσται μακαριώτατοι.
Μονάδα ἐν τρισὶ προσώποις ἄτμητον, ἀσύγχυτον κηρύττοντες, τὴν πολύθεον ἐξήρατε ἐκ γῆς, πλάνην ἀπλανεῖς Χριστοῦ Ἀπόστολοι, καὶ τοὺς δεινῶς, πεπλανημένους καθωδηγήσατε.
Νοήμασι τερπνοῖς ἀνοηταίνοντας, τοὺς ἄφρονας οἱ ἔμφρονες, ἐβεβαίωσαν Θεῷ παμβασιλεῖ, μόνῳ προσανέχειν κτίσιν ἅπασαν, ταῖς θεϊκαῖς, φωτοχυσίαις καταφαιδρύνοντι.
Θεοτοκον.
ς ἄλλον οὐρανὸν τοῦ πρώην Δέσποινα, δειχθεῖσαν ὑψηλότερον, σὲ δοξάζομεν τὸν Ἥλιον ἡμῖν, τῆς δικαιοσύνης ἀνατείλασαν, καὶ τὸ βαθύ, τῆς ἀγνωσίας σκότος διώξασαν.
Το Μρτυρος. 
ν βσσ πταισμτων.
αντισμῷ τῶν πανσέπτων αἱμάτων σου, λύθρον ἐναγὲς ἀπεπαύθη τοῖς δαίμοσι, φρενοβλαβῶς φερόμενον, Ἀθλοφόρε Χριστοῦ γενναιότατε.
Τῶν ψυχῶν ἰατρὸν καὶ σωμάτων σε, Μάρτυς εὐμοιρήσαντες παθῶν λυτρούμεθα, καὶ πειρασμῶν καὶ θλίψεων, εὐπροσδέκτοις καὶ θείαις πρεσβείαις σου.
φαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος ἔνδυμα, ἀπολαβὼν ἐγύμνωσας, δυσμενῶν παρατάξεις Πανόλβιε.
Θεοτοκον.
Συμπαθείας με θείας ἀξίωσον, τὸν ἀσυμπαθῆ καὶ κακίᾳ κρατούμενον, καὶ ἡδοναῖς προσκείμενον, Παναγία Παρθένε Θεόνυμφε.
  Ερμς.
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντκιον τν ποστλων.
χος α’  Χορς γγελικς.
Τριάδος τῆς σεπτῆς, ἐκηρύξατε πίστιν, πολύθεον σοφοί, τῶν εἰδώλων ἀπάτην, ἐκ μέσου ποιήσαντες, ταῖς σεπταῖς διδαχαῖς ὑμῶν· ὅθεν εὕρατε, τὴν ἀμοιβὴν τῶν καμάτων, αἰωνίζουσαν, ἐν οὐρανοῖς τοὺς στεφάνους, λαβόντες Ἀπόστολοι.
Συναξριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.
Στχοι
ξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
ξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Στχοι
θλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου.
Στχοι
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.
Στχοι
κτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καλλιοπίου, Νίρου, καὶ Ὠρίωνος.
Στχοι
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
πῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
πὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Τν ποστλων.
δ ζ’
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σὲ ἱερόν, οἰκονόμον Ἔραστε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς ἐν τῇ Ἱερουσαλήμ, γράφων ἀνεκήρυττε, Παῦλος ὁ Ἀπόστολος, μεθ' οὗ τιμῶντές σε ψάλλομεν· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
πομονῇ, πειρασμῶν καὶ θλίψεων, καὶ διωγμῶν δοκιμασθείς, καὶ τοῖς στίγμασι τοῦ Χριστοῦ, ἐγκαλλωπιζόμενος, Ἔραστε πανόλβιε, μεγαλοφώνως ἐκραύγαζες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Νόμου καινοῦ, ἀνεδείχθης Κούαρτε, καταγγελεὺς τῆς παλαιᾶς, ἀνομίας προσαφιστῶν, τοὺς ἀλλοτριόφρονας, καὶ πρὸς ἀνακαίνισιν, ζωῆς μετάγων κραυγάζοντας· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκον.
Τὸν τοῦ Πατρὸς Λόγον συναΐδιον, ἐμφανισθέντα τοῖς βροτοῖς, ἐσωμάτωσας καὶ σαρκί, Κόρη ἀπεκύησας, ἄνθρωπον γενόμενον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Το Μρτυρος. 
Εκνος χρυσς.
Αἱμάτων κρουνοῖς, ἀθεΐας τὴν πυρὰν ἐναποσβέσας, ὄμβροις θαυμάτων Ἀξιάγαστε, τοὺς ἐκτακέντας τοῖς πάθεσι, πάντοτε δροσίζεις βοῶντας, καὶ πιστῶς ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θαυμάτων βυθός, ἰαμάτων ποταμὸς κρήνη προχέουσα, πᾶσαν ὑγείαν πᾶσαν ἄφεσιν, τῶν λυπηρῶν ἀναδέδεικται, Μάρτυς ἀθλοφόρε Ὀρέστα, ἡ σωρὸς τῶν λειψάνων σου· ἣν προσκυνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Λυθεὶς τῶν παθῶν, τῶν τοῦ σώματος σοφὲ διὰ βασάνων, ζῴῳ δεσμεῖσαι ἀπαγόμενος, καὶ ὠμοτάτως συρόμενος· ὅθεν τῆς σαρκὸς ἀπελύθης, καὶ Θεῷ καθαρώτερον, καὶ τελεώτερον σαυτόν, Μάρτυς συνέδησας.
Θεοτοκον.
φύσει Θεός, φύσιν εἴληφεν ἐκ σοῦ Ἁγνὴ βροτείαν, καὶ σάρξ ὡράθη ὑπὲρ ἔννοιαν, διὰ πολλὴν ἀγαθότητα, σῶσαι βουληθεὶς τοὺς ἀνθρώπους· ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τν Μαρτρων.
δ η’
ν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ  κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ ἀρραγεῖς πύργοι τῆς Χριστοῦ, δειχθέντες Ἐκκλησίας, κατέστρεψαν δυσσεβείας τείχη, ἅπαντας πιστούς, ὡς λίθους δομήσαντες, ἐπὶ πέτραν τοῦ θεμελίου Χριστοῦ τῆς Ἐκκλησίας· ὃν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νομοθέται ὤφθητε ὑμεῖς, τοῦ Πνεύματος τὸν νόμον, ἐγγράφοντες ἐν καρδίαις, Παμμακάριστοι πιστῶν· δι' οὗ φωτιζόμενοι ἀνεβόων· Πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ραιώθης Μάκαρ Ὀλυμπᾶ, καθ' ἣν ἡμέραν Πέτρος, ὁ μέγας τέλος ἐδέξατο, σαφῶς τελειωθείς, ἅμα τῷ  Ῥοδίωνι διὰ ξίφους, Νέρωνος προστάξει ἀνόμου βασιλέως, καὶ ταῖς οὐρανίαις, συνήφθητε χορείαις.
Θεοτοκον
Στάμνος πάλαι φέρουσαν Ἁγνή, ἐτύπου σε τὸ μάννα· Χριστὸν γὰρ τὸν γλυκασμόν, ἡμῶν ἐβάστασας γαστρί, καὶ σαρκὶ ἐκύησας, ἐξαιροῦντας πάσης πικρίας, ἀτόπων ἐγκλημάτων, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Το Μρτυρος.
Τν ν καμν το πυρς.
πὲρ τὴν πρόσκαιρον ζωήν, τὴν αἰώνιον σοφὲ ἐπιποθήσας, τῆς θνῃσκούσης Ὀρέστα, καὶ φθειρομένης σαρκός, οὐδόλως ἐφείσω πανόλβιε· ὅθεν τὰς βασάνους, ὑπέμεινας γενναίως.
Σὲ τὸ ἀρνίον τοῦ Χριστοῦ, ὥσπερ λύκος πονηρὸς κατασπαράττων, αἰκισμοῖς ὁ διώκτης, θῦμα δεκτὸν ἱερόν, καὶ θεῖον εἰργάσαντο σφάγιον, ἄξιον τῆς ἄνω, Δεσποτικῆς τραπέζης.
ρμα τοῦ Λόγου γεγονώς, ἐποχούμενον αὐτὸν ἔσχες Παμμάκαρ· ὅθεν δεθεὶς ἀλόγοις ἀπαγωγῇ πονηρᾷ, συρμῷ τε βιαίῳ ἐξέπνευσας, καὶ πρὸς τὴν ἀγήρω, νύσσαν ἔφθασας χαίρων.
Θεοτοκον.
ερωτάταις σε φωναῖς, προκατήγγειλαν Θεοῦ σεπτοὶ Προφῆται, ἐσομένην Μητέρα, ξενοπρεπεῖ τοκετῷ, τοῦ πάντων κτισμάτων δεσπόζοντος· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
  Ερμς.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τν ποστλων.
δ θ’
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
σον δρόμον διανύσαντες, ἴσον πρὸς τοῦ Δεσπότου λόγον πλουτήσαντες, ἴσων δωρεῶν ἀξιωθέντες τοῦ Πνεύματος, καὶ βραβείων τῶν ἴσων ἐτύχετε, Ἀπόστολοι Κυρίου, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.
σπερ οὐρανοὶ κατάστεροι, θεοσημείαις πᾶσαν γῆν ἐφωτίσατε, σκότος τὸ βαθὺ τῆς ἀγνωσίας διώξαντες, καὶ ἡμέρας υἱοὺς ἀναδείξαντες, τοὺς πάλαι δουλωθέντας· Ταῖς μεθοδείαις τοῦ ἀλάστορος.
Στῖφος δυσμενῶν ὠλέσατε, τῇ ἀπωλείᾳ πάλαι παραπεμψάμενοι, ἔθνη καὶ λαούς· δῆ μον Θεῷ δὲ προσήξατε, σεσωσμένον πληθὺϊ ἑνούμενον, Δυνάμεων ἀΰλων, πανευκλεεῖς σοφοὶ Ἀπόστολοι.
ρθη πρὸς τὰ ὑπερκόσμια, ὁ, Ὀλυμπᾶς ὁ μέγας καὶ ὁ Σωσίπατρος, Τέρτιος ὁμοῦ καὶ ὁ Ῥοδίων καὶ Κούαρτος, καὶ ὁ Ἔραστος ὁ ἱερώτατος· καὶ νῦν ὑπὲρ τοῦ κόσμου, τὸν Λυτρωτὴν καθικετεύουσιν.
Θεοτοκον.
Φεῖσαι τοῦ λαοῦ σου Κύριε, ἐπιδρομῆς βαρβάρων ἡμᾶς λυτρούμενος, καὶ ἁμαρτιῶν καὶ πειρασμῶν καὶ κολάσεως, αἰωνίου εὐχαῖς τῆς τεκούσης σε, Παρθένου παναγίας, καὶ τῶν ἐνδόξων Ἀποστόλων σου.
Το Μρτυρος. 
Τν κ Θεο Θεν Λγον.
Νενικηκὼς τοὺς τυράννους, μετὰ πλείστας βασάνους, μετῆλθες πρὸς Θεὸν περιχαρῶς, νίκης βραβεῖα δεξάμενος, ὡς ὁπλίτης γενναῖος, ὡς μέγας ἀριστεύς, ὡς ἐκλεκτός τοῦ Χριστοῦ στρατιώτης, Ὀρέστα παμμακάριστε.
ν οὐρανοῖς συγχορεύεις, τοῖς Ἀγγέλοις παμμάκαρ, καὶ μέλπεις σὺν αὐτοῖς χαρμονικῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Πατὴρ ὁ παντοκράτωρ, Υἱὸς ὁ ὁμοούσιος Πατρί, καὶ τὸ Ἅγιον Πνεῦμα, Τριὰς ἡ παντοδύναμος.
Συναγελάζων χορείαις, Ἀποστόλων Μαρτύρων, Ὁσίων Προφητῶν ἱεραρχῶν, Μάρτυς σὺν τούτοις δεήθητι, τοῖς τιμῶσί σε πόθῳ, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, καὶ παντοίων κινδύνων, Ὀρέστα ἀπολύτρωσιν.
Θεοτοκον.
ς τοῦ Κυρίου Μητέρα, Χερουβὶμ ὑπερτέραν, πανάχραντε Παρθένε δυσωπῶ· Τῆς ταλαιπώρου καρδίας μου, τὰ ἐπώδυνα πάθη, θεράπευσον καὶ ῥῦσαί με πυρός, ἐν ἡμέρᾳ τῆς δίκης, τὸν καταδίκης ἄξιον. 
Ερμς.
Τὸν ἐκ Θεοῦ Θεὸν Λογον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
ξαποστειλριον.
Γυνακες κουτσθητε.
οδίων καὶ Σωσίπατρος, καὶ Ὀλυμπᾶς καὶ Τέρτιος, καὶ Ἔραστος σὺν Κουάρτῳ, νῦν παρ' ἡμῶν κατὰ χρέος, λαμπρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ Μαθηταὶ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.
Θεοτοκον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον ὄντως ἐγένου, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Ες τν Στχον, τ Στιχηρ τς κτωχου. 
Κα τ λοιπ το ρθρου, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου