ΟΚΤΩΒΡΙΟΣ
ΤΗ ΙΔ’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια Στιχηρά.
Τῶν
Μαρτύρων τρία.
Ἦχος δ’
Ὡς
γενναῖον ἐν Μάρτυσι.
Οἱ τῆς πίστεως πρόμαχοι, τὸν ἀγῶνα τελέσαντες, τὸν τῆς νίκης στέφανον ἐκομίσαντο, ὁ γενναιόφρων Ναζάριος, ὁ μέγας Προτάσιος, σὺν Κελσίῳ τῷ σοφῷ, ὁ θεόφρων Γερβάσιος, οὓς ὑμνήσωμεν, ὡς γενναίους ὁπλίτας, ὡς τῆς ἄνω, βασιλείας κληρονόμους, ὡς ἐθελόθυτα θύματα.
Εὐφημείσθῳ Ναζάριος, καὶ τιμάσθω Προτάσιος, καὶ ὁ θεῖος Κέλσιος, καὶ Γερβάσιος. οἱ εὐκλεῶς ἐναθλήσαντες, καὶ πλάνην μειώσαντες, καὶ Ἀγγέλων τοῖς χοροῖς, ἱερῶς ἀριθμούμενοι, καὶ θεούμενοι, κατὰ μέθεξιν θείαν· καὶ τῆς νίκης, τοὺς στεφάνους ἐκ παλάμης, ζωαρχικῆς κομισάμενοι.
Ὁ θεόφρων Ναζάριος, τῷ ἐνθέῳ κηρύγματι, πόλεις διερχόμενος κατεφώτιζεν, ὃν μιμησάμενος Κέλσιος, τὸ κλέος ἐκτήσατο, τῶν ἐνθέων ἀρετῶν, συμπατήσας τὸν δόλιον. Τούτους ἅπαντες, ἐν αἰνέσει τιμῶμεν, ὡς ἀστέρας, ὡς φωστῆρας τῶν ἐν σκότει, καὶ ἰατροὺς τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ὁσίου τρία, ὅμοια.
Ταῖς ἀκτῖσι τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν,φωτοφόρος γέγονας, Ἀξιάγαστε, καταφαιδρύνων τὰ σύμπαντα, τῷ κάλλει τῶν λόγων σου, καὶ διδάσκων ἀνυμνεῖν, τοῦ Σωτῆρος τὰ θαύματα, ἃ εἰργάσατο, θεϊκῇ δυναστείᾳ, καὶ τὰ πάθη, ἃ ὑπέστη ἑκουσίως, ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος.
Ἐκκλησία λαμπρύνθητι, καὶ τὰ τέκνα σου κάλεσον, ὑψηλῷ κηρύγματι, συνευφραίνεσθαι· ἡ γὰρ κιθάρα τοῦ Πνεύματος, ἡ λύρα ἡ ἔνθεος, συγκαλεῖται μυστικῶς, εἰς ἑστίασιν ἅπαντας, τὰ μελλίρρυτα, καὶ θεόφθεγκτα ταύτης τῶν ᾀσμάτων, μελῳδήματα προθεῖσα, Κοσμᾶς ὁ θεῖος καὶ ἔνδοξος.
Σάλπιξ γέγονας Ὅσιε, κελαδῶν τὰ σωτήρια, τοῦ Χριστοῦ παθήματα, καὶ τὰ θαύματα, καὶ τῆς Πανάγνου τὴν κοίμησιν, καὶ πάντας εὐφραίνουσα, ἡδυφθόγγοις σου Κοσμᾶ, καὶ εὐήχοις τοῖς ῥήμασι· διὸ πάντες σε, κατὰ χρέος τιμῶμεν ἀνυμνοῦντες, τὴν πανεύφημον καὶ θείαν, καὶ ἱεράν σου μετάστασιν.
Δόξα...
Ἦχος πλ. δ’
Βυζαντίου.
Τὰ θύματα τὰ λογικά, Ναζάριον, Προτάσιον, Γερβάσιον, καὶ Κέλσιον εὐφημήσωμεν, ὅτι πᾶσαν τυράννων μανίαν, σὺν τοῖς εἰδώλοις κατήργησαν. Διὸ ταῖς εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεός, τὴν εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον.
Κύριε,
εἰ καὶ κριτηρίῳ.
Δέδοικα τὴν τῆς ἀποφάσεως ὥραν, ἐν ἀμελείᾳ τὸν βίον μου, ὅλον δαπανήσας ὡς ἄλλος, τῶν ἀνθρώπων οὐδεὶς πώποτε, ἀλλὰ προφθάσασα νῦν, πρὸ τέλους Μητροπάρθενε, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, τὴν ψυχήν μου ἐλευθέρωσον.
Ἢ
Σταυροθεοτοκίον.
Ἄναρχε Λόγε τοῦ Πατρὸς καὶ Υἱέ μου, καὶ τῷ Πνεύματι σύνθρονε, πῶς τὰς σὰς ἀχράντους παλάμας, ἐπὶ τοῦ ξύλου ἐξέτεινας; τὶς ἡ τοσαύτη σου δέ, πτωχεία ὑπεράγαθε; παρισταμένη τῇ σῇ σταυρώσει, ἀνεβόα ἡ Πανάμωμος.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος α’
Τῶν οὐρανίων
ταγμάτων.
Ἐν προσευχαῖς καὶ νηστείαις, καὶ ἀγρυπνίαις πολλαῖς, τὰ τῆς σαρκὸς τελείως, ἀπενέκρωσας πάθη, ψυχὴν δὲ ἀπαθείᾳ, μάκαρ Κοσμᾶ, ἐναρέτοις ἐν πράξεσιν, εὐσεβοφρόνως ἐζώωσας καὶ ζωήν, πρὸς ἀγήρω μεταβέβηκας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Τοῖς θεοφθόγγοις σου λόγοις, τὰς τοῦ Χριστοῦ καὶ Θεοῦ, ἐναρμονίως Μάκαρ, ἑορτὰς συνεγράψω, εὐρύθμοις μελῳδίαις, καὶ τῆς σεπτῆς, καὶ πανάγνου θεόπαιδος, ὡς ἐτησίως γεραίρωνται παρ' ἡμῶν, καὶ κοσμῶνται σοῦ τοῖς ᾄσμασιν.
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ὡς παριστάμενος Μάκαρ, τῷ οὐρανίῳ φωτί, τοὺς ἐπὶ γῆς ὑμνοῦντας, τὴν σεπτὴν καὶ φωσφόρον, καὶ θείαν Ἑορτήν σου φαίδρυνον σαῖς, φωτοβόλοις πρεσβείαις Κοσμᾶ, καὶ τὴν τῶν θλίψεων νύκτα, καὶ τῶν παθῶν, τὴν ὁμίχλην διασκέδασον.
Δόξα...
Ἦχος πλ. δ’
Δαυϊτικοῖς ᾄσμασι, τὸν πνευματικὸν ᾀσματογράφον, εὐφημήσωμεν λέγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα ἡμῖν μέλη τὰ σωτήρια, δι' ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν, καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον, ᾀσματικῶς δοξολογεῖν διδασκόμεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον.
Ὢ τοῦ
παραδόξου θαύματος.
Ἤθη τὰ μακρὰν ποιοῦντά με, τοῦ ἀγαθοῦ σου Υἱοῦ, Ἀγαθὴ καὶ πανάμωμε, πόρρωθι ἀπέλασον, τῆς ἀθλίας καρδίας μου, καὶ τὸν ζητοῦντα καὶ ὠρυόμενον, καταπιεῖν με κάκιστον λέοντα, ὄφιν τὸν δόλιον, σκολιὸν καὶ δράκοντα τὸν πονηρόν, σύντριψον τῷ κράτει σου, ὑπὸ τοὺς πόδας μου.
Ἢ
Σταυροθεοτοκίον. Αὐτόμελον.
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο, ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν. Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.
Ἀπολυτίκιον
τῶν Μαρτύρων.
Ἦχος δ’ Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τοῦ Ὁσίου. Ἦχος πλ. δ’
Ὀρθοδοξίας Ὁδηγέ, εὐσεβίας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγιγνώσκονται
οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου, καὶ ἐφεξῆς δύο των Ἁγίων.
Ὁ Κανὼν τῶν
Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Πιστῶς ἀνυμνῶ Μάρτυρας στεφηφόρους. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου.
Πιστῶς ἐναθλήσαντες, καὶ τὸν ἀγῶνα τελέσαντες, τῆς νίκης τὸν στέφανον, συνανεδήσασθε, θεῖοι Μάρτυρες, τὴν θεῖαν ὑμῶν μνήμην· ὅθεν ἑορτάζομεν, ἐπαγαλλόμενοι.
Ἱστίῳ πτερούμενοι, Πνεύματος θείου τό πέλαγος, ἀβρόχως διήλθετε, Μάρτυρες ἔνδοξοι, τῶν κολάσεων, καὶ νῦν πρὸς θεῖον ὅρμον, τῆς ἄνω λαμπρότητος, κατεσκηνώσατε.
Σταυρὸν ὥσπερ θώρακα, ἐνδεδυμένοι μακάριοι, ἐχθρὸν τὸν ἀσώματον, κατεπαλαίσατε, μετὰ σώματος, βασάνους πολυπλόκους, καὶ θάνατον ἄδικον, καθυπομείναντες.
Θεοτοκίον.
Τὴν μόνην χωρήσασαν, τὸν προαιώνιον Κύριον, ἐν μήτρᾳ πανάμωμον, Κόρην ὑμνήσωμεν, ὅτι γέγονεν, οὐρανῶν πλατυτέρα. Θεὸν σωματώσασα, δι' ἀγαθότητα.
Ὁ Κανὼν τοῦ Ὁσίου.
Ἦχος ὁ αὐτὸς.
Θαλάσσης
τὸ ἐρυθραῖον.
Ὡς θεῖος,ὡς φωτοφόρος Ὅσιε, πᾶσιν ἐξέλαμψας, φωταγωγίαις Μάκαρ τῶν λαμπρῶν, καὶ πανσόφων ῥημάτων σου· ὑφ' ὧν καταφωτίζεσθαι, πάντας εὐχαῖς σου Κοσμᾶ αἴτησαι.
Τριάδος τῆς ὑπερθέου γέγονας, σάλπιγξ θεόφθογγος, ἀναφωνοῦσα πᾶσι τὰ σεπτά, καὶ σωτήρια δόγματα, καὶ τὰς ψυχὰς εὐφραίνουσα, τῶν ὀρθοδόξων Παναοίδιμε.
Οὐδόλως, τοῖς σοῖς βλεφάροις δέδωκας, ὕπνον μακάριε, ἕως οὗ ὄντως ἔφθασας σαφῶς, ὀρεκτῶν τὸ ἀκρότατον, παρ᾿ οὗ τὴν χάριν εἴληφας, τῆς ἀληθοῦς Πάτερ νοήσεως.
Θεοτοκίον.
Παρθένος, καὶ μετὰ τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν, ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.
Τῶν
Μαρτύρων Ὠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους.
Ὡς βότρυες θεῖοι γεγονότες, ἀμπέλου τῆς θείας ἀληθῶς, ἀθλήσεως προχέουσιν, οἶνον ἡμῖν οἱ Μάρτυρες,
πνευματικῶς εὐφραίνοντα, τὰς διανοίας ἐν χάριτι.
Στερρῶς ἀντετάξω τῷ διώκτῃ, Ναζάριε Μάρτυς τοῦ Χριστοῦ, προστάττοντι κιβδήλοις σε, θύειν θεοῖς πανόλβιε, τῷ ὡς ἀρνίον θύεσθαι, ἑτοίμως ἔχοντι Ἔνδοξε.
Αἰνέσεως πάντες συμφωνία, ὑμνήσωμεν σήμερον πιστῶς, Ναζάριον, Προτάσιον, Γερβάσιον καὶ Κέλσιον, τῆς ἀληθείας Μάρτυρας, γεγενημένους ἐν Πνεύματι.
Θεοτοκίον.
Νόμου προετύπου ἡ σκηνὴ σε, γενήσεσθαι μέλλουσαν Ἁγνή, Θεοῦ ἅγιον σκήνωμα, ἐν ᾧ ὁ ἱλασμὸς ἡμῶν, ἁγιασμὸν δωρούμενος, πᾶσιν ἡμῖν ἐπελεύσεται.
Τοῦ Ὁσίου.
Εὐφραίνεται
ἐπὶ σοὶ.
Ἐπ' ὤμων ἄρας Σοφέ, τὸν τοῦ Κυρίου σου σταυρὸν ἔκραζες· Κόσμῳ κἀγὼ ἐσταύρωμαι, σάρκα καθηλώσας τῷ φόβῳ σου.
Ὡς χείμαρρος τῆς τρυφῆς, πᾶσι προχέεις τὰ σεπτὰ νάματα, ἄρδων ἀεὶ Ὅσιε, φρένας καὶ ψυχὰς τῶν ὑμνούντων σε.
Ἡ χάρις ἡ τοῦ Θεοῦ, ἐπισκιάσασα ἐν σοὶ Πάνσοφε, ἄλλον ἡμῖν ἔδειξε, θεῖον Χρυσορρόαν τοῖς φθέγμασι.
Θεοτοκίον.
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.
Ὁ Εἱρμὸς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καί στερέωμα.
Κάθισμα
τῶν Μαρτύρων.
Ἦχος α’
Τὸν τάφον
σου Σωτὴρ.
Τεσσάρων Ἱερῶν, ἀθλησάντων Μαρτύρων, τὴν θείαν καὶ σεπτήν, ἑορτάζομεν μνήμην, τρυφῶντες τὰ θαύματα, καθ' ἑκάστην ὡς νάματα, ἅπερ βρύουσιν, ἐκ τῶν τιμίων λειψάνων, ἀποπαύοντες, τὰς τῶν πιστῶν ἀσθενείας, δυνάμει τοῦ Πνεύματος.
Δόξα...
Τοῦ Ὁσίου.
Ἠ λύρα τῆς σεπτῆς, καὶ Ἁγίας Τριάδος, Κοσμᾶς ὁ ἱερός, μελῳδῶν ἰδοὺ ἧκε, τὸ μέλος τὸ Τρισάγιον· Σὺν αὐτῷ οὖν βοήσωμεν· Ὁ Πατὴρ Υἱός, καὶ θεῖον Πνεῦμα τόν κόσμον, σοῦ εἰρήνευσον, καὶ τὸν Σατὰν ὑπὸ πόδας, ἡμῶν ταχὺ σύντριψον.
Καὶ νῦν...
Θεοτοκίον.
Φωτί σου ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον Ἁγνή, καὶ τὴν πώρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ σου τὸ θέλημα, ὅπως ἄφεσιν, τὴν τῶν πολλῶν μου πταισμάτων, εὓρω Πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, ῥυσθῶ ταῖς πρεσβείαις σου.
Ἢ
Σταυροθεοτοκίον.
Ὁῥῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα;
Τῶν
Μαρτύρων Ὠδὴ δ’
Ὁ καθήμενος
ἐν δόξῃ.
Ὑπὲρ ἔννοιαν ὁ πόθος, τῶν Ἁγίων Μαρτύρων σου, ὑπερβαίνει πάντα, Λόγε λογισμὸν τὰ παλαίσματα, καὶ οἱ ἀνδρεῖοι ἀγῶνες καὶ τὰ ἔπαθλα, ἃ παρέσχες, νομίμως αὐτοῖς ἐναθλήσασι.
Μίαν γνώμην διαφόροις, αἰκιζόμενοι σώμασιν, οἱ Χριστοῦ ὁπλῖται, ὑπερβολικῶς ἐπεδείξαντο, ἕνα Θεὸν ἐν σταδίῳ ὡμολόγησαν, καὶ πολύθεον, πλάνην σαφῶς ἐξηφάνισαν.
Ναζαρίου, Γερβασίου, Προτασίου, Κελσίου τε, τῶν σεπτῶν Μαρτύρων, Ἄγγελοι τὴν πάλην ἐθαύμασαν, πῶς ἐν σαρκὶ τῷ ἀσάρκῳ συμπλεκόμενοι, κατηδάφισαν τοῦτον εἰς γῆν ἀνδρικώτατα.
Ὡς γενναῖοι στρατιῶται, ὡς ἀήττητοι Μάρτυρες, οἱ Χριστοῦ ὁπλῖται, ὡς τῆς εὐσεβείας ὑπέρμαχοι, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, καὶ χοροῖς τῶν Ἀγγέλων, ἀεὶ ἐπαγάλλεσθε.
Θεοτοκίον.
Μὴ κενώσας τοὺς πατρῴους, ὁ ὑπέρθεος ἄχραντε, Θεοτόκε κόλπους, κόλποις σου ἀχράντοις καθέζεται, θεῖαν καθέδραν τοῖς πᾶσιν ἀγαθότητι, ἑτοιμάζων καὶ δόξαν, ἀεὶ διαμένουσαν.
Τοῦ Ὁσίου.
Ἐπαρθέντα
σε ἰδοῦσα.
Ὀξυγράφου ὡς κάλαμος σοῦ ἡ γλῶσσα, παναληθῶς γεγένηται, ἄριστα Παμμάκαρ, γράψασα ὡς ἐν πίνακι, Χριστοῦ τὰ σεβάσμια, καὶ σωτηριώδη παθήματα.
Ἀνυψούμενος ὡς φοῖνιξ ταῖς θεωρίαις, τῶν ἀρετῶν ὑψίκομον, δένδρον καθωράθης, γλυκασμὸν σωτήριον, παρέχων τοῖς μέλπουσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὑψηγορίᾳ τῶν λόγων σου θεοφάντορ, τὰς τῆς Πανάγνου ὕμνησας, καὶ πάντων Ἁγίων ἑορτὰς λαμπρότατα, κραυγάζων γηθόμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἐπτώχευσε, χρηστότητος πλούτῳ Μήτηρ ἀειπάρθενε, ἐκ σοῦ καθ' ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἡμέτερον.
Τῶν
Μαρτύρων. Ὠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα.
Αἰκίαις τὸ σῶμά σου, Ναζάριε ὡμίλησε, στρέβλαις καὶ βασάνοις πολυπλόκοις, μύρον εὐῶδες· ὅθεν πηγάζει ἡμῖν, κατευωδιάζον τὰς ψυχάς, πίστει ἀδιστάκτῳ σε, τῶν τιμώντων Πανεύφημε.
Ῥανίσιν αἱμάτων σου, κατέσβεσας τοὺς ἄνθρακας, τῆς πολυθεΐας Ἀθλοφόρε, ὕλην παθημάτων χαλεπῶν, φλέγεις θείᾳ χάριτι,τοῦ Σωτῆρος Ναζάριε.
Τὰ ἄνθη τὰ πνέοντα, ὀσμὴν ἐνθέου γνώσεως, τῆς θεογνωσίας τοὺς λειμῶνας, τοῦ Παραδείσου δένδρα τὰ ἔγκαρπα, τοὺς περικαλεῖς καὶ φωταυγεῖς, Μάρτυρας ὑμνήσωμεν, καὶ πιστῶς μακαρίσωμεν.
Ὑμνείσθω Ναζάριος, μεγαλυνέσθω Κέλσιος, ἅμα Προτασίῳ ὁ γενναῖος, ἀνευφημείσθω πίστει Γερβάσιος, οἱ τῆς Ἐκκλησίας ἀκλινεῖς, στῦλοι καὶ θεμέλιοι, ἀρραγεῖς χρηματίσαντες.
Θεοτοκίον.
Ῥομφαία τὸ πρότερον, ἡ τὴν Ἐδὲμ φυλάττουσα, νῶτα τοῖς πιστοῖς Ἁγνὴ παρέχει, σημειουμένοις τιμίῳ αἵματι, πάλαι κενωθέντι ἐκ πλευρᾶς, λόγχῃς ἐκκεντήματι, τοῦ ἐκ σοῦ ἀνατείλαντος.
Τοῦ Ὁσίου.
Σὺ Κύριέ μου
φῶς.
Σὺ ὥσπερ παμφαής, ἑωσφόρος ἀνέτειλας· σὺ ῥήμασι καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας, βολίσι τῶν ῥημάτων σου.
Σὺ ὥσπερ ἀριστεύς, τῇ σφενδόνῃ χρησάμενος, τῶν λόγων σου θεομάκαρ, τὰ τῶν αἱρετιζόντων, κατέβαλες φρυάγματα.
Τὶς ὄντως ἐξειπεῖν, τοὺς σοὺς πόνους δυνήσεται, ἀγῶνάς τε καὶ ἱδρῶτας, ἑκουσίως οὓς ἔτλης, σαρκὸς ἔξω γενόμενος;
Θεοτοκίον.
Νοῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι, καί παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε.
Τῶν
Μαρτύρων. Ὠδὴ ς’
Τὴν θείαν ταύτην.
Αἱ σαὶ πορεῖαι ἐν ὕδασιν, ἐγένοντο παμμάκαρ Ναζάριε, καὶ οὐκ ἐγνώσθη σου, τούτοις τὰ ἴχνη ἐν Πνεύματι, οὗ τῇ δυναμει πάντας ἐχθροὺς κατῄσχυνας.
Σωμάτων πάθη ἀνίατα, τῇ θείᾳ ἐθεράπευσας χάριτι, Μάρτυς Ναζάριε· μύρον εὐῶδες πηγάζεις δέ, τοῖς τῷ σεπτῷ λειψάνῳ σου προσπελάζουσι.
Σοφῶς ὁ θεῖος Προτάσιος, ὁ μέγας τε σὺν τούτῳ Γερβάσιος, πλοῦτον ἐπίκηρον, καὶ δυναστείαν πατήσαντες, τῆς αἰωνίου δόξης κατηξιώθησαν.
Θεοτοκίον.
Τοὺς νόμους Κόρη ἐκαίνισας, τῆς φύσεως Παρθένε κυήσασα, Θεὸν ἀθάνατον, σάρκα θνητὴν ἐνδυσάμενον, ἵνα θνητοὺς θεώσῃ δι' ἀγαθότητα.
Τοῦ Ὁσίου.
Ἐβόησε
προτυπῶν.
Σὺ τὸν Ἄβελ, παρεζήλωσας φέρων τὰς ἀπαρχάς, τῶν σῶν λόγων, ὡς θρεμμάτων θυσίας Κοσμᾶ προφανῶς, προτιθεὶς εἰς βρῶσιν, τῶν ᾀσμάτων τὰ μέλη τὰ κάλλιστα.
Μαρτυρίᾳ, συνειδήσεως ἔτλης τὸν βίον σου, θυσιάζων, Ἰσαὰκ ὥς περ ἄλλον τὸ πρόθυμον, Ἀβραὰμ ἐνθέως ἀληθῶς μιμησάμενος Πάνσοφε.
Ἀναβάσεις, ψυχοσώστους ὑπέθου ὡς κλίμακα, Πατριάρχης, ἣν ἑώρα τὸ πάλαι Κοσμᾶ τηλαυγῶς, ἀνελκύων πάντας, ἡδυφθόγγοις βαθμίσι σου εὔθετα.
Θεοτοκίον.
Μὴ ἐλλίπῃς, ἱλεοῦσθαι Παρθένε τῶν δούλων σου, τὸν Υἱόν σου, τὰς οὐλὰς ἐξαλείφειν πταισμάτων ἡμῶν, τῶν ὀρθὰ φρονούντων, Θεοτόκον σε Κόρη Πανύμνητε.
Ὁ Εἱρμὸς.
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτῃς Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.
Κοντάκιον. Ἦχος α'
Χορός, Ἀγγελικὸς.
Μαρτύρων τοῦ Χριστοῦ, τὴν τετράριθμον δόξαν, ὑμνήσωμεν πιστοί, εὐφημίαις ᾀσμάτων, Ναζάριον Προτάσιον, καὶ Γερβάσιον Κέλσιον, οὗτοι ἤθλησαν μέχρι τομῆς καὶ θανάτου, οὗτοι στέφανον, τῆς ἀφθαρσίας λαβόντες, αἰτοῦσι σωθῆναι ἡμᾶς.
Ὁ Οἶκος.
Τῶν Ἀθλοφόρων τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον θάνατον, δεῦτε φιλέορτοι ἅπαντες, ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς εὐφημήσωμεν τὴν τετράριθμον φάλαγγα, τὸν σοφὸν Προτάσιον, σὺν τούτῳ Γερβάσιον, καὶ τὸν θεῖον Ναζάριον, ἅμα Κελσίῳ τῷ θεηγόρῳ καὶ νέῳ πεφηνότι· ὅτι πᾶσαν τῶν Ἑλλήνων ἀπετέφρωσαν μανίαν, καθομολογοῦντες τὸν Χριστόν, Θεὸν μέγαν, πρὸ αἰώνων βασιλεύοντα σὺν Πατρὶ καὶ Πνεύματι, νῦν δὲ μετὰ θάνατον, αἰτοῦσι σωθῆναι ἡμᾶς.
Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.
Στίχοι
Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα,
Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος.
Σὺν τρισὶ Ναζάριος τμήθη δεκάτῃ γε τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.
Στίχοι
Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης,
Μέλη λιπὼν
τέρποντα τὴν Ἐκκλησίαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ.
Στίχοι
Μετῆλθεν αὐχήν
Σιλβανοῦ τομὴν ξίφος,
Κἀντεῦθεν
ὤφθη Σιλβανὸς τομεὺς πλάνη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου.
Στίχοι
Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος,
Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου.
Ὁ ἅγιος Εὐθύμιος ὁ νέος, ὁ ἐν Θεσσαλονίκῃ ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνισάμενος, τελειοῦται.
Οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.
Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Παρασκευῆς τῆς νέας.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν
Μαρτύρων Ὠδὴ ζ’
Οὐκ ἐλάτρευσαν.
Ἐπὶ πέτραν, θείας γνώσεως ἐρείσαντες, τὰς βάσεις, Ἔνδοξοι, τῶν καρδιῶν ὑμῶν, ἐχθρῶν μηχανήμασιν, οὐ παρετράπητε, ἀναμέλποντες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Φῶς ἀνέσπερον, ἀθλήσασι δι' αἵματος, ὑμῖν ἀνέτειλε, καὶ εὐφροσύνη σαφῶς, ὑμᾶς διεδέξατο Μεγαλομάρτυρες, ἀναμέλποντας. Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
Ἡγιάσατε, προθύμως διερχόμενοι, πόλεις Μακάριοι, ὁμολογοῦντες Χριστόν, τυράννων ἐνώπιον, καὶ πᾶσαν ἴασιν, παρεχόμενοι, τοῖς δεομένοις χάριτι, τοῦ Σωτῆρος Ἀθλοφόροι.
Θεοτοκίον.
Φωτεινότατον, παλάτιον εὑράμενος, Θεὸς τὴν μήτραν σου, ταύτην κατῴκησεν, υἱοὺς ἐργαζόμενος, φωτὸς Πανάμωμε, τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου.
Ὁ διασώσας ἐν πυρὶ.
Ἐπὶ τὸ ὄρος ἀνελθών, Πάτερ ἀρετῶν ἐκομίσω, νόμον Θεοῦ καὶ ὡς Μωσῆς, πλανηθέντας ἐφείλκυσας εὔθετα, μελῳδῶν Ἀξιάγαστε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Λύμην αἱρέσεως δεινήν, ἔστησας φαρμάκῳ τῶν λόγων, τῶν σῶν δογμάτων μελῳδῶν, ἐπινίκιον ὕμνον τῷ Κτίσαντι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Πηγὴ θεόβρυτος ἡ σή, Πάτερ ἀναδέδεικται γλῶσσα, φλογιζομέναις ἐκ παθῶν, ταῖς ψυχαῖς, αἱ πιοῦσαι κραυγάζουσιν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον.
Ὡς κιβωτὸν σε καὶ σκηνήν, κλίνην τε τοῦ Λόγου ὑμνοῦμεν, κῆπον ἀνθοῦντα τὸν Χριστόν, τὴν τερπνὴν εὐωδίαν, ᾧ ψάλλομεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Τῶν
Μαρτύρων Ὠδὴ η’
Παῖδας εὐαγεῖς.
Ὀρθρίζοντες πρὸς τὸν ἐκ Παρθένου, ἐκλάμψαντα παραδόξως μέγαν Ἥλιον, Μάρτυρες ἀήττητοι, φῶς ἐχρηματίσατε, καὶ τὸ τῆς πλάνης χάριτι, σκότος ἐλύσατε· Τόν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥώμη σου ἡ πάλαι τοὺς ἀγῶνας, κηρύττει Ναζάριε πολύαθλε· ἡ Κωνσταντινούπολις, ᾄδει τὰ τεράστια, τὸ ἱερόν σου λείψανον, πίστει κατέχουσα, καὶ Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ θεῖος Ναζάριος πηγάζων, τὰ μύρα τῆς χάριτος προτρέπεται, πάντας τοὺς προστρέχοντας, πίστει ἀπαρύσασθαι, εἰς φωτισμόν, καὶ κάθαρσιν, ἀνακραυγάζοντας· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὑμᾶς τοὺς γενναίους, Ἀθλοφόρους, Ναζάριον, Κέλσιον, Προτάσιον, αὖθις τὸν Γερβάσιον, πρέσβεις πρὸς τὸν Κύριον, δυνατωτάτους ἔχοντες, πόθῳ κραυγάζομεν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σαρκὶ ἑνωθεὶς σοι κατ' οὐσίαν, ὁ πᾶσι τὸ εἶναι παρεχόμενος, ὅλον με ἀνέπλασεν, ὅλον ἀνεκαίνισε, παλαιωθέντα Πάναγνε, ταῖς παραβάσεσι· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου.
Λυτρωτὰ τοῦ παντὸς.
Καθαρθεὶς τὴν ψυχὴν παναοίδιμε, ἀνεδείχθῃς δοχεῖον τοῦ Πνεύματος· καὶ φωτισμοῦ πληρούμενος, κατεφώτισας πάντας, μέλπειν ἀξίως· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Τοῖς ἐπαίνοις σε στέφειν μὴ σθένοντες, πρὸ τοὺς σοὺς ἀποβλέποντες Ὅσιε, χάριν αἰτοῦμεν ἄνωθεν, δωρηθῆναι ποθοῦσι νῦν ἐξυμνῆσαι, τὴν σὴν εὔσημον μνήμην Μακάριε.
Νῦν αὐλίζῃ τοῖς ἄνω γηθόμενος, σὺν χοροῖς τῶν Ἁγίων πανόλβιε, ὧν τοὺς λαμπροὺς ἀγῶνάς τε, καὶ τοὺς ἄθλους ἀνύμνεις, πόθῳ κραυγάζων· Εὐλογεῖτε τὰ ἔργα τόν Κύριον.
Θεοτοκίον.
Ἱλασμὸν τῶν πταισμάτων μοι δώρησαι, καὶ κακῶν ἀποχὴν Παναμώμητε, ταῖς μητρικαῖς πρεσβείαις σου, Θεοτόκε Παρθένε εὐλογημένη, τῶν πιστῶν ἡ βεβαία ἀντίληψις.
Ὁ Εἱρμὸς.
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε τὸν Κύριον.
Τῶν
Μαρτύρων Ὠδὴ θ’
Εὔα μὲν.
Ἰσχὺϊ νευρούμενοι Χριστοῦ τοῦ λύσαντος, τὴν κακίαν τοῦ ἀλάστορος, κλίναντες τούτῳ τὸν αὐχένα, τὸ τέλος διὰ ξίφους ἐδέξασθε, λυθέντες τῆς σαρκὸς Μεγαλώνυμοι· ὅθεν ἀξίως μακαρίζεσθε.
Ὡραῖοι ἐν στίγμασι σαρκὸς γεγόνατε, καὶ Ἀγγέλοις ὡμοιώθητε, νῦν δὲ παρίστασθε, τῇ πάντων γηθόμενοι ἀεὶ ὡραιότητι, μεθέξεσι σαφῶς καλλυνόμενοι, ὡραιοτάταις Πανσεβάσμιοι.
Σημείοις καὶ τέρασιν ὑμᾶς ἐκόσμησε, καὶ πρὸ τέλους παναοίδιμοι, καὶ μετὰ τέλος ὁ Δεσπότης, Ναζάριε, Προτάσιε, Κέλσιε, Γερβάσιε ἀήττητοι Μάρτυρες· ὅθεν ἀξίως μακαρίζεσθε.
Ἡγίασται πόθῳ τὴν ὑμῶν ἡ σύμπασα, ἐκτελοῦσα μνήμην σήμερον, χαίρουσι Μάρτυρες καὶ πάντες, Προφῆται σὺν ὑμῖν ἑορτάζουσι, μεθ' ὧν ὑπὲρ ἡμῶν ἱκετεύσατε, τόν εὐεργέτην Παμμακάριστοι.
Θεοτοκίον.
Φωνὴν σοι τοῦ θείου Γαβριὴλ προσάγομεν, γεγηθότες Κόρη πάναγνε· Χαῖρε ἡ Κεχαριτωμένη, Μαρτύρων, Ἀποστόλων τὸ καύχημα, καὶ πάντων τῶν Πιστῶν τὸ διάσωσμα, Παρθενομῆτορ ἀπειρόγαμε.
Τοῦ Ὁσίου. Ὁ αὐτὸς.
Ἰδοὺ νῦν ἐπέλαμψεν ἡμῖν εὐφρόσυνος, θεῖα μνήμη καὶ πανάγαθος, πάντας εὐφραίνουσα ἀξίως, Κοσμᾶ τοῦ θαυμαστοῦ καὶ θεόφρονος, τοῦ θείου μελῳδοῦ καὶ τρισμάκαρος, ἣν ἐπαξίως εὐφημήσωμεν.
Χάριν ἰαμάτων εἰληφὼς πανόλβιε, ἐν μεθέξει θείου Πνεύματος, λῦσον τὸν ζόφον τῆς ψυχῆς μου, τὰ νέφη τῶν παθῶν ἀποδίωξον, πρὸς τρίβους εὐθυπορεῖν μὲ εὐόδωσον, τὰς οὐρανίους Ἀξιάγαστε.
Νόμοις καθεπόμενοι τοῖς σοῖς Μακάριε, ἐξυμνῆσαι προεθέμεθα, σὴν πρὸς τὰ ἄνω ἐκδημίαν, βεβαίας ἀντιδόσεις ἐλπίζοντες, λαμβάνειν παρὰ σοῦ ἀξιύμνητε, τὸν στεφοδότην ἱκετεύοντος.
Θεοτοκίον.
Νεύρωσον ἡμῶν τὴν τῆς ψυχῆς ἀσθένειαν, Θεομῆτορ τῇ δυνάμει σου, λῦσον τὸ βάρος Παναγία, τῶν ἐπιτιθεμένων τοῖς δούλοις σου, ἡ κόσμῳ δικαιοσύνης τὸν Ἥλιον, ἀνερμηνεύτως ἀνατείλασα.
Ὁ Εἱρμὸς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον
τῶν Μαρτύρων.
Τῶν
Μαθητῶν ὁρώντων σε.
Τὴν τετρακτὺν χορείαν τῶν Ἀθλοφόρων, Ναζάριον Γερβάσιον σὺν Κελσίῳ, ὕμνοις ἐγκωμίων καταστέψωμεν, καὶ τὸν κλεινὸν Προτάσιον· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.
Ἕτερον
τοῦ Ὁσίου, καὶ Θεοτοκίον, ὁμοῦ.
Τοῖς
Μαθηταῖς συνέλθωμεν.
Ὑμνῳδιῶν ἐν κάλλεσι, τῆς ἡδίστης σου γλώττης, καὶ θεοφθόγγοις ᾄσμασι, τὴν Ἁγνὴν καὶ Παρθένον, ἀνύμνησας Θεοτόκον, ἀληθῶς καὶ κυρίως, μεθ' ἧς Κοσμᾶ θεόληπτε, παρεστὼς τῇ Τριάδι, σοῦ μιμητήν, κατὰ νοῦν καὶ πρᾶξιν καὶ θεωρίαν, κἀμὲ γενέσθαι πρέσβευε, ἱερώτατε Πάτερ.
Εἰς τὸν Στίχον τῶν Αἴνων,
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος α’
Τῶν οὐρανίων
ταγμάτων.
Ὁ παμφαέστατος λυχνος,
καὶ τηλαυγέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων πᾶσιν ἡμῖν, τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ δι' αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὁ μουσουργέτης ἡ λύρα, τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας ᾄδει τερπνῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν θεοπνεύστοις τοῖς ὕμνοις δοξολογεῖν, τὴν Τριάδα τὴν ὑπέρθεον.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων.
Σὺν ταῖς ἀΰλοις οὐσίαις, ὡς παριστάμενος, τῷ τῶν ἁπάντων Κτίστῃ, καὶ Θεῷ θεῖε Πάτερ, Κοσμᾶ τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων περιστάσεων.
Δόξα...
Ἦχος πλ. δ’
Δαυϊτικοῖς ᾄσμασι, τὸν πνευματικὸν ᾀσματογράφον εὐφημήσωμεν λέγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα ἡμῖν μέλη τὰ σωτήρια, δι' ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν, καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον, ᾀσματικῶς δοξολογεῖν διδασκομεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον.
Ὢ τοῦ
παραδόξου θαύματος.
Ἤθη τὰ μακρὰν ποιοῦντά με, τοῦ ἀγαθοῦ σου Υἱοῦ, Ἀγαθὴ καὶ πανάμωμε, πόρρωθι ἀπέλασον, τῆς ἀθλίας καρδίας μου, καὶ τὸν ζητοῦντα καὶ ὠρυόμενον, καταπιεῖν με κάκιστον λέοντα, ὄφιν τὸν δόλιον, σκολιόν, καὶ δράκοντα τὸν πονηρόν, σύντριψον τῷ κράτει σου, ὑπὸ τοὺς πόδας μου.
Ἢ
Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν· Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;
Καὶ τὰ λοιπὰ ὡς συνήθως,
καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου