ΟΚΤΩΒΡΙΟΣ
ΤΗ ΙΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Λουκιανοῦ, Πρεσβυτέρου τῆς Μεγάλης Ἀντιοχείας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ἔδωκας
σημείωσιν.
Λόγον θείας γνώσεως, πεπλουτηκὼς διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας,πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν· διὸ σε μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν.
Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοῖς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτίᾳ χαλεπῇ, μακρᾷ τε δίψῃ ἐκπιεζόμενος· διὸ σε ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε.
Κόλπος σε θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τῇ χέρσῳ ἐκδίδωσιν, Ἰωνᾶν ὡς πάλαι, θηρὸς ὑπουργίᾳ, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα· διὰ τοῦτο τιμῶμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
καὶ νῦν... Θεοτοκίον.
Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.
Ἢ
Σταυροθεοτοκίον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δολιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἐκπληττομένη θρηνοῦσα ἔλεγε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου.μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθῃς Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Σοῦ Λουκιανὲ παμμάκαρ μέλπω κλέος.
Ποίημα
Θεοφάνους.
Ὠδὴ α’. Ἦχος δ’
ᾌσομαί σοι
Κύριε.
Σοφίᾳ καὶ χάριτι καὶ δυνάμει, πνευματικῇ Λουκιανέ, ἐκλάμψας ἐφώτισας, λαοὺς καὶ πρὸς ἐπίγνωσιν, Χριστοῦ Μάρτυς ὡδήγησας.
Ὅπλοις εὐσεβείας σε θωρακίσας, ὁ τὴν ἀσθένειαν ἡμῶν, φορέσας ὡς εὔσπλαγχνος, ἀήττητον εἰργάσατο, ἐχθρῶν Μάρτυς παλαίσμασιν.
Ὕψος πρὸς οὐράνιον τοὺς εἰς βάθος, κακοπιστίας Ἀθλητά, πεσόντας ἀνείλκυσας, δικτύοις τῶν ἐνθέων σου, δογμάτων Ἀξιάγαστε.
Θεοτοκίον.
Λόγῳ τὸν ἀΐδιον Πατρὸς Λόγον, ὑπὲρ αἰτίαν καὶ Λόγον, ἀσπόρως συνέλαβες, Ἁγνὴ καὶ ἀπεκύησας, ὑμῶν εἰς ἀπολύτρωσιν.
Ὠδὴ γ.
Τόξον
δυνατῶν.
Οἶκον ἀρετῶν λαμπρότητι, Μάρτυς τὴν ψυχήν σου Θεῷ ἀπετέλεσας, τῶν εἰδώλων δὲ τὰ τεμένη, προσευχαῖς σου κατηδάφισας.
Ὕμνεις πειρασμοῖς κυκλούμενος, Μάρτυς καὶ βασάνων, ἀλγεινοῖς πιεζόμενος, τὸν τοιούτων ὡς εὐεργέτην, ἀγαθῶν σε ἀξιώσαντα.
Σῶμα αἰκισμοῖς παρέδωκας, Μάρτυς τὴν ψυχὴν δέ, ἀσφαλῶς διετήρησας, θῦμα ἄμωμον τῷ Δεσπότῃ, σεαυτὸν προσάξας πάντιμον.
Θεοτοκίον.
Κόρης βρέφος ἀποτίκτεται, ὁ δημιουργήσας τοὺς αἰῶνας βουλήματι, ἣν ὑμνοῦμεν ὡς Θεοτόκον, καὶ ἀπαύστως μακαρίζομεν.
Ὁ Εἱρμὸς.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Κάθισμα. Ἦχος πλ. δ’
Τὴν Σοφίαν.
Τῷ τῆς χάριτος λόγῳ τὰς τῶν πιστῶν, ὑπαλείφων καρδίας Λουκιανέ, ἀθλεῖν παρεσκεύασας, καὶ τροποῦσθαι τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τὸν ἔνθεον, ἐπὶ τέλει δόξης, Μαρτύρων ἠξίωσαι· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτῆρα δοξάζοντες, Ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος. καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῶ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.
Ἢ
Σταυροθεοτοκίον.
Ἐν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ πανάμωμος Μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα, καὶ πικρῶς ἀπεφθέγγετο, καὶ συνοχῇ καρδίας, τὰς κόμας ἐσπάραττε, καὶ πρός αὐτὸν ἐβόα· Υἱέ μου καὶ Κύριε, πῶς σε τῶν Ἑβραίων, ἀνομώτατος δῆμος, ἀδίκως προσπήγνυσι, τῷ Σταυρῷ ἀναμάρτητε; πῶς καὶ θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν πλευρᾶς, χολήν τε, οἴμοι! καὶ ἣλους μακρόθυμε; ἀλλὰ δόξα σου Σῶτερ, τοῖς θείοις παθήμασι.
Ὠδὴ δ’
Ὁ καθήμενος
ἐν δόξῃ.
Ἰσχυρὸς κατὰ τῆς πλάνης, ἀνεδείχθης Μακάριε, καὶ πολλῶν ἀλείπτης, θείους πρὸς ἀγῶνας ἑκάστοτε, ὑπομονῇ δὲ βασάνων τὴν ἀνίσχυρον, ἐταπείνωσας, Μάρτυς ἰσχύν τοῦ ἀλάστορος.
Ἁπλωθεὶς ἐπὶ τοῦ ξύλου, καὶ ἱμάσι τεινόμενος, καὶ λιμῷ καὶ δίψει, τῇ πολυχρονίῳ τηκόμενος, καὶ λεπτοτάτοις ὀστράκοις ἐκκεντούμενος, ἐκαρτέρησας, Λουκιανὲ ἀξιάγαστε.
Νόμον θεῖον καταγγέλλων, ἀνομοῦντας ἐπέστρεψας, καὶ πιεῖν προθύμως, πόμα μαρτυρίου ὑπέδειξας, μεθ' ὧν εἰς θείας ἐπαύλεις κατεσκήνωσας, ἐντρυφῶν τῷ ξύλῳ, τῆς ζωῆς Παναοίδιμε.
Θεοτοκίον.
Ἐκ γαστρός σου ἀναλάμψας, τῆς Θεότητος Ἥλιος, τοὺς ἐν σκότει Κόρη, τῆς πολυθεΐας ἐφώτισε, τοὺς ἐν σκιᾷ τοῦ θανάτου κατελάμπρυνεν, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὠδὴ ε’
Ἀσεβεῖς οὐκ ὄψονται.
Πυρπολήσας Ὅσιε, ἀκάνθας τῶν παθῶν, δι' ἱδρώτων ἀσκητικῶν, ταῖς ῥοαῖς κατέσβεσας τῶν ἀγώνων σου, ἀσεβείας κάμινον, γενναιόφρον παμμακάριστε.
Αἰκισμοῖς βαλλόμενος, νιφάσιν ἀλγεινῶν, διαμένεις πρὸς τὸν Θεόν, ἀτενίζων Ἅγιε, σῴζειν δυνάμενον, οὗ χερσὶ τὸ πνεῦμά σου, ἐναπέθου εὐφραινόμενος.
Μακρυνθέντας ἤλεγχες, Θεοῦ τοὺς δυσσεβεῖς, καὶ μακραῖς καὶ ὀδυνηραῖς, ἀλγηδόσιν Ἔνδοξε περικυκλούμενος, τῷ Χριστῷ προσήγγισας, οὗ τὸ πάθος ἐξεικόνισας.
Θεοτοκίον.
Μετὰ τόκον ἄφθορος, διέμεινας Ἁγνή, καὶ φθορᾶς γένος τῶν βροτῶν, ὡς Θεὸν γεννήσασα ἠλευθέρωσας· διὰ τοῦτο πίστει σε, ὀρθοδόξως μακαρίζομεν.
Ὠδὴ ς’
Θύσω σοι, μετὰ φωνῆς.
Ἀβρόχως, τῶν βασάνων διέβης τὸν κλύδωνα, τῇ παναλκεῖ δὲ παλάμῃ, ἐκ βυθοῦ τὸ σῶμά σου διεσώθη, τοῖς ποθοῦσιν, ἀσινὲς Θεομάκαρ ὁρώμενον.
Ἀγάπῃ, τοῦ Χριστοῦ πυρπολούμενος, Ἔνδοξε, μέχρι θανάτου ἀντέστης, τοῖς τυράννοις πάνσοφε· διὰ τοῦτο, βασιλείας οὐρανῶν ἠξιώθης γηθόμενος.
Κητῴας, ἐκ γαστρός, Ἰωνᾶν ὁ ῥυσάμενος, τριημερεύσαντα σῴζει, σὲ βυθοῦ θαλάσσης καθυπουργούντων, ἐναλίων, σοι θηρῶν μεθ' ἡμέρας τριάκοντα.
Θεοτοκίον.
Ἁγνὴν σε, περιστερὰν καὶ μόνην ἀμίαντον, ὁ καθαρὸς εὗρε Λόγος, καὶ ἐκ σοῦ τεχθῆναι εὐδόκησε, Παναγία, Θεομῆτορ Παρθένε πανάμωμε.
Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον. Ἦχος β’
Τὴν ἐν
πρεσβείαις.
Τὸν ἐν ἀσκήσει τὸ πρότερον λαμπρυνθέντα, καὶ ἐν ἀθλήσει τὸ δεύτερον φαιδρυνθέντα, πάντες ὡς φωστῆρά σε φαιδρότατον, Λουκιανὲ τοῖς ὕμνοις, ἐνδόξως σὲ γεραίρομεν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἰκος.
Γνώσει τῇ θείᾳ καθωπλισμένος, καὶ τὸν νοῦν θείᾳ δόξῃ ἐλλαμφθεὶς Ἀθλητά, τῷ Πνεύματι φωτιζόμενος, μάχαιρα ὤφθης ἐστιλβωμένη, τὰ ζιζάνια πάντα ἄρδην ἐκτέμνων, αἱρετικῶν τὰ ἀλλόφυλα δόγματα ἔνδοξε, καὶ κήρυξ τῆς ἀληθείας, πρὸς ζωὴν ὑπαλείφων ἅπαντας, τοὺς εὐσεβῶς προσιόντας σοι, ἐκ κινδύνων δὲ λυτροῦσαι καὶ θλίψεων· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης.
Στίχοι
Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει,
Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων.
Λιμῷ Λουκιανὸς δεκάτῃ θάνεν ἠδέ τε Πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου.
Στίχοι
Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον,
Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Ὁ διασώσας ἐν πυρὶ.
Ῥύμην ῥημάτων τῶν σοφῶν, τύραννος διώκτης μὴ φέρων, καὶ θανατοῖ σε καὶ βυθῷ, θαλαττίῳ προσρίπτει τὴν ἄνω σοι, προξενῶν ὡς οὐκ ᾤετο, βασιλείαν εἰς αἰῶνας καὶ θείαν δόξαν.
Μὴ προσκυνήσας τοῖς γλυπτοῖς, γόνυ τε μὴ κάμψας εἰδώλοις, εἰς πῦρ ἐβλήθης θλιβερόν, εἰς βασάνων εἰσῆλθες τὴν κάμινον, δροσιζόμενος Πνεύματος, δροσοβόλῳ δυναστείᾳ Θεόφρον Μάρτυς.
Νενεκρωμένους καὶ βυθῷ, τῆς Ἑλληνικῆς ἀθεΐας, καταποθέντας τοὺς λαούς, ζωηφόροις σου λόγοις ἀνείλκυσας μελῳδῶν Ἀξιάγαστε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον.
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογημένη.
Ὠδὴ η’
Παῖδας εὐαγεῖς.
Λιμῲ νοητῷ τοὺς ἐκτακέντας, τῷ ἄρτῳ τῶν λόγων σου ἐστήριξας, μόνον σέβειν Κύριον, ἄρτον τῆς ζωῆς ἡμῶν, καθυποδείξας Ἔνδοξε, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πατήσας δεινὰς μηχανουργίας, ἐχθροῦ τοῦ ἀπατεῶνος τῇ ἀθλήσει σου, ἤρθης πρὸς περίδοξον, ὕψος Ἀξιάγαστε, καὶ τῶν Ἀγγέλων ἔφθασας, βοῶν τὰ τάγματα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὢ ξένων πραγμάτων τελεσθέντων, ἐν σοὶ Λουκιανὲ Μάρτυς ἀοίδιμε! κόλπος γὰρ θαλάττιος, σῶμά σου τὸ ἅγιον, ἐφ' ἱκανὸν δεξάμενος οὐκ ἐλυμήνατο, τῇ χέρσῳ διασῴζει δὲ σῶον, ῥεῖθρα ἰαμάτων, ἐκβλύζον τοῖς ποθοῦσι.
Θεοτοκίον.
Καὶ γλώσσῃ Παρθένε καὶ καρδίᾳ, ἁγνὴν Θεοτόκον σὲ κηρύττομεν· Κύριον γὰρ ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι κατανοούμενον, ὃν πᾶσαι οὐρανῶν αἱ Δυνάμεις, ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο· τότε μὲν τυπουμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Εὔα μὲν τὸ τῆς
παρακοῆς.
Λάμπει σου Σοφὲ τὸ ἱερὸν μνημόσυνον, ταῖς ἀκτῖσι τοῦ πνεύματος, νέφος παθῶν διασκεδάζον, φωτίζον εὐσεβῶν τὰ συστήματα, καὶ φλέγον τῶν δαιμόνων στρατεύματα, ὃ ἐκτελοῦντας ἡμᾶς φύλαττε.
Ἐλύθης τοῦ σώματος δεσμῶν Μακάριε, καὶ πρὸς ὕψος ἐπουράνιον, χαίρων ἀνέπτης καὶ ἐπώφθης, ὡραῖος τῶν στιγμάτων τερπνότησι, Θεῷ τῷ Ποιητῇ ᾧ παρίστασαι, μετὰ Μαρτύρων εὐφραινόμενος.
Ὁ Μάρτυς ἡμῶν Λουκιανὸς συνήγαγεν, εὐφημῆσαι τούτου σήμερον, ἄθλους λαμπροὺς καὶ τοὺς ἀγῶνας, τὴν μέχρι τελευτῆς γενναιότητα, θαυμάτων τε τὴν χάριν τήν ἄφθονον, ὃν ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον.
Σοφίας δοχεῖον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη Πάναγνε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ σε τῶν βροτῶν τὰ συστήματα, Ἀγγέλων τε δοξάζει στρατεύματα, μόνην τῶν πάντων ὑπερέχουσαν.
Ὁ Εἱρμὸς.
Εὔα μὲ τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ, τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν.
Ἐξαποστειλάριον.
Τοῖς
Μαθηταῖς.
Πνευματικῆς ὡς ἔμπλεως, χάριτος καὶ σοφίας, Λουκιανὲ πανεύφημε, τὴν θεόπνευστον Μάρτυς, Γραφὴν ἡρμήνευσας πᾶσαν· πλάνην δὲ τῶν Ἑλλήνων, ἤλεγξας τὴν πολύθεον, καὶ ψευδώνυμον γνῶσιν, τὴν δὲ Χριστοῦ, Ἐκκλησίαν ηὔφρανας, Ἀθλοφόρε, φαιδρύνων ἐν τοῖς λόγοις σου, Ὀρθοδόξων τὰ πλήθη.
Θεοτοκίον.
Ναὸς ἐγένου Πάναγνε, τῆς Θεότητος ὅλης, τὸν τῆς Τριάδος ἕνα γάρ, τέτοκας ἀπορρήτως, διπλοῦν τῇ φύσει Παρθένε, ἐν μιᾷ ὑποστάσει· ὃν ἐκτενῶς ἱκέτευε, σῶσαι τοὺς σὲ ὑμνοῦντας, ἐκ πειρασμῶν, καὶ κινδύνων Δέσποινα Θεοτόκε· σοὶ γὰρ τὸ Χαῖρε κράζομεν, προστασία τοῦ κόσμου.
Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου,
ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου