NOEMBRIOY
ΤΗ ΚΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’, καὶ ψάλλομεν Προσόμοια
Στιχηρὰ τοῦ Ὁσίου.
Ἦχος πλ. β’
Ὅλην ἀποθέμενοι.
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.
Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆς! δι' ἧς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.
Καὶ τοῦ Μάρτυρος.
Ἦχος ὁ αὐτὸς.
Τριήμερος
ἀνέστης.
Ἀγῶνας τοῦ σεπτοῦ Ἀθλητοῦ, τοὺς πόνους τοῦ ὁπλίτου Χριστοῦ, εὐφημοῦντες κατὰ χρέος οἱ πιστοί, βοήσωμεν Κυρίῳ· Αὐτοῦ ταῖς ἱκεσίαις, πάσης ἀνάγκης ἐξελοῦ ἡμᾶς.
Εἰρήνη σοι πολλὴ ἐκ Θεοῦ, ἀθλήσαντι γεγένηται, καὶ τὸν σάλον, διελθόντι τῶν δεινῶν, Εἰρήναρχε παμμάκαρ, γενναῖε στρατιῶτα, καὶ πρεσβευτὰ τῶν εὐφημούντων σε.
Συνήθλει σοι γυναίων χορός, καὶ παίδων θεῖος ὅμιλος, σὺν τῷ θείῳ, Ἀκακίῳ καρτερῶς, τελοῦντι, τὸν ἀγῶνα, καὶ πλάνην ἐκνευροῦντι, Μάρτυς Εἰρήναρχε μακάριε.
Δόξα...
Ἦχος πλ. β’
Τοῦ
Στουδίτου.
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ἱερώτατε Στέφανε, ὥς περ ὁ μέγας προφήτης Σαμουήλ, καὶ ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς εὐηρέστησας αὐτῷ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἐπεδύσω ἀνδρικῶς· καὶ ὑπὲρ τῆς εἰκόνος αὐτοῦ, ἐξορίας καὶ θλίψεις ὑπέστης καρτερώτατα, καὶ δεσμοῖς καὶ φυλακαῖς ἐνεκαρτέρησας· συρόμενος δὲ καὶ τυπτόμενος, καὶ λιθαζόμενος, καὶ τὴν κάραν συντριβόμενος, τῶν στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε, τοὺς ἐκ πόθου τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, λυτρωθῆναι ἐκ παθῶν καὶ πειρασμῶν, καὶ τῆς μελλούσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Ἢ Σταυροθεοτοκίον.
Ὅλην ἀποθέμενοι.
Τὸν ἄρνα τὸν ἴδιον, ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὠς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, Τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καὶ παράδοξον; πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατακρινοῦσι, θανάτῳ τῶν ἁπάντων τὴν ζωήν; Ἀλλ' ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.
Εἰς τὸν Στίχον, τὰ
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Ἦχος πλ. δ’
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον, Ὅσιε Πάτερ, ὑπὲρ τῆς Χριστοῦ εἰκόνος, ἀντέστης ἀνδρικώτατα, μὴ ὑποπτήξας τοῦ Κοπρωνύμου τὰς ἀπειλάς, ἀλλὰ τῷ τοῦ Πνεύματος ξίφει, τοῦτον ἀπέκτεινας. Διὸ παρρησίαν κεκτημένος πρὸς Θεόν, περίσῳζε τὴν ποίμνην σου, ἐξ αἱρέσεων πασῶν, Στέφανε πολύαθλε.
Καὶ νῦν ... Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἢ Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου.
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ ἐνεκρώθης, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Ἀπολυτίκιον τοῦ Ὅσίου.
Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
Δόξα...
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη
Στιχολογίαν, λέγεται
εἷς Κανὼν τῆς Ὀκτωήχου,
καὶ τῶν Ἁγίων οἱ ἐφεξῆς δύο.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Χριστὸς στέφει σε Μαρτύρων στέφει, μάκαρ Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος
πλ. β’
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
Χαρμονικῶς διοδεύσας σὺ τὴν στενήν, τρίβον τῆς ἀσκήσεως, μαρτυρίου πλατυσμῷ, δυσμενῶν ἐστένωσας ὁρμήν, καὶ εὐρύχωρον ζωὴν Μάκαρ κεκλήρωσαι.
Ῥίζα σε ἄκαρπος πρώην καρπογονεῖ, Ἄννης ἡ ὁμώνυμος, ὡς τὸν πάλαι Σαμουήλ, καὶ δοτὸν σε δίδωσι Θεῷ, τὴν τοῦ βίου σου Σοφὲ χάριν σημαίνουσα.
Ἱερωτάτως τῷ θείῳ τῶν Μοναστῶν, προσχωρήσας τάγματι, ὡς φαιδρότατος ἀστήρ, ἀρεταῖς ἐξέλαμψας πιστούς, καταυγάζων μυστικῶς, Ὅσιε Στέφανε.
Στενοχωρήσας τὸ σῶμα τῷ συγκλεισμῷ, τῆς στενῆς οἰκήσεως, ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὰ ἐπουράνια Σοφέ, ἀναβάσει καλῶς προσπλατυνόμενος.
Θεοτοκίον.
Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν φωναῖς, ἱεραῖς ὁ Ἱερὸς λαὸς δοξάσωμεν.
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Aκροστιχίς.
Εἰρηνικὴν μοι προσνέμοις Μάρτυς χάριν. Θεοφάνους.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς.
Ἐκ τῶν σκανδάλων τοῦ βίου καὶ τῶν παθῶν, τῶν παρενοχλούντων με, εἰρηνεύσας μου τὸν νοῦν, Ἀθλητὰ Εἰρήναρχε τὴν σήν, εὐφημῆσαι γαληνῶς μνήμην ἀξίωσον.
Ἱερονίκους στεφάνους ὡς Ἀθλητής, εἰληφὼς Εἰρήναρχε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς, καὶ ζωὴν ἀληθινὴν μακαριώτατε.
Ῥείθροις αἱμάτων τὴν φλόγα τῶν διωκτῶν, κατασβέσας ἤρδευσας, διανοίας τῶν πιστῶν, ἀναθάλλειν ἔρωτα ζωῆς, αἰωνίου εὐσεβῶς Μάρτυς Εἰρήναρχε.
Θεοτοκίον.
Ἡ τὸν ἀχώρητον Λόγον τῇ σῇ γαστρί, χωρηθέντα τέξασα, θεοχώρητε σκηνή, τῆς στενοχωρούσης με δεινῶς, τρικυμίας τῶν κακῶν Ἁγνὴ ἀπάλλαξον.
Τοῦ Ὁσίου.
Ὠδὴ γ’
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Ὁ νοῦς σου νεύσει πρὸς Θεόν, καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη, καὶ χαρίσματος παντός, ἀνάπλεως ἀληθῶς, καὶ τῆς θείας, μέτοχος λαμπρότητος.
Σεπτὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ τῆς τοῦτον Τεκούσης, ἀσπαζόμενος Μάκαρ, βασιλέως δυσσεβοῦς, τὸ δόγμα τὸ δυσσεβές, ἑβδελύξω, σθένει θείου Πνεύματος.
Σιδήρῳ σε τὸν σιδηρᾶν, κεκτημένον καρδίαν, ὁ παράφρων δεσμεύσας, παραπέμπει φυλακαῖς, ὡς φύλακα τῶν Πιστῶν, διδαγμάτων, Στέφανε πανόλβιε.
Τοὺς σοὺς ὡραίους προφανῶς, ἔσχες Ὅσιε πόδας, μαρτυρίου πρὸς τρίβους, βηματίζοντας λαμπρῶς, καὶ κεφαλὰς δυσμενῶν, γενναιόφρον, Στέφανε συνθλάττοντας.
Θεοτοκίον.
Ἐκ σοῦ τῆς μόνης καθαρᾶς, ὁ ὑπέρθεος Λόγος, ἐσαρκώθη ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοὺς προσκυνοῦντας αὐτοῦ, τὴν δι' οἶκτον, θείαν συγκατάβασιν.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Νευροῦσαι σθένει θεϊκῷ, καὶ χωρεῖς πρὸς ἀγῶνας, θαρσαλέως παμμάκαρ, ὑπομένων αἰκισμούς, καὶ στρέβλας τῶν δυσμενῶν, ἀθλοφόρε, Μάρτυς γενναιότατε.
Ἰσχὺν σοι δίδωσι Χριστός, Ἀθλοθέτης ὁ μέγας, διολέσαι τὴν πλάνην, καὶ αἰσχῦναι τὸν ἐχθρόν, καυχώμενον ἀναιδῶς, καὶ εἰκαίως, Μάρτυς φρυαττόμενον.
Καθεῖλε πόνοις ἀνδρικοῖς, τὸν ἀρχέκακον ὄφιν, ὁ χορὸς τῶν Ἁγίων, ἐναθλήσας κραταιῶς, καὶ μάστιγας καὶ δεσμά, ὑπομείνας, σθένει θείου Πνεύματος.
Θεοτοκίον.
Ἣν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου, μέλψωμεν παλάτιον.
Ὁ Εἱρμὸς.
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Κάθισμα
τοῦ Ὁσίου.
Ἦχος δ’ Ὁ ὑψωθεὶς.
Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι' ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ' ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.
Δόξα...
Τοῦ Μάρτυρος,
ὅμοιον.
Γῆ καὶ ὑγρὰ τοὺς καρτερούς σου ἀγῶνας, κατεμερίσθη Ἀθλητὰ γενναιόφρον, δι' ὧν τῆς πλάνης ἔλυσας τὸ φρύαγμα, καὶ τὴν ὑπερκόσμιον, μετὰ πάντων Μαρτύρων, δόξαν αἰωνίζουσαν, ἐκληρώσω παμμάκαρ. Ἀλλ' ὑπὲρ πάντων πρέσβευε Χριστῷ, τῶν σὲ τιμώντων, τρισμάκαρ Εἰρήναρχε.
Καὶ νῦν ... Θεοτοκίον.
Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσῳζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σὲ ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.
Ἢ Σταυροθεοτοκίον.
Ἐν τῷ Σταυρῷ παρισταμένη Παρθένε, τῷ τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἀνεβόας, ὀδυνηρῶς στενάζουσα, δακρύουσα θερμῶς· Οἴμοι, ὦ γλυκύτατε! πῶς ἀνδρῶν παρανόμων, φέρεις τὰ λακτίσματα, καὶ τὰς τρώσεις τῶν ἥλων, καὶ τῶν κακούργων θάνατον σαφῶς, σῶσαι τὸ γένος, βροτῶν προμηθούμενος;
Τοῦ Ὁσίου.
Ὠδὴ δ’
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, δι' ἐντεύξεως θείας, τυφλοῖς τὸ φῶς, Πάτερ ἐχορήγησας, τὸν σὸν Δεσπότην καὶ Θεόν, μιμησάμενος Θεόπνευστε.
Ἐφαίνου πόρρωθεν, τοῖς θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι, προσκαλουμένους σου πιστῶς, Πάτερ Στέφανε τὸ ὄνομα.
Ἱερουργούμενος, καθάπερ σφάγιον, ἱερὸν προσηνέχθης τῷ διὰ σέ, τεθυμένῳ Στέφανε, καὶ πρωτοτόκων ἐν σκηναῖς, ἀνεπαύσω εὐφραινόμενος.
Σεπτῷ σου ῥήματι, ὁ πρὶν ἡμίξηρος, ὑγιὴς ὅλος ὤφθη καταπλαγείς, Μάρτυς τὴν δοθεῖσάν σοι, χάριν ἐξ ὕψους δαψιλῶς, εἰς ἀνθρώπων περιποίησιν.
Θεοτοκίον.
Ἐν σοὶ Πανάμωμε, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἐθέμην, ἐπὶ τὴν σήν, σκέπην καταπέφευγα, γενοῦ μοι Κόρη βοηθός, τῶν δεινῶν ἐξαιρουμένη με.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Νομίμως ἔδραμες, νομίμως ἤθλησας, καὶ νομίμως ἐστέφθης τῷ τοῦ Θεοῦ, νόμῳ κρατυνόμενος, καὶ ἀπαράτρωτον σαυτόν, συντηρῶν Μακαριώτατε.
Μὴ στέργων ἔνδοξε, τῇ πλάνῃ νήχεσθαι, τῇ θεογνωσίᾳ ὡς νουνεχής, χαίρων προσκεχώρηκας, φῶς νοερὸν ἀναλαβών, καὶ φωστὴρ ἀποδεικνύμενος.
Οὐδόλως ἔκρυψε, βυθὸς δεξάμενος, σὲ πανόλβιε Μάρτυς ἐπεγνωκώς, θείων παθημάτων σε, παναληθέστατον Χριστοῦ, ὄντα Μάρτυρα Εἰρήναρχε.
Ἱερουργούμεναι, καὶ προθυόμεναι, καὶ ξεόμεναι ἅμα καὶ τῷ πυρί, πάντοθεν φλεγόμεναι, οὐκ ἐξηρνήσασθε Χριστόν, Ἀθλοφόροι ἀξιΰμνητοι.
Θεοτοκίον.
Παρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἦς πρὸ τοῦ τόκου, ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς, μεσιτείᾳ σου Πανάμωμε.
Τοῦ Ὁσίου.
Ὠδὴ ε’
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ τὸν ὄντως Θεὸν ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.
Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.
Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.
Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.
Θεοτοκίον.
Ὑπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Ῥομφαίᾳ τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς, τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται, καὶ γέλως καθορᾶται καὶ καταισχύνεται.
Ὁ ποῦς σου ἔστη προφητικῶς, Μάρτυς ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ταῖς τρίβοις μαρτυρίου καλλωπιζόμενος.
Σὺ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω Εἰρήναρχε, καὶ τῇ τελειώσει σου τῇ δι᾿ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.
Θεοτοκίον.
Νοήσας πόρρωθεν μυστικῶς, ὁ τῶν Προφητῶν θεολαμπής, χορὸς Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόρρητον, συμβόλοις ἱεροῖς σε προδιεχάραξε.
Τοῦ Ὁσίου.
Ὠδὴ ς’
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.
Ῥημάτων σου δυνάμιν, ὁ κακίας εὑρετής, ὑπενεγκεῖν οὐκ ἴσχυσεν· ὅθεν δεσμοῖς σε Στέφανε καὶ ποιναῖς, θανάτῳ βιαίῳ τε, ὠμοτάτως ὁ πλάνος παραδέδωκεν.
Ὡς ἄρτος ὀπτώμενος, τῷ πυρὶ καὶ ἐκ ποδῶν ἀνηλεῶς κρεμάμενος, ὡλοκαυτώθης Παῦλε καὶ τῷ Θεῷ, θυσία προσήνεξαι, συναυλίας Μαρτύρων ἀξιούμενος.
Νομίμως ἐνήθλησαν, συγκλεισθέντες καὶ πνιγμῷ, τὸν βίον καταλύσαντες, ἐν τῇ Ἐφέσῳ Ὅσιοι Μονασταί, ὀκτὼ καὶ τριάκοντα, οὓς ἐν πίστει καὶ πόθῳ μακαρίσωμεν.
Στερρῶς τῷ δικάζοντι, ἀντετάξω καὶ πληγαῖς, καταξανθεὶς τὸ σῶμά σου, θανατωθῆναι εἵλου διὰ Χριστόν, τὸν μόνον ἀθάνατον, ἀξιάγαστε Πέτρε μεγαλώνυμε.
Θεοτοκίον.
Τὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀρραγές, τὴν ἄχραντον Δέσποιναν, ἀδιστάκτῳ καρδία μακαρίσωμεν.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Ἐπέβης τοῖς ὕδασι, κυβερνώμενος χερσί, ζωαρχικῇ Εἰρήναρχε, καὶ διεσώθης τούτοις τῶν διωκτῶν, βυθίσας σεβάσματα, προσευχῇ ἐπιμόνῳ Ἱερώτατε.
Μικρῶν ἀντωνούμεναι, τὰ μεγάλα ἑαυτάς, τοῖς αἰκισμοῖς ἐξέδωκαν, αἱ ἱεραὶ Γυναῖκες τὸν πτερνιστήν, τῆς Εὔας ἐν πνεύματι, θανατώσασαι ὄφιν τὸν ἀρχέκακον.
Οἱ παῖδες οἱ ἅγιοι, ἱερεῖα καθαρά, καὶ προσφοραὶ ὁλόκληροι, τῷ τυθέντι ὡς θῦμα ἀληθινῷ, ἀμνῷ προσηνέχθησαν, εἰς ὀσμὴν εὐωδίας ἀγαλλόμενοι.
Θεοτοκίον.
Ἰδοὺ νῦν σεσάρκωται, ἐξ αἱμάτων σου ἀγνῶν, Παρθενομῆτορ Κύριος, καὶ τοῖς βροτοῖς ἑνοῦται δίχα τροπῆς, δι' ἄφατον ἔλεος, τὴν ἡμῶν σωτηρίαν ἐργαζόμενος.
Ὁ Εἱρμὸς.
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καυχημα.
Ὁ Οἶκος.
Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παρρησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἀπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα.
Συναξάριον
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.
Στίχοι
Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.
Στίχοι
Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.
Στίχοι
Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινoν τῷ σαρκίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.
Στίχοι
Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.
Στίχοι
Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,
θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.
Στίχοι
Τὸν Εἰρήναχον ἡ φονεύτρια σπάθη
Σῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.
Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.
Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Bασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ὁσίου.
Ὠδὴ ζ’
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν.
Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας.
Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.
Θεοτοκίον.
Ἱερώτατοι προφῆται προεδήλωσαν, Ἁγνὴ ἐμφαντικώτατα, τὸ μυστήριον τῆς σεπτῆς λοχείας σου, καὶ νῦν ἡμῖν τὰς ἐκβάσεις τηλαυγῶς κατανοοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι.
Ἀπελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Aθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ῥαθυμίᾳ με κρατούμενον διέγειρον, πρὸς ἐργασίαν Ἄχραντε θείων πράξεων, ἐνισχύουσά με κατ' ἐχθρῶν, ἀεὶ πολεμούντων με δεινῶς, καὶ ἐναντίοις λογισμοῖς, δελεαζόντων με.
Τοῦ Oσίου.
Ὠδὴ η’
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας.
Ἀπηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Mαρτύρων, καὶ πάντων τῶν Ὁσίων.
Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.
Ἁγιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥαντισμῷ θείου λύθρου θεοχαρίτωτε, ἐκ πλευρᾶς κενωθέντος, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὸν ἐκ πονηρᾶς, ἁμαρτίας προσόντα μοι, ῥύπον δυσωπῶ σε, ἀπόπλυνον Παρθένε.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, καὶ μαστίγων τῷ κάλλει καλλωπιζόμενος, τῷ Νικοποιῷ, παραστὰς ὦ Εἰρήναρχε, νίκης τὰ βραβεῖα, πρὸς τούτῳ ἐκομίσω.
Ὑψωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, διωκτῶν ἐπηρμένην ὀφρὺν κατέαξας, καὶ εἰδωλικόν, ἐταπείνωσας φρύαγμα, Μάρτυς ἀθλοφόρε, Εἰρήναρχε παμμάκαρ.
Συμπαθείας με θείας Μάρτυς ἀξίωσον, πειρασμῶν καὶ κινδύνων ἀπολυτρούμενος, πίστει σε θερμῇ, τὸν τιμῶντα Εἰρήναρχε, καὶ ὑπὸ τὴν σκέπην, τὴν σὴν προσπεφευγότα.
Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, ἀπορρήτων πραγμάτων χαῖρε φανέρωσις, ἄκουσμα φρικτόν, δυσθεώρητον ὅραμα, χαῖρε τῶν πεσόντων, ἀνάκλησις Παρθένε.
Ὁ Εἱρμὸς.
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου.
Ὠδὴ θ’
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.
Ἰδὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.
Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.
Στερροῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ' ἐσχάτων ἀθλήσας στερρότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.
Ἡ σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.
Θεοτοκίον.
Φωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε.
Τοῦ Μάρτυρος.
Ὁ αὐτὸς.
Αὐτὸ τὸ ἔσχατον καὶ ἀκρότατον, τῶν ἐφετῶν κατείληφας θεόφρον Εἰρήναρχε, καὶ μεθέξει Θεὸς ἐχρημάτισας, ψάλλων σὺν Ἀσωμάτοις Ἅγιος, ἅγιος, ἅγιος, Τριὰς ἡ παντουργός, καὶ παντοδύναμος.
Ῥυσθεὶς παγίδων τῶν θηρευόντων σε, καλιὰν οὐράνιον κατέπαυσας Ἔνδοξε, καὶ Μαρτύρων συνήφθης στρατεύμασι, μετὰ τῶν σῶν συνάθλων· ὅθεν γεραίρομεν μνήμην τὴν ὑμῶν περιχαρῶς, πανηγυρίζοντες.
Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενος, τὸ χαλεπὸν βασάνων διεπέρασας πέλαγος, καὶ τοὺς ἄνω λιμένας κατέλαβες, ὅλος ὡραϊσμένος, ὅλος τοῦ Πνεύματος, ταῖς φωτοχυσίαις δαψιλῶς, περιχεόμενος.
Θεοτοκίον.
Νοεῖν τὸ θαῦμα τὸ ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ σοῦ Παρθενομῆτορ μὴ σθένοντες, σιωπῇ τοῦτο μᾶλλον δοξάζομεν, καὶ σὲ δοξολογοῦμεν, τὴν παμμακάριστον, μόνην καὶ καλὴν ἐν γυναιξίν, ὦ Παναμώμητε.
Ὁ Εἱρμὸς.
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.
Ἐξαποστειλάριον τοῦ Ὁσίου.
Ἐπεσκέψατο ἡμᾶς.
Ἐκομίσω πρὸς Χριστοῦ, διπλοῦν τὸ στέφος Στέφανε, ἀσκήσας ὑπερβαλλόντως, καὶ μαρτυρήσας ὡς αὐτοῦ, εἰκόνα σεβαζόμενος, πάντων τε τῶν Ἁγίων, μεθ' ὧν ἡμῶν μνήσθητι.
Ἕτερον τοῦ αὐτοῦ, ὅμοιον.
Τοὺς τὴν εἰκόνα τοῦ Χριστοῦ, μὴ προσκυνοῦντας Στέφανε, κατῄσχυνας ὡς ἀθέους, καὶ μαρτυρίου καλλοναῖς, καὶ στίγμασι κεκόσμησαι· διὰ τοῦτο πιστῶς σε ἀεὶ μακαρίζομεν.
Θεοτοκίον.
Ἄχραντε Δέσποινα ἁγνή, καὶ μόνη ἀπειρόγαμε, ἡ Βασιλὶς καὶ Κυρία, σὺ δυσώπει τὸν ἐκ σοῦ τεχθέντα Λυτρωτὴν ἡμῶν, σῶσαι κόσμον ἐκ πάντων, κακῶν τε καὶ θλίψεων.
Εἰς τὸν Στίχον, τὰ
Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα...
Τοῦ Ὁσίου Ἦχος γ’
Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Ὅσιε Στέφανε, φερωνύμως στέφανος ἀνεδείχθης τῶν πιστῶν, εὐσεβείας βακτηρία καὶ ἑδραίωμα, καὶ τοῦ θείου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον.
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι· πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.
Ἢ Σταυροθεοτοκίον.
Μεγάλη τοῦ Σταυροῦ σου.
Ῥoμφαία τὴν καρδίαν σου διῆλθε Πάναγνε, ἡνίκα τὸν υἱόν σου, ἐπὶ Σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας με μετὰ τόκον Παρθένον.
Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου,
καὶ Ἀπόλυσις.
Τῇ αὐτῇ ἡμέρᾳ, Νοεμβρίου ΚΗ’, ἐορτάζονται καὶ οἱ ἐν Τιβεριουπόλει (τανῦν Στρουμνίτση, ἤ Στρουμίτση), ἐπί
Ἰουλιανοῦ τοῦ Παραβάτου, ἐν ἔτει 361, ἀθλήσαντες δεκαπέντε Μάρτυρες.
Ἀπολυτίκιον.
Ἦχος γ' Θείας πίστεως.
Μέγα καύχημα ἡ Τιβερίου, καὶ ὀχύρωμα τοὺς ἱεράρχας, ἱερεῖς τε καὶ Λευΐτας κατέχουσα· τῶν γὰρ εἰδώλων τὴν πλάνην ἐλέγξαντες, τῶν ἀσεβούντων νικηταὶ ἀνεδείχθησαν· Οὗτοι δαιμόνων ἀποσοβοῦντες τὰς φάλαγγας, ῥῶσιν δωροῦνται πιστοῖς οἱ πεντεκαίδεκα.
Κοντάκιον.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ πεντεκαίδεκα Χριστοῦ Ἀθλοφόροι, τῆς Τιβερίου οἱ στερροὶ πολιοῦχοι, ὥσπερ ἀστέρες σήμερον ἀνίσχουσι φαιδροί, Τιμόθεος, Θεόδωρος, οἱ κλεινοὶ ἱεράρχαι, Εὐσέβιος, Κομάσιος, καὶ ὁ θεῖος Σωκράτης, σὺν τῇ δεκάδι τῶν συναθλητῶν, πᾶσι θαυμάτων ἀκτῖνας πυρσεύοντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου