ΟΚΤΩΒΡΙΟΣ
ΤΗ ΙΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους, ς’ καὶ ψάλλομεν
τὰ παρόντα Προσόμοια Στιχηρά.
Ἦχος
πλ. δ’
Τὶ ὑμᾶς καλέσωμεν.
Τὶ σε ὀνομάσω Ἀπόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ἀστραπήν, ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ· νεφέλην, ἐπομβροῦσαν θεῖα νάματα, κρατῆρα, τῆς σοφίας ἐνθεώτατον, οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν προσείπω Θεόληπτε; ποταμόν, ἐκ Παραδείσου προερχόμενον ἡμῖν, κιβωτὸν τῆς διαθήκης, ἣν διέθετο Χριστός· φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα· λυχνίαν, Ἐκκλησίαν καταυγάζουσαν· ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου πόματος· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σὲ νῦν Θεόπτα καλέσωμεν; λειτουργὸν τῶν μυστηρίων, δραστικώτατον Χριστοῦ, τῆς σκηνῆς τῆς νοουμένης, ἀρχιτέκτονα σοφόν, τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος, τὸν νόμον, γεγραφότα τὸν καινότατον, τὸν ἐκ Σιὼν προερχόμενον, καὶ διὰ σοῦ κηρυττόμενον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σὲ νῦν καλέσωμεν Ἔνδοξε; θησαυρὸν τῶν οὐρανίων, χαρισμάτων ἀσφαλῆ· ἰατρὸν καὶ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἀκριβῆ· τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον, τὰς Πράξεις Ἀποστόλων ἐκτιθέμενον. Πολλὰ Λουκᾶ τὰ ὀνόματα, ἡ ἀρετὴ σοι πεποίηκεν· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε Θεορρῆμον προσφθέγξωμαι; Μαθητὴν ὅτι ἡμῖν, εὐηγγελίσω τὸν Χριστόν· ἰατρὸν ὅτι τὰ πάθη, θεραπεύεις τῶν ψυχῶν, λυχνίαν, νοητὸν φῶς ἀπαστράψασαν· κρηπῖδα, καὶ θεμέλιον τῆς πίστεως· σὺ γὰρ ἡμῖν διεχάραξας, τὸ πάνσεπτον Εὐαγγέλιον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν προσείπω Θαυμάσιε; θεωρὸν τῶν τῆς σοφίας, διδαγμάτων ἀψευδῆ; συγγραφέα πρακτικόν, τῆς Ἀποστόλων διδαχῆς, καὶ στῦλον, εὐσεβείας ἀκατάσειστον, ἢ πύργον Ἐκκλησίας ἀκατάλυτον. Πολλά σου τὰ προτερήματα, καὶ μείζονα τὰ χαρίσματα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος πλ. β’ Ἀνατολίου.
Ἀπόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων Συγγραφεῦ, καί τῆς Ἐκκλησίας ἑδραίωμα· σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα. Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν...
Θεοτοκίον.
Τριήμερος
ἀνέστης.
Τριὰς ἀπειροδύναμε, μονὰς ἡ Τρισυπόστατος, ταῖς πρεσβείαις τοῦ σεπτοῦ σου Μαθητοῦ, καὶ θείου Ἀποστόλου, καὶ τῆς Ἀειπαρθένου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον,
Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α’ Χαίροις ἀσκητικῶν.
Χάρις τοῖς χείλεσί σου Λουκᾶ, πυρίνῃ γλώσσῃ ἐξεχύθη Ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοῖς φωτὸς ἀξίοις τῷ κηρύγματι, βολίδας φλεγούσας δέ, τοῖς τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς, τοῖς ζωὴν ὄντως θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον· ὀσμὴ θανάτου δὲ πάλιν, τοῖς μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ' ἡμῖν εἰρήνην, καὶ ζωὴν καὶ φῶς παράσχου, καὶ μέγα ἔλεος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἔγνωμεν ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ ἔφης τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔθου ἐνθέως Μύστα· ἐπείπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθὼς σοι παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ σὺ ἴσος γέγονας, ὑπηρέτης τε, τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σὲ τιμώντων, τὰς ψυχὰς πλήρωσον.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαῖρε ὁ μόνος γράψας ἡμῖν, τὸ Χαῖρε χαίρων τῆς Ἁγνῆς Εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὗ γράφεις, καὶ τὴν σύλληψιν· καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἣν περ εἶδες, καὶ ἄνοδον, Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ Μύστα, καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣν φρούρει πάντοτε.
Εἶτα τὸ παρὸν ἰδιόμελον.
Στίχ. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου.
Ἦχος δ’ Βασιλείου.
Τῷ τῆς Σοφίας ἁλιευτικῷ καλάμῳ, τῆς νοητῆς θαλάσσης, τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ, τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Λουκᾶ παμμακάριστε. Ὅθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος, καὶ τοῖς δόγμασί σου τὰ ἔθνη φωτίσας, τὰ τῶν παθῶν νοσήματα, τοῖς θαύμασιν ἰάτρευσας, Χριστὸν τὸν Θεὸν ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος πλ. β’
Πάνσοφε Ἁλιεῦ, Ἅγιε Μαθητά, ἐργάτα τοῦ Σωτῆρος, καὶ θρίαμβε τῶν αὐτοῦ παθημάτων·ὁ τὴν κτίσιν τῇ πίστει διαδραμὼν, καὶ τῆς πλάνης τὰ ἔθνη συναγαγὼν, καὶ Θεῷ προσενέγκας, ὡς θυμίαμα καλόν, εἰς οὐρανοὺς εὐωδώθης. Διὸ παριστάμενος τῷ Κριτῇ, πρέσβευε ῥυσθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως, λυτρωθῆναι κολάσεως.
Καὶ νῦν...
Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος γ’
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλανθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, ψάλλονται
οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἀποστόλου, ὁ παρών, εἰς ς’.
Ποίημα
Θεοφάνους.
Ὠδὴ α’' Ἦχος πλ. δ’
Ἡ
κεκομμένη.
Τῆς ἀνωτάτῳ σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.
Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα. τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον.
Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον· ἐλήλυθε σαφῶς γὰρ ἐπ' αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ’ Σὺ εἶ τὸ στερέωμα.
Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι.
Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας.
Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.
Θεοτοκίον.
Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα. Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ἐπέβης ἐφ' ἵππους, τοὺς ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε.
Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’ Φώτισον
ἡμᾶς.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς πᾶσι Λουκᾶ μετέδωκας.
Σὺ ταῖς ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος.
Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας· ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος.
Θεοτοκίον.
Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ Προπάτορος.
Ὠδὴ ς’ Τὴν δέησιν ἐκχεῶ.
Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε.
Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα.
Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.
Θεοτοκίον.
Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε· καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ὡς Θεός καὶ φιλάνθρωπος.
Ὁ Εἱρμὸς.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον. Ἦχος δ’
Ἐπεφάνης σήμερον.
Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Ὁ Οἶκος.
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.
Συναξάριον.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Στίχοι
«Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην,
(Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω».
Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος.
Στίχοι
Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.
Στίχοι
Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται.
Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’ Παῖδες Ἑβραίων.
Ὣπως Λουκᾷ τε καὶ Κλεόπᾳ, ἐμφανίζεται Δεσπότης ἐκ τοῦ τάφου! ἀναστὰς γὰρ αὐτούς, ἐδίδασκε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τρίβον τοῦ βίου διατρέχων, συνοδεύοντα τὸν Λόγον εὗρες Μάκαρ, οὐρανίων σκηνῶν, ἀνοίγοντά σοι πύλας· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λύρα τοῦ Πνεύματος ἐδείχθης, μελῳδήματα θεόθεν φθεγγομένη, τοὺς ἀνθρώπους Λουκᾶ, φωτίζουσα βοῶντας· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Χαῖρε Μαρία Θεοτόκε, ὁ Ἀσώματος ἐβόα σοι Παρθένε· σὺν αὐτῷ δὲ πιστοί, βοῶμέν σου τῷ τόκω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Ὠδὴ η’ Τὸν ἐν ὄρει ἁγίῳ.
Θεογράφους, ὡς πλάκας δεδεγμένοι, τὰς σὰς βίβλους, πιστῶς κατατρυφῶμεν, τοῦ φωτισμοῦ τῆς χάριτος πανόλβιε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ὀργάνῳ, τῇ γλώττῃ σου τὸ πνεῦμα, κεχρημένον, φωτίζει τοὺς ἀνθρώπους, μυσταγωγοῦν τῆς χάριτος τὰ δόγματα, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Συνεδέθης, τῇ σχέσει μετὰ Παύλου, θεορρῆμον, Λουκᾶ τῷ θεηγόρῳ, καὶ ξυνωρὶς πανέντιμος ἐδείχθητε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοπλόκῳ, σαγήνῃ σου τῶν λόγων, θεοκήρυξ, τους πλάνῃ κρατουμένους, πρὸς φωτισμὸν τῆς πίστεως ἐζώγρησας, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Ἐλισάβετ, Μητέρα σε Κυρίου, προσεφώνει, Προφῆτις δεδειγμένη, τὸν Βαπτιστὴν καὶ Πρόδρομον βαστάζουσα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶσα εἰς αἰῶνας.
Ὁ Εἱρμὸς.
Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Παρθένου, τῷ Μωϋσεῖ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’ Ὅρους
παρῆλθες.
Ἔστης Λουκᾶ τῆς ἐφέσεως, τὸ τῶν ὀρεκτῶν οἷα φθάσας τὸ ἔσχατον, καὶ τέλους μακαρίου σαφῶς ἐπέτυχες, λυθέντων τῶν ἐσόπτρων,τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
Λάμψας τῷ κόσμῳ ὡς ἥλιος, ἐνθεαστικῶς τῇ Τριάδι παρίστασαι, σὺν Παύλῳ τῷ θεόπτῃ, Λουκᾶ πανεύφημε, μεθ' οὗ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.
Αἴγλῃ Λουκᾶ τῇ φωσφόρῳ σου, τοὺς σοὺς ὑμνητὰς φαιδρυνθῆναι δυσώπησον, καὶ κόσμῳ τὴν εἰρήνην παμμάκαρ βράβευσον, ὅπως σε θεηγόρε, ἀκαταπαύστως μεγαλύνωμεν.
Χαίρων Λουκᾶ νῦν παρίστασαι, τῷ Παμβασιλεῖ τῷ στεφάνῳ κοσμούμενος, τῆς θείας εὐπρεπείας καὶ ὡραιότητος· διὸ σὲ θεορρῆμον, ἀκαταπαύστως μεγαλύνομεν.
Θεοτοκίον.
Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Ὁ Εἱρμὸς.
Ὅρους παρῆλθες τῆς φύσεως,τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως
μεγαλυνομεν.
Ἐξαποστειλάριον.
Τοῖς
Μαθηταῖς.
Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.
Θεοτοκίον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α’ Νεφέλην σε φωτὸς.
Χριστοῦ τὸν Μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, χαρακτῆρα ἔμψυχον πιστοί, οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος.
Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθών, ἐπιστήμην Σοφέ, κατ' ἄμφω παγκαλὴς ἀνεδείχθης, τὴν Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾗ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα, Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, πτεροῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους ἑκάστοτε, ἀνάγεις εἰς οὐρανόν, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε.
Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας, ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν, τῷ Χριστῷ ὀψώνιον καλόν, προσηγάγω Παμμάκαρ, τιμὴν ἀξιόχρεων, ζωὴν τὴν ἀκήρατον λαβόντας καὶ ἄληκτον· διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, Σοφὸς Εὐαγγελιστής, καὶ συγγραφεὺς τῶν πραχθέντων ἔργων τῆς Χάριτος.
Εἶτα τὸ ἰδιόμελον
τοῦτο.
Ἦχος
πλ. δ’
Λέοντος
Μαΐστορος.
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, καὶ τοῦ Σωτῆρος Μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος, ἐψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην· καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος ὁ αὐτὸς.
Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...
Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη,
καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν.
Τὰ
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἀποστόλου ἡ γ’ καὶ ς’ Ὠδή.
Προκείμενον.
Ἦχος πλ. δ΄[ Ψαλμός ιη΄ 18]
Στίχ. Εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ. Οἱ οὐρανοί
διηγοῦνται δόξαν Θεοῦ.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς
Παύλου
Κεφ.
4:5-11, 14-18
Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ
ἀποκρίνεσθαι. Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ
πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα
γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν ᾿Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ
ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος
ὁ συναιχμαλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ
πρὸς ὑμᾶς, δέξασθε αὐτόν, - καὶ ᾿Ιησοῦς ὁ λεγόμενος ᾿Ιοῦστος, οἱ ὄντες ἐκ
περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν
μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. Ἀσπάσασθε
τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν
ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ,
καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε ᾿Αρχίππῳ· βλέπε τὴν
διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
Μνημονεύετέ μου τῶν δεσμῶν. ῾Η χάρις μεθ᾿ ὑμῶν· ἀμήν.
Ἀλληλούϊα [γ΄]. Ἦχος α΄ [Ψαλμός 88]
Στίχ. Ἐξομολογήσονται
οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος
ἐν βουλῇ ἁγίων.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ.
10: 16-21
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ῾Ο ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ
ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ Ἑβδομήκοντα
μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί
σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεῴρουν τὸν Σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ,
δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν
δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι
τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν
τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί
σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ
συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν
σου.
Κοινωνικὸν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου