ΝΟΕΜΒΡΙΟΥ
ΤΗ Δ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου, καὶ τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Θεωρίας τῆς κρείττονος, ἐπιβὰς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες, καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος· ὅθεν Μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει περίδοξος.
Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι,
φαιδρυνθεὶς θεόφρον Ἰωαννίκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τους ἐν πίστει ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.
Στιχηρὰ.
Τῶν Ἱερομαρτύρων Ἦχος β’
Ὅτε, ἐκ τοῦ ξύλου σε.
Κλῆσιν, τὴν φερώνυμον πλουτῶν, ἐκ τῆς τοῦ Θεοῦ προμηθείας, ταύτην τοῖς πράγμασι, Μάκαρ ἐπεσφράγισας, καὶ ἐβεβαίωσας· πολεμίων γὰρ σύστημα, καὶ στῖφος τυράννων, ἐν τῇ καρτερίᾳ σου κατεπολέμησας· ὅθεν νικητήρια φέρων, πίστει ἀνεκραύγαζες· Δόξα, τῷ ἀμάχῳ κράτει σου φιλάνθρωπε.
Μύρα, εὐωδέστατα ἡμῖν, τὰ τῶν ἰαμάτων ἐκβλύζεις, σήμερον Νίκανδρε, ἐν τῇ θείᾳ μνήμῃ σου, καὶ ἀπελαύνεις Σοφέ, δυσωδίαν τῶν θλίψεων, καὶ πάθη σωμάτων, καὶ πλουσίας χάριτος, πληροῖς τὸν σύλλογον, πάντων τῶν Χριστῷ ἐκβοώντων· Σὺ εἶ τὸ ἀκένωτον μύρον, τὸ εὐωδιάζον τοὺς ὑμνοῦντάς σε.
Ἔχων, παρρησίαν πρὸς Χριστόν, τὸν ἐνδοξαζόμενον μόνον, ἐν τοῖς Ἁγίοις αὐτοῦ, τοῦτον καθικέτευε, Ὅσιε Νίκανδρε, ὑπὲρ πάντων τῶν πόθῳ σου, τελούντων τήν μνήμην, καὶ ἀνευφημούντων σου, τὰ κατορθώματα, ὅπως τῶν ἀφράστων ἐκείνων, θείων ἀγαθῶν καὶ τῆς δοξης, κοινωνοὶ γενώμεθα πρεσβείαις σου.
Δόξα...
Τοῦ Ὁσίου Ἦχος β’
Ἀνδρειοφρόνως τελέσας τὸ ἀσκητικὸν στάδιον, τὸν δίαυλον τῶν ἀρετῶν διῆλθες προθύμως· τοὺς τῶν παθῶν θῆράς τε νεκρώσας, τὸ κατ' εἰκόνα ἀλώβητον διέσωσας· Πνεύματος δὲ ταμίας γενόμενος, τὰ πόρρω ὡς ἐνεστῶτα προεῖδες, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Ἰωαννίκιε· καὶ νῦν τῷ θρόνῳ τῷ θείῳ παριστάμενος, πρεσβεύεις ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε, ἐκ τοῦ ξύλου σε.
Ἄλλην, κραταιὰν καταφυγήν, καὶ ἰσχύος πύργον καὶ τεῖχος, ἀκαταμάχητον, ὄντως οὐ κεκτήμεθα, εἰ μὴ σὲ Πάναγνε, καὶ πρὸς σὲ καταφεύγομεν, καὶ σοὶ ἐκβοῶμεν· Δέσποινα βοήθησον, μὴ ἀπολώμεθα, δεῖξον εἰς ἡμᾶς τὴν σὴν χάριν, καὶ τῆς δυναστείας τὸν πλοῦτον, καὶ τῆς εὐσπλαγχνίας σου τὸ μέγεθος.
Ἢ Σταυροθεοτοκίον.
Πόνους,ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνακράζουσα· Οἴμοι τέκνον γλυκύτατον! ἀδίκως πῶς θνῄσκεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; ὅθεν, Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.
Εἰς τὸν Στίχον, τὰ
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Τοῦ Ὁσίου Ἦχος πλ. β’
Τῷ τοῦ Χριστοῦ ἔρωτι τρωθεὶς τὴν διάνοιαν, εἰς ὄρος ὑψηλόν, ἀνῆλθες Ἰωαννίκιε, καὶ ἔλαβες ποικίλα χαρίσματα, ἰατρεύειν τὰς νόσους, τῶν ἀνυμνούντων σου πόθῳ, τὴν θείαν κοίμησιν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅλην ἀποθέμενοι.
Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε, Ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ Σεμνὴ πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος· Διὸ σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνὸν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.
Ἢ Σταυροθεοτοκίον.
Κρίσιν Ἰσραὴλ Κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτὸν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ σε παρέδωκαν, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνη Πολυέλεε.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. δ’
Ταῖς τῶν δακρύων σου ῥοαῖς,τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν, Ἰωαννίκιε, Πατὴρ ἡμῶν Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ἱερομάρτυρος Ἦχος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος,τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Νίκανδρε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν ἕνα Κανόνα τῆς Ὀκτωήχου,
καὶ τοὺς δύο παρόντας τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τοῦ Προδρόμου σε τὸν μιμητὴν αἰνέσω. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος δ’
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου,
πανηγυρίζοντας, φωταγώγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Ἰωαννίκιε.
Ὁδὸν τὴν εἰσάγουσαν, ἀνεπιστρόφως διώδευσας, πρὸς πόλιν οὐράνιον, Ἰωαννίκιε· τὸ γὰρ Ἅγιον, ὡδήγησέ σε Πνεῦμα, ἐπαναπαυσάμενον ἐν τῇ καρδίᾳ σου.
Ὑψοῦσαν ταπείνωσιν, Ἰωαννίκιε ἔσχηκας· διό σου δεόμεθα, οἴκτειρον Ὅσιε, τὴν ταπείνωσιν, ἡμῶν καὶ τὰς ὀδύνας, πάσας ἐπικούφισον, τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον.
Πεσόντων ἀνάκλησις, καὶ ἱσταμένων βεβαίωσις, ὑπάρχεις Πανάμωμε· ὅθεν σου δέομαι, συμπεσόντα μου, τὸν νοῦν τῇ ἁμαρτίᾳ, ἀνόρθωσον Δέσποινα, ὅπως δοξάζω σε.
Ὁ Κανὼν τῶν Ἱερομαρτύρων Ποίημα Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος ὁ αὐτὸς.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες, ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Σεπτῶν Ἀθλητῶν, σεπτὴν ἑορτήν, Ἱερομαρτύρων ἱερὰν μνήμην σήμερον, ἱεραῖς μελῳδίαις, νῦν ἡ τοῦ Χριστοῦ ἱερωτάτη Ἐκκλησία, ἱεροπρεπῶς ἐκτελοῦσα, ᾄσμασι κατατέρπεται, τούτους γεραίρουσα.
Σεπτῷ κεχρισμένος χρίσματι, τῆς ἱερωσύνης πιστῶς, ἱεράρχα Νίκανδρε, τιμιώτερον τοῦτο· Ταῖς ἐκ τῶν αἱμάτων σου βαφαῖς ἐναπειργάσω, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὁδὸν μαρτυρίου τρέχοντες, τέρψιν ἀληθῆ ἐν αὐτῇ, σαφῶς ἐνδεικνύμενοι, ἐπλουτήσατε χάριν, θαυματουργιῶν καὶ δωρεῶν ἐπουρανίων, Μάρτυρες συμφώνως βοῶντες·ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Θεοτοκίον.
Ὁ ἀπεριγράπτως κόλποις τοῦ Πατρός, κόλποις τῆς Μητρός, σαρκικῶς Χριστὸς περιγράφεται, μετὰ γέννησιν ταύτην, ἀληθῆ Παρθένον ὑπὲρ νοῦν διαφυλάξας, ᾧ μεγαλοφώνως βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Τοῦ Ὁσίου.
Ὠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Ῥεόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, σταυρὸν Ἰωαννίκιε, καὶ ἐν ἀβάτοις ὄρεσιν, ὡς Ἠλιοὺ ὁ μέγιστος, ὑποχωρῶν διετέλεσας.
Ὁδὸν σοι τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξε δυάς, ἣν εὗρες χρόνοις πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος Μακάριε.
Δονούμενοι πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῇ σῇ, σκέπῃ, Ἰωαννίκιε, ἁγίαις μεσιτείαις σου, πάντας ἡμᾶς ἐπίσκεψαι, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.
Θεοτοκίον.
Ῥανίσιν ἐλέους σου Παρθένε,τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία Πανάμωμε.
Τῶν Ἱερομαρτύρων.
Ὅτι στεῖρα ἔτεκεν.
Τὰ τῶν λόγων δίκτυα, προσεφαπλῶν τοὺς ἐν πλάνῃ, θαυματουργῶν ἐζώγρεις, ὀψώνιον πολυτελές, τῷ ἐκ Παρθένου Νίκανδρε ἐκλάμψαντι, τούτους προσαγόμενος.
Κλῆμα εὐφορώτατον, Τίτου φυτείας ἐγένου, τοῦ τῶν Κρητῶν φωστῆρος, βότρυας φέρον λογικούς, γλεῦκος ἡμῖν πηγάζοντας σωτήριον, Νίκανδρε Μακάριε.
Σὺν τῷ Ἑρμαίῳ τῷ θείῳ κεχερσωμένας καρδίας, τῷ τοῦ Σταυροῦ ἀρότρῳ κατενεώσατε Σοφοί, καὶ καρποφόρους Νίκανδρε ἐδείξατε· ὅθεν μακαρίζεσθε.
Θεοτοκίον.
Νοῦς οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεύει Κόρη· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα, λόγῳ συστησάμενον.
Ὁ Εἱρμὸς.
Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ βοήσωμεν· Ἅγιος εἶ Κύριε.
Κάθισμα
τοῦ Ὁσίου Ἦχος γ’
Τὴν ὡραιότητα.
Κόσμου τερπνότητα, προθύμως ἔλιπες, καὶ τῷ Δεσπότῃ σου, κατηκολούθησας, ἔρωτι θείῳ τὴν ψυχήν, τρωθείς, Ἰωαννίκιε· ὅθεν καὶ τὴν κάμινον, τῶν παθῶν ἐναπέσβεσας, δρόσω τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· διὸ σὺν τοῖς, Ἀγγέλοις χορεύεις, νῦν τούτων τὸν βίον μιμησάμενος.
Δόξα...
Τῶν Ἱερομαρτύρων.
Νίκης ἐπώνυμος, Μάρτυς γενόμενος, ἀνδρῶν ἐνίκησας, ἄθεον ἔνστασιν, καὶ τὰ σεβάσματα αὐτῶν, ὦ Νίκανδρε ἠφάνισας, ἔχων συναθλοῦντά σοι, τὸν Ἑρμαῖον τὸν ἔνδοξον, πᾶσάν τε ὑπήνεγκας, σὺν αὐτῷ μάκαρ βάσανον, καὶ νῦν τὰς ἀθανάτους κληροῦσθε λήξεις, πρεσβεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ἅπας ὁ βίος μου, ἐν ῥαθυμίᾳ πολλῇ, διῆλθε Πάναγνε, καὶ νῦν προσήγγισα, τῷ τῆς ἐξόδου μου καιρῷ καὶ δέδοικα τοὺς ἐχθρούς μου, μὴ διασπαράξωσι,τὴν ψυχὴν μου Θεόνυμφε, καὶ τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν, ἀλλ' οἴκτειρον τὸν δοῦλόν σου Κόρη, καὶ ῥῦσαί με τῆς τούτων κατακρίσεως.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας· ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο· σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο· ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.
Τοῦ Ὁσίου.
Ὠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὄρη ὑψηλότατα καταλαβών, κορυφὰς δαιμόνων ὑψούμενος, ἐν ταπεινώσει, ἐταπείνωσας Σοφέ, καὶ κατ' αὐτῶν ἠρίστευσας, κλέος Μοναστῶν καὶ ἑδραίωμα.
Μάχαιραν ὡς δίστομον τὸν τοῦ Χριστοῦ, φόβον ὁπλισάμενος δράκοντα, τὸν ἀποστάτην, καταβάλλεις νοητῶς, καὶ αἰσθητῶς Μακάριε, νίκαις ἱεραῖς κλεϊζόμενος.
Ὅλος θείῳ Πνεύματι πυρακτωθείς, Πάτερ παγετὸν ἐκαρτέρησας, ἔτεσι πλείστοις ταῖς ἐρήμοις προσχωρῶν, καὶ ἐκζητῶν τὸν Κύριον, χάριτί σε θείᾳ συνθάλποντα.
Ὑπὸ ψυχικῶν ἡμᾶς ἀσθενειῶν, Πάτερ δονουμένους καὶ πίστει σε, νῦν ἐπίσκεψαι προσκαλουμένους ταῖς σαῖς, πρὸς τὸν Θεὸν δεήσεσιν, ὅπως εὐσεβῶς σε γεραίρωμεν.
Θεοτοκίον.
Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι· Εὐλογημένη, ἵλεών μοι τὸν Κριτήν, τὸν σὸν Υἱὸν ἀπέργασαι, ὅπως κατὰ χρέος δοξάζω σε.
Τῶν Ἱερομαρτύρων.
Ὁ καθήμενος ἐν δόξῃ.
Ἅρμα ὤφθητε τοῦ Λόγου, νοητῶς τοῦτον φέροντες· ὅθεν προσδεθέντες, ἵπποις ἀπηνῶς τε συρόμενοι, οὐκ ἐξηρνήσασθε τοῦτον, οὐχ ἡττήθητε, πρὸς οὐράνιον, νύσσαν σαφῶς ἐπειγόμενοι.
Ταῖς φρουραῖς προσομιλοῦντες, καὶ δεσμὰ περικείμενοι, τῶν δεσμῶν τῆς πλάνης, πόλιν καὶ λαὸν διεσώσατε, καὶ τῷ δεσμῷ τῆς ἀγάπης συνεδήσατε, τοῦ δεθέντος, σαρκὶ δι' ἡμᾶς ἀγαθότητι.
Σὺν Ἀγγέλοις τὸν Δεσπότην, κεκλεισμένοι ἐδόξαζον, οὐρανίῳ ἄρτῳ, οἱ πανευκλεεῖς ἐκτρεφόμενοι· ὅθεν σαρκὸς ἀλγηδόνων οὐκ ἐφρόντισαν, δυνατώτεροι, τῶν αἰκισμῶν χρηματίσαντες.
Θεοτοκίον.
Ἐπὶ θρόνου ἐπηρμένου, φοβερῶς ὁ καθήμενος, μητρικαῖς ἀγκάλαις, βρέφος χρηματίσας καθέζεται, τὴν συμπεσοῦσαν εἰκόνα ἀνορθούμενος, καὶ τὴν θέωσιν, τοῖς ἐξ Ἀδὰμ χαριζόμενος.
Τοῦ Ὁσίου
Ὠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.
Ἐβάδισας Ὅσιε, στενὴν καὶ τεθλιμμένην ὁδόν, θείαις ἀναβάσεσι καρδίας, καὶ θεωρίαις ἐμπλατυνόμενος, καὶ θέσει θεούμενος σαφῶς, πόλιν τὴν οὐράνιον, νῦν οἰκεῖς ἀγαλλόμενος.
Τὸ ὄμμα καθάραντι τῆς διανοίας Ὅσιε, χάρις σοι ἐδόθη προφητείας, ὡς ἐνεστῶτα λέγειν τὰ μέλλοντα, βλέπειν τε τὰ πόρρω ὡς ἐγγύς, ὦ Ἰωαννίκιε, τῇ τοῦ Πνεύματος χάριτι.
Ὁδύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, τῶν σεπτῶν σου δεήσεων.
Θεοτοκίον.
Νοός μου θεράπευσον, τὰς ἐκτροπὰς Πανάμωμε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως ἐν αἰνέσει σε ὑμνῶ, τὴν ἀειμακάριστον, Θεοτόκε πανύμνητε.
Τὸν Ἱερομαρτύρων.
Τὸν
φωτισμόν σου Κύριε.
Εἰς φωτισμὸν τῆς πίστεως, ὡδήγησας λαούς, λιπόντας σκότος εἰδωλομανίας, τέκνα δὲ φωτὸς γεγενημένους, μεσιτείᾳ σου Νίκανδρε.
Φωτιστικαῖς τοῦ Πνεύματος, αὐγάζοντες αὐγαῖς, βασάνων σκότος διῆλθον ἀβλαβῶς, λύοντες ἀχλὺν τῆς ἀθεΐας, οἱ φωστῆρες οἱ ἔνδοξοι.
Παύλου ναμάτων ἔμπλεως, ὁ Τίτος γεγονώς, σὲ καταρδεύει δεικνύων ποταμόν, ῥεῖθρα θολερὰ τῆς ἀθεΐας, κατακλύζοντα Νίκανδρε.
Θεοτοκίον.
Ἡ τὸν ἀμνὸν καὶ Κύριον, κυήσασα σαρκί, Παρθένε μόνη, ἀμόλυντε σεμνή, θεία κιβωτέ, σεπτὴ λυχνία, τὴν ψυχήν μου καταύγασον.
Τοῦ Ὁσίου.
Ὠδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Μαράνας πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον, καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτὰ κατορθώματα, ἱερωτάτως φέρων Ἰωαννίκιε.
Ἰάσατό σε ὁ Κύριος, ὁράσει Εὐσταθίου τοῦ Μάρτυρος, ἰὸν ὀλέθριον, καταπιόντα πανόλβιε, διὰ χειρὸς ἀδίκου καὶ κινδυνεύοντα.
Μυρίοις πόνοις ὡμίλησας, τὸ σῶμα ἀσθενῶς διακείμενος Ἰωαννίκιε· ὅθεν ἐν πίστει κραυγάζω σοι, τὰς ἀλγηδόνας παῦσον τῶν νοσημάτων μου.
Θεοτοκίον.
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένας ἐμβίβασον, τῆς σωτηρίας Κόρη Θεοχαρίτωτε.
Τῶν Ἱερομαρτύρων.
Ἐβόησε, προτυπῶν.
Ἡλούμενοι, ταῖς περόναις τὸ σῶμα οἱ Μάρτυρες, παθημάτων μιμηταί, τοῦ Σωτῆρος ἐδείκνυντο, τοῦ προσηλωθέντος, ἐν Σταυρῷ καὶ φθορᾶς κόσμον σώσαντος.
Τὸ πέλαγος, τῶν βασάνων διήλθετε Μάρτυρες, κυβερνήσει, τοῦ Ἁγίου πανεύφημοι Πνεύματος, καὶ πρὸς θεῖον ὅρμον, κατηντήσατε δόξης πληρούμενοι.
Ἐνίκησας, φερωνύμων ἀνδρῶν πᾶσαν ἔνστασιν, μιαιφόνων, ἱεράρχα ἀοίδιμε Νίκανδρε, καὶ στεφάνους δόξης, ἐκομίσω τῷ Θεῷ παριστάμενος.
Θεοτοκίον.
Ἠφάνισας, τῆς Προμήτορος Κόρη τὸ ὄνειδος, εὐλογίαις τὸν ἡμᾶς, στεφανοῦντα κυήσασα, καὶ τὴν λύπην ταύτης, εἰς χαρὰν ἀγαθὴ μετενήνοχας.
Ὁ Εἱρμὸς.
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.
Κοντάκιον
τοῦ Ὁσίου.
Ἦχος πλ. δ’ Τῇ ὑπερμάχῳ.
Ἀστὴρ ἐφάνης παμφαὴς ἐπὶ γῆς λάμπων, καὶ τοὺς ἐν ζόφῳ τῶν παθῶν περιαυγάζων, ἰατρὸς δὲ ἀρωγότατος τῶν νοσούντων, ἀλλ' ὡς χάριν εἰληφώς, τὴν τῶν ἰάσεων, τοῖς αἰτοῦσί σε παράσχου πᾶσαν ἴασιν, ἵνα κράζωμεν· Χαίροις Πάτερ, Ἰωαννίκιε.
Ὁ Οἶκος.
Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων, Παμμάκαρ, καὶ ἀπήλασε πᾶσαν ἀχλὺν ψυχικῶν παθημάτων, καὶ φῶς ἄϋλον κατηύγασε, τοῖς πίστει σοὶ καὶ πόθῳ ἐκβοῶσι ταῦτα.
Χαίροις, τερπνὸν Μοναζόντων κλέος, χαίροις, φωστὴρ διαυγὴς τοῦ κόσμου.
Χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις, χαίροις, εὐρωστούντων ἀκλόνητον ἔρεισμα.
Χαίροις, ὅτι τὴν ἐπίγειον ἀπεβάλου στρατιάν, χαίροις, ὅτι τὰ οὐράνια ἀντηλλάξω τῶν φθαρτῶν.
Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας, χαίροις τῶν ἀπορρήτων αὐτουργὸς θαυμασίων.
Χαίροις, παθῶν παντοίων καθαίρεσις, χαίροις, ἡμῶν προστάτης θερμότατος.
Χαίροις, παντὸς ἑτοιμότατος ῥύστης, χαίροις, παντὸς καταφύγιον κόσμου.
Χαίροις, Πάτερ Ἰωαννίκιε.
Συναξάριον.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ.
Στίχοι
Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Σῆμά σοι ἔν γε τετάρτῃ Ἰωαννίκιε χεῦσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Νικάνδρου Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ Ἁγίου Ἀποστόλου Τίτου.
Στίχοι
Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου.
Στίχοι
Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ.
Μνήμη τοῦ ἁγίου καὶ εὐσεβάστου βασιλέως, Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος ἐπικληθέντος.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ὁσίου.
Ὠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τὴν καρδίαν, τῆς Τριάδος οἰκητήριον, ἀπεργασάμενος, τρεῖς ἐδομήσω ναούς, ἐν οἷς θείᾳ χάριτι, Ἰωαννίκιε, μύρα βλύζουσιν, εἰς φωτισμὸν καὶ κάθαρσιν, τῶν πιστῶς σοι προσιόντων.
Ἡ ψυχή σου φωταυγείᾳ θείου Πνεύματος, ἐλλαμπομένη ἀεί, ψυχῶν ἑώρα πιστῶς, τῶν προσερχομένων σοι, Ἰωαννίκιε, τὰ βουλεύματα, προφητικαῖς προγνώσεσιν, ἱερῶς θαυμαζομένη.
Νοσημάτων, χειμαζόντων με Μακάριε, ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις σου, συντόμως ἀπάλλαξον, καὶ μέλπειν ποίησον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀναλλοίωτον, τεκοῦσα μόνη Κύριον, Θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ αὐτοῦ, Ἁγνὴ ἀλλοιῶσαί μου, τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.
Τῶν Ἱερομαρτύρων.
Ἀβραμιαῖοι ποτὲ.
Τὴν ἱεράν σου στολήν, προσεπιχρώσας μάκαρ, βαφαῖς αἱμάτων ἀπετέλεσας, λαμπροτέραν Νίκανδρε, ἀνακραυγάζων·Χριστὲ εὐλογητὸς εἶ.
Προσομιλοῦντες πυρί, ἀνενδοιάστῳ πόθῳ, τῷ πρὸς τὸν Κτίστην οὐκ ἐφλέχθητε, βοῶντες Μακάριοι· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τὴν τῆς καμίνου φλόγα, ὑμῖν ἑτοιμασθεῖσαν, εἰς τιμωρίαν μετετρέψατε, εἰς δρόσον ἐν Πνεύματι, τῷ παντουργῷ βοῶντες· Χριστὲ εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωματωθέντα Λόγον, ἀνερμηνεύτως τίκτεις, ἁγνὴ Παρθένε τους κραυγάζοντας, θανάτου λυτρούμενον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Ὁσίου.
Ὠδὴ η’
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱστάμενος ἄνω πρὸς τὸ ὄρος, ὡς ἐπὶ λυχνίας λύχνος, Ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὑποδεικνύων ἄριστα Ἰωαννίκιε, τὴν τρίβον τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὕψος ἀπαθείας.
Νοῒ ἀπαθείᾳ καθαρθέντι, ὡμίλησας Κυρίῳ παντοκράτορι, ὑφ' οὗ τὰ ἀπόρρητα, Ὅσιε μυούμενος, προφητικῶς προέλεγες, εἰς σωτηρίαν ψυχῶν, ὡς μέγιστος παμμάκαρ προφήτης· ὅθεν σε συμφώνως, πιστοὶ ἀνευφημοῦμεν.
Ἐπῆλθόν μοι μάστιγες βαρεῖαι, καὶ νόσοι ἀλλεπαλλήλως με χειμάζουσι, τούτων με ἀπάλλαξον, Πάτερ ἱκετεύω σε, ὡς ἐκ Θεοῦ δεξάμενος, Ἰωαννίκιε, τὴν χάριν ἰατρεύειν τὰ πάθη, καὶ τὰς ἀλγηδόνας, πιστῶν ἐπικουφίζειν.
Τριαδικὸν.
Σὺν πάσαις ταῖς ἄνω στρατηγίαις, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον, Τριάδα ἀμέριστον, ἄκτιστον Θεότητα, ὑμνολογοῦντες, Ἅγιος, Ἅγιος, Ἅγιος, βοήσωμεν ἐν ἀγαλλιάσει, μία ἐξουσία, ἀρχὴ καὶ βασιλεία.
Θεοτοκίον.
Ὡράθης Ἀγγέλων ὑπερτέρα, Θεὸν ἀπορρήτως σωματώσασα· τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον, παθῶν γενέσθαι με, νοὸς ἐν ὑψηλῇ ταπεινώσει, ἀνυμνολογοῦντα, τὴν σὴν μεγίστην χάριν.
Τῶν Ἱερομαρτύρων.
Λυτρωτὰ τοῦ παντὸς.
Ἱεράρχης σεπτὸς ἐχρημάτισας, οὐδαμῶς ἀλλοτρίῳ ἐν αἵματι, τῷ δὲ οἰκείῳ Νίκανδρε, εἰσελθὼν εἰς τὸν ἄνω ναόν, καὶ μέλπων· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ἐν καθέδρᾳ αἰνέσας τὸν Κύριον, πρεσβυτέρων Ἑρμαῖος ὁ ἔνδοξος, καλλωπισθεὶς ἐν αἵματι, μαρτυρίου κραυγάζει· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἱερῶς προτελοῦντες τὰ ἅγια, ἱερεῖα σεπτὰ ἀνεδείχθητε, καὶ εἰς ὀσμὴν προσήχθητε, εὐωδίας Κυρίῳ ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Τῶν κακῶν μου τὸ πέλαγος ξήρανον, εὐσπλαγχνίας κυήσασα πέλαγος, τὸν Λυτρωτὴν καὶ Κύριον, ᾧ βοῶμεν Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Τοῦ Ὁσίου.
Ὠδὴ θ’
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος·
πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἴσχυσας Θεοῦ, τὸν νοῦν σου κρατύναντος, κατακρατῆσαι παθῶν, Ἄγγελος ἐν σώματι· ἐντεῦθεν Πάτερ σὺ ἐχρημάτισας, καὶ σὺν Ἀγγέλοις πάντοτε, τοὺς οὐρανούς κατοικεῖς, τῷ τῆς δόξης, θρόνῳ παριστάμενος, καὶ φωτὸς ἀνεσπέρου πληρούμενος.
Ὥσπερ οὐρανόν, τὰ ὄρη καὶ σπήλαια ᾤκησας Ὅσιε· ὅθεν σοι εἰρήνευσαν, ἄγριοι θῆρες καθυποτάξαντι, πάθη ψυχῆς δυσκάθεκτα, Ἰωαννίκιε, καὶ δικαίῳ, ἤδη χρηματίσαντι· διὰ τοῦτο πιστοὶ σε γεραίρομεν.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, σοφὲ Ἰωαννίκιε, τῇ θείᾳ χάριτι, ἀναβλύζον, πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσιν.
Ἤδη τῷ Χριστῷ ἐγγίζων τρανότερον καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου,
μνημονευόντων Ἰωαννίκιε, ἁμαρτιῶν συγχώρησιν, ἡμῖν αἰτούμενος, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.
Θεοτοκίον.
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα φῶς ἡ κυήσασα, καὶ μὴ καταλάβῃ με, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτὴ με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.
Τῶν Ἱερομαρτύρων.
Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ἰκρίῳ σοφὲ καρτερικῶς τεινόμενος, καὶ λαμπάσι φλογιζόμενος, δρόμον οὐράνιον ἐδέξω, χειρὶ ἀγγελικῇ Μάρτυς Νίκανδρε, τοὺς φλέγοντας νεκροὺς δὲ ἀπέδειξας· Ταῖς ζωηφόροις σου ἐντεύξεσιν.
Ὡράθητε θέαμα φρικτὸν γυμνούμενοι, καὶ ἀλόγοις συνδεσμούμενοι, καὶ ἐπὶ πλεῖστον Ἀθλοφόροι, συρόμενοι καὶ σῶοι δεικνύμενοι, πυρὶ προσομιλοῦντες καὶ ἄφλεκτοι, Πνεύματι θείῳ συντηρούμενοι.
Σήμερον τῶν Μύρων ἱερὰ μητρόπολις, ἑορτάζει πόλιν ἅπασαν, πρὸς εὐωχίαν συγκαλοῦσα, ἐν τῇ μνήμῃ ὑμῶν ταύτῃ Πανεύφημοι, ἐν ᾗ τὴν ἱερὰν ὑμῶν ἄθλησιν,
μεγαλοφρόνως ἐτελέσατε.
Ἠνοίγη ὑμῖν ὁ οὐρανὸς καὶ Ἄγγελοι, τῇ ἀνόδῳ ἐπεκρότησαν, τάξεις Ἁγίων καὶ Δικαίων, ηὐφράνθησαν, ἐσκίρτησαν Μάρτυρες, μεθ' ὧν κατασκηνώσαντες μνήσθητε, τῶν μεμνημένων ἡμῶν Ἅγιοι.
Θεοτοκίον.
Φωτὶ με καταύγασον τῷ σῷ Πανάμωμε, ἡ τεκοῦσα φῶς ἀπρόσιτον, λῦσον τὰ νέφη τῆς ψυχῆς μου, καὶ σκότους με ἐξάρπασον δέομαι, καὶ θείας σωτηρίας ἀξίωσον, ἵνα ὑμνῶ σε τὴν πανύμνητον.
Ὁ Εἱρμὸς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ, τὴν εὐλογίαν ἐξήνθησας· Ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἐμφρόνως καθυπέταξας, σοφὲ Ἰωαννίκιε, τῷ αὐτοκράτορι Πάτερ, νοῒ σαρκὸς τὰς ὀρέξεις, ἐντεῦθεν τὸ ἀκρότατον, τῶν ἐφετῶν κατέλαβες, καὶ θείας δόξης ἔτυχες, ὑπὲρ ἡμῶν οὖν πρεσβεύων, μὴ διαλίπῃς παμμάκαρ.
Τῶν Ἱερομαρτύρων.
Φυτείᾳ τοῦ παμμάκαρος, ἐδείχθης Τίτου Νίκανδρε, ὑφ' οὗ τῆς πόλεως Μύρων, ἐχρίσθης Ὅσιε Πάτερ, Ἀρχιερεὺς θεόληπτος, ἐν ᾗ καὶ τὸ μαρτύριον, σὺν τῷ Ἑρμαίῳ πάνσοφε, ὑπὲρ Χριστοῦ διανύσας, ἐν οὐρανοῖς βασιλεύεις.
Θεοτοκίον.
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου πανάμωμε, ἀφ' ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.
Ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου
ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου