28 ΟΚΤΩΒΡΙΟΥ
ΤΗ ΑΥΤΗ HMEPΑ (ΚΗ')
Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς
ἁγίας
Σκέπης τῆς
Ὑπεραγίας
Δεσποίνης ἡµῶν
Θεοτόκου καὶ
Ἀειπαρθένου
Μαρίας.
Ἢ Ἀκολουθία αὔτη, ποιηθεῖσα ὑπὸ τοῦ ἐν Ἁγίῳ Ὅρει ᾀσµατογράφου Μοναχοῦ Γερασίµου Μικραγιαννανίτου, ἐνεκρίθη ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἐν τῇ συνεδρίᾳ Αὐτῆς τῆς 21ης Ὀκτωβρίου 1952, καθ’ ἢν καὶ ἀπεφασίσθη ὁ συνεορτασµὸς τῆς Ἑορτῆς τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου µἐτὰ τῆς Ἐθνικῆς Ἑορτῆς τῶν Νικητηρίων τῆς 28ης Ὀκτωβρίου. (Αἱ Συνοδικαὶ Ἐγκύκλιοι, Τόµος Β’, Ἀθῆναι 1956, σελ. 649).
ΕΙΔΗΣΙΣ
Εἰ τύχοι ἡ Ἑορτὴ ἐν Κυριακῇ, ἡ Ἀκολουθία ψάλλεται κατὰ τὴν Τυπικὴν Διάταξιν τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. (Βλέπε Τυπικὸν 21ης Νοεµβρίου § 8).
ΕΙΣ ΤΌΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶµεν Στίχους δ’, καὶ ψάλλοµεν τὰ Στιχηρὰ προσόµοια.
Ἦχoς α’. Τῶν οὐρανίων ταγµάτων.
Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστηµα, τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς
Θεοτόκου, ὑµνήσωµεν προθύµως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωµεν· χαῖρε Παρθένε
βοήθεια ἀσφαλής, καὶ θερµὴ ἡµῶν ἀντίληψις.
Ὥσπερ ἐρρύσω Παρθένε
τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ,
πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου.
Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας
Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτouσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν,
καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι σε.
Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς
θαρρήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦραν,
Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου.
Δόξα. Καὶ νῦν. Ἦχος α'.
Τὶς κατ' ἀξίαν ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε;
Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ, πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀοράτως, ἐν ὑψηλῷ βραχίονι,
τῶν πολεμίων καταράσσεις τάς φάλαγγας, καὶ θαυμαστῶς ἰθύνεις, ἢν ᾑρετήσω κληρονομίαν σου· ὅθεν ὑμνοῦμεν τὴν χάριν σου, εὐχαριστίας
φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμεν σοι‧ Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ Δέσποινα, ὅτι μετὰ Θεὸν τάς ἐλπίδας σοι ἀνεθέμεθα.
Ἀπόστιχα
Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκέπη
χριστιανῶν, ὑπάρχεις
Θεοτόκε, τὸν εὐσεβῆ λαόν σου,
σκέπουσα καὶ φρουροῦσα, ἐκ πάσης
περιστάσεως.
Στίχ. Τὸ πρόσωπόν
σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ σου.
Ὅτε ἐν τῷ ναῷ, τῶν Βλαχερνὼν κατεῖδεν, ὁ Ὅσιος Ἀνδρέας,
σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἅπλωσον ἐφ' ἡμᾶς, τὴν Σκέπην σου Παρθένε, καὶ σκέπασον
αΰλως, ἐκ πάσης
δυσπραγίας, λαὸν τὸν χριστεπώνυμον.
Δόξα. Τριαδικόν.
Φύσις
τρισσολαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὑπέρθεε Θεότης, οἰκτείρησον
Οἰκτίρμον, τὸ τῶν χειρῶν σου ποίημα.
Καὶ νῦν. Θεοτοκίον.
Ἤλπισεν ὁ στρατός,
τῇ σκέπῃ σου
Παρθένε, καὶ ἰσχυρὸς ὡράθη, τοῖς ἐπιτιθεμένοις, τῷ κράτει τῆς ἰσχύος σου.
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.
Τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου
θαύματος! ὡς νεφέλην
φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει
περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας‧
Κεχαριτωμένη χαῖρε, σκέπη
καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε,
τοῦ πιστῶς σε
μεγαλύνοντος.
Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ
παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧ ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι,
διέσωσας ἀπειλῆς, ἐπερχoμένης λαὸν τὸν
Χριστώνυμον. Ὅθεν σοι
χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν
γηθόμενοι.
Τὴν πρὸς ἡμᾶς σου
προμήθειαν, οἱ Ἑλλήνων παῖδες,
Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν
μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν γὰρ σuμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι
κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας.
Προσόμοια ἕτερα. Ἦχος δ’.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τῆς Σκέπης
σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν
μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης
στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου,
καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα
μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος.
Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην
σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν
βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα,
ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου,
πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης,
τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν.
Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς
τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν
τεκμηρίοις καὶ θαύμασιν,
ἡμῖν
διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου
χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις
εὐφροσύνην, τοῖς θλιβομένοις
καὶ πάσχουσι.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β’.
Σήμερον ὁ πιστὸς λαός σου
Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν,
χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις
καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων
ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τάς
ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν,
καὶ τῇ φωταυγεῖ σου Σκέπῃ
προστρέχοντες, θερμῶς βοῶμεν‧ Ἄχρι
τερμάτων αἰῶνος, σκέπε
Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους
σου.
Εἴσοδος. Φῶς ἱλαρόν...
Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Ἀριθμῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ: 15-23)
Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ
μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο διαπαντὸς· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον
οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τάς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ
φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου
παρεμβαλοῦσι καὶ διὰ
προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γὲνηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ νυκτός.
Μηνὸς ἡμέρας
πλεοναζούσης τῆς νεφέλης
σκιαζούσης ἐπ' αὐτῆς,
παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ
προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο
διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
(Κεφ. μ: 15-32)
Ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων
τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου,
νουμηνία ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τάς κεφαλίδας, καὶ διενέβαλε
τοὺς μοχλούς, καὶ ἔστησε τοὺς στύλους.
Καὶ ἐξέτεινε
τάς αὐλαίας ἐπὶ τὴν σκηνήν,
καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ' αὐτὴν ἄνωθεν, καθὰ σuνέταξε
Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν.
Καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ
κατακάλυμμα τοῦ
καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ
μαρτυρίου, ὂν τρόπον
συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν
εἰς τὴν σκηνὴν τοῦ
μαρτυρίου, τὸ πρὸς Βορρᾶν ἔξωθεν τοῦ
καταπετάσματος τῆς σκηνῆς. Καὶ
προσέθηκεν ἐπ' αὐτῆς ἄρτους τῆς
προθέσεως ἔναντι
Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν
εἰς τὴν σκηνὴν τοῦ
μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους
αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον σuνέταξε
Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριoν τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπ' αὐτοῦ θυμίαμα τῆς σuνθέσεως,
καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν
καρπωμάτων ἔθηκε παρὰ τάς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ
συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ
μαρτυρίου. Καὶ δόξης
Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου,
ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη,
καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν
οἱ υἱοὶ Ἰσραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη.
Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις
ταῖς ἀναζυγαῖς αὐτῶν.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. μγ: 27, μδ: 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα,
ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν‧ καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς
βλεπούσης κατὰ ἀνατολάς, καὶ αὔτη ἦν
κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με‧ Ἡ πύλη αὔτη
κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται,
καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος
καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον
Κυρίου. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν,
κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης
δόξης ὁ οἶκος τοῦ Κυρίου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.
Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ
Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ,
κύκλῳ σε περιβάλλει καὶ
πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν
πολεμίων, ἐπερχομένων
κατὰ σοῦ, τάς
φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε
Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧ Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος
μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἦχος β’
Ὡς ὑπέρλαμπρος
ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι,
ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως
Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα
πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης
σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ' ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.
Ἦχος γ’
Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ
μαρτυρίου, προτυποῦσα
Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν δὲ ἡ ἀστραπόμορφος
Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν
χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι πρoστρέχoντα‧ καὶ τοῦτο ἐμφανὲς
πεποίηκας, τῇ ἀνασσούσῃ πόλει,
δι' ἐμφανείας ἀπορρήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τάς
πολλὰς σου εὐεργεσίας
κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς
κηδεμονίαν σου‧ ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.
Ἦχος δ'
Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τάς ἡλιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε
καὶ ἐξαίσια,
θαυμαστὰ καὶ σωτήρια,
εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται‧ τὴν γὰρ Βασιλίδα
πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων
κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα‧ νῦν δὲ ἡμᾶς
Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι,
τῇ σῇ πλουσίᾳ χρηστότητι‧ ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν
προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, τὴν
προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'.
Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς
περισκέπει, τὸ Γένος ἡμῶν‧ δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου,
πρὸς ἡμᾶς προμήθειαν‧ ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι,
καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω
κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν
πρυτανεύει, οἷα Μήτηρ
Θεοῦ, καὶ σωτηρίαν
αἰώνιον.
Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις
Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος
πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία
θερμή, καὶ παραμυθία
ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν,
τῇ σῇ χάριτι, ἀληθῶς
κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα,
καὶ τῆς προνοίας
σου Κόρη, τοὺς οἰκτιρμοὺς
μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστoς.
Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης
σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας,
παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.
Στίχ. Τὸ πρόσωπόν
σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς πρoστασίας
σου, θαρρήσας ἀνενδοιάστως,
ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ διὸ χαριστήριον, ἀναμέλπει
σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον,
ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ Σὺ μου σκέπη
καὶ πρόμαχος, καὶ μέγα
προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί
σου σῳζόμενος, ἀλλὰ καὶ
μελλόντων, θλιβερῶν
πειρατηρίων, ῥῦσαὶ με Δέσποινα.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'.
Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις,
περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε
προφθάνεις, καὶ πάσης
στενώσεως, ἡμᾶς ἀπαλλάττεις,
οἷς οἶδας
τρόποις φιλάγαθε. Διὸ Παvύμνητε
Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι
τερμάτων αἰῶνος, ὅτι σόν ἐσμεν
ποίμνιον.
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου
νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν
καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι·
Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα
τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.
Ἕτερον. Ἦχος πλ. δ', Θεοτόκε Ἀειπάρθενε.
Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην,
δι' ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου
καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΌΝ ΟΡΘΡΟ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας,
καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι,
καὶ μητρικῇ σuμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε. (Δὶς)
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλούσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς
τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι' ἧς σκέπεις
καὶ σῴζεις ἡμᾶς πάσης
θλίψεως. (Δὶς)
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ἁγίαν σου
Σκέπην καὶ
θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε,
περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον,
ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε
πάντοτε, ἀφ' ἡμῶν τῶν ὑμνούντων
σου, τῶν θαυμάτων τὸ μέγεθος,
πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου. ( Δίς)
Τὸ Α' Ἀντίφωνον τοῦ δ’ Ἤχου καὶ τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου
Εὐαγγέλιον τοῦ Ὄρθρου.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 1:39-49, 56
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς
πόλιν ᾿Ιούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ.
Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ
βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ, καὶ ἀνεφώνησε
φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς
κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ
γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί· Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε
δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ Ν’ Ψαλμός. Εἶτα
Δόξα.
Ταῖς τῆς Θεοτόκου ...
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου ...
Στίχ. Ἐλέησον μέ,
ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου
...
Ἰδιόμελον. Ἦχος πλ. β’.
Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα,
τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις
καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ' αὐτῆς
σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε
Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον.
Εἶτα ψάλλονται οἱ παρόντες δύο Κανόνες τῆς Θεοτόκου.
Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχὶς
Σὺ εἶ, Παρθένε,
Ἑλλάδος σκέπη. Γερασίμου.
Ὠδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμός.
Ἀνοίξω τὸ στόμα μου
καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι
Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς
πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς)
Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι
δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας
Σκέπης, δι' ἧς σκέπεις
πάντοτε, τοὺς σὲ γεραίροντας.
Ὑψόθεν ἐφήπλωσας,
τὴν ἀστραπόμορφον
Σκέπην σου, νεφέλην ὡς πάμφωτον
καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα
μόνον, ἀλλ' ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν.
Ἑώρακε πάλαι σε, ἐν ἀπορρήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου,
κόσμου τὰ πέρατα.
Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης
σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.
Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς.
Σκέπην ὑμνέω τῆς
Θεοτόκου. Γερασίμου.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις,
Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀπορρήτως
τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι,
τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν
πανυπερθαύμαστoν Σκέπην
σου.
Κεκοσμημένη
κροσσωτοῖς τοῦ
Πνεύματος, ὡς βασιλὶς τοῦ παντός,
καὶ ὑπὲρ ἡλίου, τάς
αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας,
νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας,
τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα.
Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ
μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις
καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης
σου.
Πλήρης φωτὸς πλήρης ἐλέους
Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας,
τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης
σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου
καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι
Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς
πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Κανὼν πρῶτος.
Ὠδὴ γ’. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν,
στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου,
στεφάνων δόξης ἀξίωσον. (Δίς)
Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου
ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι
παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν
βραβεύουσα.
Ἀρχῆθεν ἡμᾶς δι' εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην
σου, καὶ ξένα καὶ παράδοξα,
πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα.
Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος,
εἶδέ σε περισκέπουσαν,
λαὸν τὸν
χριστεπώνυμον, ὡς βασιλίδα
οὐράνιον.
Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες
Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν.
Κανὼν δεύτερος.
Ὁ στερεώσας κατ' ἀρχάς.
Ἡ Σκέπη σου ἡ παμφαής,
φωτὸς αὐλοῦ βολίδας, ἀπαυγάζουσα
ἀεὶ Θεοτόκε,
διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ
βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τάς διανοίας τῇ δόξῃ σου.
Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως,
τὸν λαλήσαντα Προφήταις ἐν τύποις,
καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα
κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην‧ διὸ ὑμνοῦμεν τὴν δόξαν σου.
Ὑπὸ τὴν Σκέπην σου Ἁγνή,
προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ' ἑκάστην ἡμέραν‧ ὅθεν
σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν.
Μυρίων
πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης
τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας.
Καταβασία.
Τοὺς σοῦς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν,
στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου,
στεφάνων δόξῃς ἀξίωσον.
Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Σκέπη
πέφηνας, καὶ σωτηρία,
καὶ ἀντίληψις,
καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων
Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν
προστασίαν κηρύττομεν, Κόρη Παναγνέ, ἡ σκέπουσα
τάς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ
δράκοντος. (Δίς)
Κανὼν πρῶτος.
Ὠδὴ δ'. Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπερθεός, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε,
τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. (Δίς)
Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον
Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ
περιλαμβάνεις ἑκάστοτε,
καὶ περιθάλπεις καὶ σῴζεις πάσης θλίψεως, τοὺς
κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου.
Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σοῦ χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρεῶν ἡ διάδοσις, ἢν πρὸς τὸ Γένος ἡμῶν
δεικνύεις παντοτε‧ ὅθεν
Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν
σου.
Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν
σοῦ Σκέπην τοῖς οἰκέταις σου, δι' ἧς πάντοτε,
σκέπεις ἡμᾶς ὡς φιλάγαθος.
Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη,
καὶ καθοδηγὸν καὶ ἀντίληψιν,
πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου.
Κανὼν δεύτερος.
Σύ μου ἰσχύς.
Νύκτα παθῶν, ἐπισκιάσει
τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν,
διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης
φαιδρότητα, ἐκλάμπεις
καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε.
Ἐκ σοῦ Θεός,
κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων,
γεννηθεὶς αἱμάτων σου,
καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλιψεσιν‧ ἀεὶ γὰρ
περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς
προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου.
Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν,
δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας,
ἡμῖν τάς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε.
Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι' ἧς σκέπεις, καὶ σῴζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν,
ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σῳζόμενοι, δεινῶν
πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν‧ χαῖρε Κόρη ἀνθρώπων
βοήθεια.
Καταβασία.
Τὴν ἀνεξιχνίαστον
θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου
σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.
Κανὼν πρῶτος
Ὠδὴ ε'. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε
Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην
βραβεύουσα. (Δίς)
Λαὸς ὁ σὸς Δέσποινα, τῆς παναγίας
Σκέπης σου, μνείαν τὴν ἁγίαν ἐορτάζει‧ σὺ γὰρ ἐπέστης ἐν Βλαχερνὼν τῷ ναῷ, καὶ πάντας ἐκεῖθεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πιστῶς σε δοξάζοντας.
Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανάχραντε, τῶν ὠρυομένων καθ' ἑκάστην,
καταπιεῖν σοῦ τὴν κληρουχίαν Ἁγνή,
σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν
κατάβαλε, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα.
Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδoμεν τὰ σῶστρά σοι
Παρθένε, ὅτι ἐρρύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελθόντα καθ' ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν,
κραταιῶς ἐταπείνωσας.
Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότητος, κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, πίστει
καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δόξαν σου.
Κανὼν δεύτερος.
Ἵνα τὶ με ἀπώσω;
H ἁγία σου
Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων
σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας,
καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι.
Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ' ἁγίων Κόρη,
ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστὸν σου ἐσκέπασας.
Θαῦμα ἔδειξας
μέγα, ἐναργῶς Πανάμωμε
εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου,
χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες
αἰνοῦμεν σε
χαίροντες.
Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην
λαὸν Κόρη ἔσκεπε,
φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος
Σκέπη σου, σκέπει καὶ διέπει,
καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε
Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, τὴν εἰρήνην
βραβεύουσα.
Κανὼν πρῶτος
Ὠδὴ στ’. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς
Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν
δοξάζοντες. (Δίς)
Ὁ στῦλος πρὶν ὁ
πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει
πάντοτε.
Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα
περισκέπεις ἑκάστοτε,
Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν‧ τὶ οὖν ἀνταποδώσωμεν
τῇ σῇ χάριτι;
Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας,
πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλὰς σε πᾶσα, ὑμνεῖ χορεύουσα.
Κηρύττει
Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος,
καὶ χαριστήριον, ᾠδὴν πρoσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων.
Κανὼν δεύτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Ὁλόφωτος ἀληθῶς, ἐπέστης
Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον
Σκέπην σου, σκέπουσα τοὺς δούλους
σου‧ ὅθεν ἀνυμνοῦμεν, τὴν πολλὴν σου ἀγαθότητα.
Τὴν νομικὴν κιβωτόν,
τὰ Χερουβὶμ πρὶν ἐσκίαζον‧ τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη
σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει
χάριν ἄφθονον.
Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐπαγγελίας πρὸς γῆν‧ ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου,
Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον.
Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην
σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασῴζουσα, τῆς τούτων
μανίας· διὰ τοῦτο σε δοξάζομεν.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς
Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν
δοξάζοντες.
Κοντάκιον. Ἦχος πλ. δ’.
Τῇ ὑπερμάχῳ.
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα,
τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης
θλίψεως, τοὺς
κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.
Ὁ Οἶκος.
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην,
Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ
προστασία.
Χαῖρε τῶν Ἀγγέλων
παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ
Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη
καὶ ἀντίληψις
τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης
σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧
Χαῖρε Σκέπη ὁλόφωτε.
Συναξάριον.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν
τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε
καὶ κατ' ἐξαίρετον
τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα
τῶν πόλεων.
Στίχ. Σκέπη σου, Ἁγνή,
σκέπεις καὶ
περιθάλπεις
Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.
Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα
θειόφρονα καλύπτει.
Ἀΰπνου
δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ oὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος
καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατo, ὡς ἡ προθυμία
τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί.
Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην
σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ τίμιος
Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς· οἱ δὲ ἐπηκολούθουν
μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν Ἐπιφάνιον
λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν
τοῦ κόσμου; Ὁ δὲ φησίν· Ναί, Πάτερ μου πνευματικέ.
Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν
προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον
πρόσωπον. Μετὰ δὲ τὸ
προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ περιεστῶτος λαοῦ. Ὅτε οὖν ἁπηύξατο, τὸ μαφόριον
αὐτῆς, ὅπερ ἐπὶ τῆς
παναχράντου αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα
ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι
ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, ἐπάνω παντὸς τοῦ ἐκείσε ἑστῶτος λαοῦ διεπέτασεν‧ ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι
ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον
καὶ αὐγάζον δόξαν
Κυρίου ὡς ἤλεκτρον.
Μέχρις οὖν ἦν ἐκεῖ ἡ ὑπεραγία
Θεοτόκος, ἐβλέπετο κἀκεῖνο· μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο‧ πάντως γὰρ ἦρεν αὐτὸ μεθ' ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.
Ταῖς τῆς ἀχράντου
Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τάς
ψυχὰς ἡμῶν. Ἀμήν.
Κανὼν πρῶτος.
Ὠδὴ ζ’. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως
πατήσαντες, χαίροντες ἐψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς)
Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην
σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐχθρῶν ἐπιθέσεως, καὶ πάσης
θλιψεως‧ διὸ πάντες σε, διαπρυσίῳ στόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας.
Περιέσκεπες,
ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὠσαύτως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη
Δέσποινα, ἡμᾶς τοὺς
καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ.
H
παράδοξος, Παρθένε ἐπισκίασις,
τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει
σαφέστατα, τὴν σὴν προμήθειαν, δι' ἧς Ἄχραντε, παρέχεις ταῖς ψυχαῖς ἡμῶν, εὐφροσύνην
καὶ εἰρήνην.
Γεωργήσασα,
ἀγεωργήτως Πάναγνε,
Χριστὸν τὸν Κύριον,
τὸν γεωργὸν τῆς ζωῆς, χαρᾶς ἡμῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι‧ Χαῖρε
Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα,
καὶ ἀντίληψις
γλυκεῖα.
Κανὼν δεύτερος.
Θεοῦ συγκατάβασιν.
Ὁ οἶκος ὁ ἔμψυχος, ἐν ᾧ κατῴκησεν ὁ Ὑπέρθεος, ἡ ἁγνὴ Θεοτόκος, τῷ ταύτης οἴκῳ πάλαι
τεθέαται, καὶ τὸ Μαφόριον ταύτης ἁπλώσασα, ἐσκέπασε θαυμαστῶς, τοὺς πεποιθότας αὐτῇ.
Νοῆσαι τὸ μέγεθος,
τῆς πρὸς ἡμᾶς σου Κόρη
χρηστότητος, οὐ δυνάμεθα ὅλως· σὺ γὰρ ὡς μήτηρ ὄντως φιλόστοργος, σκέπεις καὶ θάλπεις καὶ τρέφεις ἡμᾶς ἐκάστοτε‧ διὸ ὑμνοῦμεν ἀεί, τὴν θείαν
Σκέπην σου.
Γνωστῶς ἐθεάσατο, σὲ ἐν αὐλῷ Κόρη
θεάματι, νοερῶς ἐφαπλοῦσαν, τοῖς σοῖς ἱκέταις τὴν λαμπρὰν Σκέπην σου, ὁ θεοφόρος Ἀνδρέας καὶ ᾔνεσε, τὰ μεγαλεῖα τὰ σά, τὰ ὑπὲρ λόγον καὶ νοῦν.
Ἐκάλυπτε πρότερον, φωτὸς νεφέλη
τοῦ μαρτυρίου σκηνήν‧ νῦν δὲ Κόρη καλύπτει, τὴν Ἐκκλησίαν Χριστοῦ ἡ Σκέπη σου, ἡ θαυμαστὴ καὶ ὑπέρλαμπρος Ἄχραντε, ἡμέρας τε καὶ νυκτός,
καθάπερ ὄρος Θεοῦ.
Καταβασία.
Οὐκ ἐλάτρευσαν,
τῇ κτίσει οἱ
θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως
πατήσαντες, χαίροντες ἔψαλλον‧ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Κανὼν πρῶτος.
Ὠδὴ η'. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου
διεσώσατο, τότε μὲν
τυπούμενος, νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν ἀγείρει
ψαλλουσαν‧ τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας. (Δίς)
Ἔδειξας μὲν πάλαι
πολυτρόπως, τῆς Σκέπης
σου Θεοτόκε τὴν ἐνέργειαν, σημείοις καὶ θαύμασι,
καὶ πλείσταις δυνάμεσιν, ὑπερμαχοῦσα Πάναγνε ἡμῶν ἐκάστοτε‧ ἡμεῖς δὲ νῦν ὑμνοῦμεν προφρόνως, τάς σωτηριώδεις αὐτῆς
θαυματουργίας.
Ῥώμην καὶ ἰσχὺν πιστῶς λαμβάνων, λαός σου ὁ
περιούσιος. Πανάμωμε, ἐκ τῆς θείας Σκέπης σου, ἀεὶ περιγίνεται, ἐπερχομένων
θλίψεων, καὶ πολεμίων ἐχθρῶν, καὶ ἄτρωτος ἐκ πάσης μανίας, μένει Θεοτόκε, τῇ σῇ κηδεμονίᾳ.
Ἄνωθεν ἐφάπλωσον
Παρθένε, τὴν Σκέπην
σου τὴν ἁγίαν καὶ ὑπέρλαμπρον,
καὶ ὡς πάλαι
σκέπασον, ἡμᾶς καὶ
περιθαλψον, ἐκ πολεμίων
Ἄχραντε ἐπικειμένων
ἡμῖν, καὶ ῥῦσαὶ τῆς αὐτῶν
πονηρίας, καὶ ἐπιβουλίας, τὴν σὴν κληρονομίαν.
Σκέπην τὴν τὸ ἄχραντόν σου σῶμα, σκεπάσασαν Θεοτόκε Ἀειπάρθενε,
εἶδον ἐφαπλοῦσαν σε, Ἀνδρέας ὁ ὅσιος, καὶ θεῖος Ἐπιφάνιος καὶ ἐξεπλάγησαν‧ τοὺς πάντας γὰρ ἐσκέπασας Κόρη, ἐν φωτὶ ἀύλῳ, καὶ δόξῃ οὐρανίῳ.
Κανὼν δεύτερος.
Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥώμην θείαν καὶ φῶς καὶ σωτηρίαν,
τοῖς τοῦ βίου
νυκτί, Ἁγνὴ
πορευομένοις, ἡ παναγία
Σκέπη σου παρέχουσα, πάντας κατευθύνει, πρὸς τάς
καταπαύσεις, ζωῆς τῆς αἰωνίου.
Ἀσωμάτων χορείαι καὶ Ἁγίων, σὲ ἰδοῦσαι Ἁγνή, ναῷ σου τῷ ἁγίῳ, τὸ ἱερὸν σου
κρήδεμνον ἁπλώσασαν,
καὶ σκέπουσαν κόσμον, ᾔνεσαν
Παρθένε, ἐλέους σου
τὴν βρύσιν.
Σκέπη
κόσμου νεφέλης πλατυτέρα, σὺ ὑπάρχεις Ἁγνή, βροτῶν ἡ σωτηρία‧ διὸ τελοῦντες πόθῳ τὴν ἀνάμνησιν, τῆς σεπτῆς σου Σκέπης, ὑμνοῦμεν Θεοτόκε, θαυμάτων σου τὰ πλήθη.
Ἰσχυρὰν σε
παράκλησιν ἐν βίῳ, κεκτημένοι Ἁγνή, καὶ ἀρραργῆ ἐλπίδα, τῇ κραταιᾷ σοῦ Σκέπῃ
καταφεύγομεν, καὶ τῶν τοῦ δολίου,
λυτρούμεθα σκανδάλων, ὑμνοῦντές σου τὴν χάριν.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου
διεσώσατο, τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψαλλουσαν‧ τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
Ὠδὴ θ'. Ὁ Εἱρμός.
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι
λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν
πανήγυριν τῆς
Θεομήτορος, καὶ βοάτω‧ Χαίροις
παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
(Δίς)
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς
περισκέπει καὶ σῴζει τοὺς ἐπ' αὐτῇ πεποιθότας.
Ἴαμα ἡμῖν, ἡ δρόσος
Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης αὐλοῦ γίνεται, καὶ παύει ἀρρωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων‧ Χαῖρε Ἀειπάρθενε,
εὐφροσύνη ἡμῶν καὶ
παράκλησις.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν
Σου, Σκέπην τιμῶμεν
Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας
Μνείαν ἱεράν,
εἰς
δόξαν καὶ
αἴνεσιν
τῶν
θαυμασίων σου, ἄγει
Παναμώμητε, ἀγαλλομένη
ἡ
Ἑλλὰς
σήμερον, καὶ
πίστει καταφεύγουσα ὑπὸ
τὴν
Σκέπην σου, ἐκβοᾷ
σοι‧ Σκέπε με καὶ
φύλαττε,
ἄχρι
βίου τερμάτων Πανύμνητε.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην
μεγαλύνομεν‧ σκέπει γὰρ αὔτη καὶ σῴζει, πάντας τοὺς ταύτην
τιμῶντας.
Ὅλῃ τῇ ψυχῇ,
συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον
χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ
προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς
περιποίησιν, καὶ ἐν πᾶσι,
περιέπεις Δέσποινα, καὶ διέπεις
καὶ σῴζεις ἐκ θλίψεων.
Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.
Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου
τὴν θείαν Σκέπην σου, οἷα
περιτείχισμα, ἔχε
Παρθένε, πλούτῳ χρηστότητος‧ ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμὸν καὶ ἔλλαμψιν,
καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι.
Κανὼν δεύτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς
Παρθένου, τὴν παναγίαν
Σκέπην.
Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς σuμπαθής,
ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν
Σκέπην σου, οἷά περ
νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας,
κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε
μεγαλύνομεν.
Μεγάλυνον
ψυχή μου, τῆς μόνης
Θεοτόκου, τὴν
φωτοφόρον Σκέπην.
Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε
νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε,
σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας,
θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον.
Δόξα.
Μεγάλυνον
ψυχή μου, τὴν ἐν τρισὶ
προσώποις, ἄναρχον
Θεαρχίαν.
Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ
προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα
νοερῶς, τὴν
φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου
μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε
μεγαλύνομεν.
Καὶ νῦν.
Μεγάλυνον ψυχή μου, τῆς
παναχράντου Κόρης, τὰ ξένα
μεγαλεῖα.
Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεᾶς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι‧ Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί
σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι
τερμάτων βίου Ἄχραντε.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι
λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν
τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις
παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Ἑξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει
τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων
κινδύνων, ἀπήμαντον Θεοτόκε.
Ἕτερον. Ὅμοιον.
Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις.
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν Στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὴν Ἀειπάρθενον
Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν
πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως
καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν
σύμπασα ἡ Ἑλλάς,
μεγαλύνοντες τὴν Σκέπην αὐτῆς.
Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην,
ἐφαπλοῖς καθ' ἑκάστην, καὶ σκέπεις
καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις
Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι.
Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐρρύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης
χάριτι ῥύεται χαλεπῶν, σuμφoρῶν καὶ
περιστάσεων.
Ὡς θαυμαστὴ σου
Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην
σου τὴν σεπτήν, καθ' ἑκάστην
προστρέχοντες, λύσιν εὑρίσκομεν
πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων
μέθεξιν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α’.
Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες
πανταχοῦ ἁπλούμεναι,
πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε‧ νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τάς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων
συμφορῶν διαλύουσιν τὸν ζόφον,
καὶ εἰρήνην
σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλ' ὦ κεχαριτωμένη Παρθένε, τοὺς
χαριστηρίους ἡμῶν ὕμνους
δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ
προστάτις, μέχρι τερμάτων αἰῶνος
δεόμεθα.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν
Ἀντίφωνον Α’
Στίχ. α’. Παρέστη ἡ βασίλισσα
ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου
...
Στίχ. β’. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου
...
Στίχ. γ’. Τὸ πρόσωπόν
σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ σου.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου
...
Δόξα. Καὶ νῦν.
Ταῖς
πρεσβείαις τῆς Θεοτόκου
...
Ἀντίφωνον Β’
Στίχ. α’. Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ.
Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β’. Ἡμέρα
Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον
καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον.
Σῶσον ἡμὰς Υἱὲ Θεοῦ ...
Στίχ. γ’. Κύριος Σαβαὼθ σuνταράσσει
τοὺς ἐνδόξους
μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται.
Σῶσον ἡμὰς Υἱὲ Θεοῦ ...
Δόξα. Καὶ νῦν.
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ...
Ἀντίφωνον Γ'
Στίχ. α’. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου
νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν
καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι·
Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα
τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.
Στίχ. β’. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Τῆς Σκέπης
σου, Παρθένε...
Στίχ. γ’. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων
σου.
Τῆς Σκέπης
σου, Παρθένε...
Κοντάκιον τῆς Ἑορτῆς.
Τῇ ὑπερμάχῳ.
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα,
τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης
θλίψεως, τοὺς
κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.
Ἀποστoλoν.
Προκείμενον. Ἦχος γ’ Ὠδή τῆς Θεοτόκου [Λουκ. α]
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. 9:1-7
Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα
θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης
περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω· δὲ αὐτῆς Χερουβὶμ δόξης
κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀλληλούϊα
[γ΄]. Ἦχος πλ. β΄
[Ψαλμός 44].
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 10:38-42; 11:27-28
Τῷ καιρῷ
ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις, ὀνόματι Μάρθα,
ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα
παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ
πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην
με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ
εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ
ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿
αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ
ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.
Αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ
φυλάσσοντες αὐτόν.
Εἰς τό, Ἑξαιρέτως·
Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι
λαμπαδουχουμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν
πανήγυριν τῆς
Θεομήτορος, καὶ βοάτω‧ Χαίροις
παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Κοινωνικόν·
Ποτήριον σωτηρίου ...
Μεγαλυνάριον.
Σκέπη Ὀρθοδόξων χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστοὺς· διὸ τῇ σῇ Σκέπῃ, Ἑλλὰς πᾶσα προστρέχει, καὶ πίστει
μεγαλύνει τὴν
προστασίαν σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου