ΝΟΕΜΒΡΙΟΥ
ΤΗ ΚΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀποδίδοται
καὶ ἡ Ἑορτὴ τῶν Εἰσοδίων.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν α’ Στάσιν
τοῦ, Μακάριος ἀνήρ.
Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν τῆς Ἑορτῆς γ’ καὶ τῆς Ἁγίας γ’.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος α’
Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Τῆς Ἁγίας Ἦχος ὁ αὐτὸς.
Τῶν οὐρανίων
ταγμάτων.
Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε.
Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.
Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.
Δόξα...
Τῆς Ἁγίας Ἦχος β’
Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλομάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· Χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα, ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.
Καὶ νῦν ... Τῆς Ἑορτῆς.
Ἦχος πλ. δ’
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι· Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Εἴσοδος,
τό, Φῶς ἱλαρόν, Τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείαις Ἡσαΐου
τὸ Ἀνάγνωσμα.
(Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν
Δόξα...
Τῆς Ἁγίας Ἦχος β’
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσσῃ τῇ σοφῇ· Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ’
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, τὰ τῆς Ἑορτῆς, ἢ τὰ παρόντα τοῦ Ἁγίου Μερκουρίου
Προσόμοια Στιχηρά.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Συμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ' οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεινόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιρρεόμενος πάντοθεν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ' αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος, καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Δόξα...
Τῆς Ἁγίας Ἦχος β’
Βαβύλα.
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.
Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος
πλ. β’
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Δόξα...
Τῆς Ἁγίας.
Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Πάλιν τὸ τῆς Ἑορτῆς.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας.
Ἦχος α’ Τὸν τάφον
σου Σωτὴρ.
Μολοῦσα εὐθαρσῶς, πρὸς ἀγῶνας τρισμάκαρ, ἀνδρείως τὸν Χριστόν, ὡμολόγησας Μάρτυς, καὶ τύραννον ἤλεγξας, δυσσεβῆ καὶ παράφρονα, καὶ κατῄσχυνας, ῥητορευόντων τὰ στίφη, καὶ ἀνέδραμες, εἰς οὐρανίους σκηνώσεις· διὸ σε δοξάζομεν.
Δόξα...
Καὶ νῦν ...
Τῆς Ἑορτῆς, ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας.
Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ.
Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.
Δόξα...
Καὶ νῦν ...
Τῆς Ἑορτῆς, ὅμοιον.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
τῆς Ἁγίας.
Ἦχος πλ. δ’
Τὸ
προσταχθὲν μυστικῶς.
Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ· καὶ μέγα βρενθυομένη σοι ἐκβοᾷ· Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.
Δόξα...
Καὶ νῦν ...
Τῆς Ἑορτῆς, ὅμοιον.
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον
τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον,
Ἦχος δ’
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά
Ματθαῖον.
Κεφ. 15: 21-28
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν
οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν
τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ,
λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον
ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου,
ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται,
ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν
τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν,
ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ
ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς.
Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ
εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι,
λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ
οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς
τοῦ ἀνθρώπου ἔρχεται.
Ὁ Ν' Ψαλμὸς.
Δόξα...Ταῖς τῆς Ἀθληφόρου.
Καὶ νῦν...Ταῖς τῆς
Θεοτόκου.
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Εἶτα τὸ Ἰδιόμελον Ἦχος
β’
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.
Μετὰ τοῦτο λέγομεν τοὺς Κανόνας τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων τοὺς ἐφεξῆς δύο.
Κανὼν τῆς Ἁγ. Αἰκατερίνης, οὗ ἡ Ἀκροστιχίς.
Αἰκατερῖναν τὴν παναοίδιμον ᾄσμασι μέλπω.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος πλ.
δ’
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.
Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.
Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.
Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.
Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.
Θεοτοκίον.
Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
Ὁ Κανὼν τοῦ Ἁγ. Μερκουρίου, ἔχων Ἀκροστιχίδα.
Μερκουρίου με τὸ σθένος φυλαττέτω. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος
πλ. δ’
Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τῇ πηγῇ, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθῳ τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῷ Κυρίῳ ᾄδοντας· Ἐνδόξως γὰρ δεδόξασται.
Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογίᾳ Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῷ σὲ ἐνδυναμώσαντι· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδοξασται.
Θεοτοκίον.
Κόρης Παρθένου ὡράθη σαρκούμενος, ὁ δι' ἡμᾶς, ἄνθρωπος γενόμενος, καὶ Μάρτυρα πιστόν, παθῶν οἰκείων δείκνυσι, Μερκούριον γενναῖον Ἀθλητήν, αὐτῷ συντόνως ψάλλοντα· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Τῆς Ἁγίας.
Ὠδὴ γ’
Ὁ στερεώσας καταρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
Ἐθελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.
Ῥωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.
Ἰσοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπο Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.
Θεοτοκίον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, θεογεννῆτορ πανάμωμε.
Τοῦ Ἁγίου.
Σὺ εἶ τὸ στερέωμα.
Ὅλος πυρακτούμενος, τῇ θεϊκῇ στοργῇ Ἔνδοξε, πῦρ καὶ δεσμά, ξίφη καὶ βασάνους, ὥσπερ ὄναρ λελόγισαι.
Ὕμνοις τὸν ποιήσαντα, προσομιλῶν δειναῖς μάστιξι, Μάρτυς σοφέ, καὶ τὴν θεραπείαν τῶν μωλώπων δεχόμενος.
Ῥάβδῳ δυναμούμενος, τῇ θεϊκῇ ἐχθροῦ φρύαγμα, ὡς ἀθλητής, Μάρτυς γενναιόφρον, εὐσθενῶς ἐταπείνωσας.
Θεοτοκίον.
Ἵνα προτυπώσῃ σου, τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, βάτος πυρί, ὤφθη καιομένη, οὐδαμῶς φλεγομένη δέ.
Κάθισμα
της Ἁγίας Ἦχος
πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς Ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Τοῦ Ἁγίου Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Μερκούριος, ἀγωνισάμενος, τὸν δόλιον ᾔσχυνε, καὶ στεφανίτης στερρός, Χριστοῦ ἐχρημάτισεν· ὅθεν ταῖς οὐρανίαις, νῦν συνήφθη χορείαις, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων· διὸ τὴν ἱερὰν αὐτοῦ, μνήμην τελοῦμεν πιστῶς.
Καὶ νῦν ... Τῆς Ἑορτῆς.
Ἦχος ὁ αὐτὸς.
Κατεπλάγη Ἰωσὴφ.
Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.
Τῆς Ἁγίας.
Ὠδὴ δ’
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.
Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.
Θεοτοκίον.
Νῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.
Τοῦ Ἁγίου.
Εἰσακήκοα Κύριε.
Οἰκειώθης τῷ Κτίστῃ σου, θείου μαρτυρίου Θεόφρον πάθεσι, καὶ λαμπροὺς στεφάνους ἔνδοξε, παρ' αὐτοῦ ἐδέξω ὡς ἀήττητος.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος ἱμάτιον νῦν ἐνδέδυσαι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, τοὺς χιτῶνας Μάρτυς ἐκδυσάμενος.
Μέχρις αἵματος Ἔνδοξε, πρὸς τὴν ἁμαρτίαν ἀγωνισάμενος, νικηφόρος ἀναδέδειξαι, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Θεοτοκίον.
Ἐπὶ σὲ ὁ σωτήριος, Λόγος καταβέβηκεν Ἀειπάρθενε, ὥσπερ ὄμβρος καὶ ἐξήρανε, τῆς πολυθεΐας τὰ ὀμβρήματα.
Τῆς Ἁγίας.
Ὠδὴ ε’
Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.
Ἄθλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε καταλαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.
Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσιμον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.
Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, γνωριζόμενον Κόρη Θεόνυμφε.
Τοῦ Ἁγίου.
Ὀρθρίζοντες βοῶμέν σοι.
Τεινόμενος καὶ λόγχῃ Μερκούριε, ἀνενδότως, τεμνόμενος ἔφερες, θείαις ἐλπίσι νευρούμενος.
Ὁ πέτρᾳ νοητῇ στερεώσας σου, τὴν καρδίαν, λίθῳ βαρυνόμενος, οὐ παρετράπης Μερκούριε.
Συμμέτοχος παθῶν τοῦ Δεσπότου σου, χρηματίσας, δόξης ἐκοινώνησας, τούτου καὶ θείας λαμπρότητος.
Θεοτοκίον.
Θανάτωσον Παρθένε τὴν ζῶσάν μου, ἁμαρτίαν, ζωὴν ἡ κυήσασα, τὴν θανατώσασαν θάνατον.
Τῆς Ἁγίας.
Ὠδὴ ς’
Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως, ἀλλ' αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε.
Ὅλην σε περικαλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλάμοις, ἐπουρανίοις κατεσκήνωσεν.
Ἰσχύσας διὰ Σταυροῦ, τῶν Τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.
Δόλῳ πρώην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβηκας εἰς γῆν, Μάρτυς πανένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.
Θεοτοκίον.
Ἵλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Τοῦ Ἁγίου.
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Ἐνεύρου σε, ὁ ἀΐδιος Λόγος, δι' αὐτὸν πᾶσαν ἰδέαν βασάνων, Μάρτυς σοφέ, ὑπομένοντα βλέπων, καὶ δι' Ἀγγέλου θαρρεῖν σοι προσέττατε, Μερκούριε καὶ μηδαμῶς, τῶν Τυράννων πτοεῖσθαι τὴν ἔνστασιν.
Νενέκρωται, ὁ πολύμορφος ὄφις, καὶ ποσὶ καταπατεῖται ὡραίοις, τοῦ Ἀθλητοῦ, καὶ γενναίου ὁπλίτου· ἐθελουσίοις ὁρμαῖς γὰρ ἐχώρησε, πρὸς βάσανα πρὸς αἰκισμούς, καὶ πρὸς θάνατον δόξης ἀνάπλεων.
Ὁλόκληρον, τῷ Δεσπότῃ προσῆξας, τῆς καρδίας τὴν προαίρεσιν Μάκαρ, καὶ δι' αὐτόν, ὑπομείνας στρεβλώσεις, ὡς νικητὴς παρ' αὐτοῦ ἐστεφάνωσαι· καὶ τουτῳ νῦν ἐν οὐρανοῖς, μετὰ πάντων Μαρτύρων παρίστασαι.
Θεοτοκίον.
Συνέλαβες, τῇ φωνῇ τοῦ Ἀγγέλου, τὸν βουλῆς μεγάλης Ἄγγελον Κόρη, καὶ ἐκ τῶν σῶν, παναγίων αἱμάτων, σεσαρκωμένον πανάμωμε τέτοκας, τὸν δείξαντα πᾶσι ζωῆς, τὰς εἰσόδους δι' ἄφατον ἔλεος.
Κοντάκιον
τῆς Ἁγίας.
Ἦχος β’ Τὰ ἄνω ζητῶν.
Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Ὁ Οἶκος.
Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.
Στίχοι
Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην,
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Στίχοι
Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Στίχοι
Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.
Στίχοι
Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Στίχοι
Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.
Στίχοι
Ἡσύχως βίου το πέλαγος ἀνύσας,
Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
Μεθ' ὧν καὶ ἄλλους ἂνδρας ἑπτάκις δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Της Ἁγίας.
Ὠδὴ ζ’
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών.
Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἁγίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ἁγίου.
Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Φέγγει τῆς ἄνω φρυκτωρίας, αὐγαζόμενος γενναῖε Στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὕμνεις τὸν πάντων εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ τούτου Μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λίθοις προσάγοντες τὸ σέβας, οἱ τὴν αἴσθησιν λιθώδη κεκτημένοι, λίθῳ Μάρτυς τὸν σόν, βαρύνουσιν αὐχένα, κραυγάζοντες Μερκούριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Αἵματι αἷμα συγκεράσας, σοῦ τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶν Μερκούριε· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τάξεις Ἀγγέλων καταπλήττει, μυστηρίου σου τὸ βάθος Θεοτόκε· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σαρκούμενος ὡράθη· ᾧ μελωδοῦμεν Πάναγνε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τῆς Ἁγίας.
Ὠδὴ η’
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.
Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο ὁ τύραννος, πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Τοῦ Ἁγίου.
Ὁ αὐτὸς.
Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας, καὶ νῦν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐσεβοφρόνως Ἔνδοξε, τὸν ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον, ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ' ὧν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τελειωθεὶς πανόλβιε, διὰ ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα, λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς τῆς ἡμῶν ὑπάρχουσαν, ἀναπλάσεως Ἄχραντε, ἅπαντες αἰτίαν, οἱ πιστοὶ ὑμνοῦμέν σε· Θεὸν γὰρ παναίτιον, ὑπὲρ αἰτίαν τέτοκας, τὸν τὴν συντριβεῖσαν, τῇ κακίᾳ εἰκόνα, οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀναπλάσαντα μόνη, ὑπερευλογημένη, καὶ κεχαριτωμένη.
Τῆς Ἁγίας.
Ὠδὴ θ’
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.
Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.
Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.
Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.
Θεοτοκίον.
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Τοῦ Ἁγίου.
Ἔφριξε πᾶσα ἀκοὴ.
Ἰχῶρες νῦν μαρτυρικοί, εὐωδίαν ἀναπέμπουσι χάριτος, καὶ τὰ δυσώδη ἡμῶν, ἀρρήτῳ λόγῳ, πάθη διώκουσιν, ἀναπηγάζει τὰ ὀστᾶ, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνούντων τὰ αὐτῶν προτερήματα.
Ὡς μέγαν πύργον τῆς Χριστοῦ, Ἐκκλησίας ἱερῶς σε γεραίρομεν, ὡς στῦλον ἄσειστον, ὡς τεῖχος Μάρτυς, ὄντως ἀπόρθητον, ὡς στρατιώτην δυνατόν, Θεοῦ τοῦ Παντάνακτος, ὡς καθαιρέτην ἐχθρῶν, ὡς φωστῆρα νοητὸν καὶ παγκόσμιον.
Σύνδρομον Ἄγγελον φωτός, πρὸς τὴν ἄθλησιν θεόφρον κεκλήρωσο· ὅθεν στρεβλούμενος, καὶ ταῖς λαμπάσιν ὑποκαιόμενος, καὶ συγκοπτόμενος δεινῶς, καὶ ξίφει τεμνόμενος, οὐκ ἐδειλίασας, Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ἡμέρα πλήρης φωτισμοῦ, εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, Μάρτυς Μερκούριε· ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, καὶ χαλεπῶν πειρασμῶν, καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον.
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ἐξαποστειλάριον τῆς Ἁγίας.
Ἐν πνεύματι τῷ Ἱερῷ.
Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
Τοῦ Ἁγίου, ὅμοιον.
Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.
Τῆς ἑορτῆς, ὅμοιον.
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
Εἰς τοὺς Αἴνους, ψάλλομεν τρία
Προσόμοια Στιχηρὰ τῆς Ἁγίας,
δευτεροῦντες τὸ πρῶτον.
Ἦχος δ' Ἔδωκας σημείωσιν.
Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον. (Δίς)
Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δόξα...
Ἦχος β’
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα· καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις πολύαθλε.
Καὶ νῦν ... Τῆς Ἑορτῆς.
Ἦχος ὁ αὐτὸς.
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Δοξολογία Μεγάλη, καὶ Ἀπολυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ
Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ’ Ὠδή, καὶ τῆς Ἁγίας ἡ ς’.
Ἀπόστολος.
Προκείμενον. Ἦχος
δ' [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις
εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 3:23-29, 4:1-5
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα
συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς
ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι
ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ·
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην,
οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε
ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν
κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει
δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς
προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου
ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν
αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ,
ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ἀλληλούϊα [γ΄]. Ἦχος δ΄ [Ψαλμός 39]
Στίχ. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον.
Στίχ. Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 5: 24-34
Τῷ καιρῷ ἐκείνῳ,
ἠκολούθει τῷ ᾿Ιησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν
ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα
τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα·
ἀκούσασα περὶ τοῦ ᾿Ιησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·
ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ
πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ
εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς
ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ·
Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν
τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿
αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν
αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ
τῆς μάστιγός σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου