Παρασκευή 6 Ιουνίου 2014

ΟΚΤΩΒΡΙΟΥ ΜΗΝ. (20)



ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, ψλλομεν Στιχηρ Προσμοια.
χος δ’
ς γενναον ν Μρτυσιν.
Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος Ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
πιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, δι' ὃν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω  τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε.
Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω  τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ' ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν.
Δξα... χος β’
Το Στουδτου.
Τὸν νοερὸν φωστῆρα τῆς πίστεως, Ἀρτέμιον τιμήσωμεν, ὅτι ἤλεγξε Βασιλέα τὸν ἔχθιστον. καὶ τῷ αἵματι τοῦ μαρτυρίου αὐτοῦ, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν· ὅθεν καὶ ἀπέλαβε, τῶν ἰαμάτων τὴν χάριν τὴν ἄφθονον, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πιστῶς προστρεχόντων, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ.
Κα νν... Θεοτοκον.
τε, κ το ξλου σε.
Σκέπη, καὶ ἀντίληψις ἡμῶν, τῶν Χριστιανῶν σὺ ὑπάρχεις, καὶ προσφυγὴ κραταιά, Μήτηρ τοῦ Θεοῦ ἡμῶν· ἀλλὰ καὶ νῦν καὶ ἀεί, τῇ ἀγρύπνῳ  δεήσει σου, μὴ παύσῃ πρεσβεύειν, σῴζεσθαι τοὺς δούλους σου, ἐκ περιστάσεως, πάντες, ὅτι σὲ μετὰ Θεόν, ἔχομεν ἀντίληψιν μόνην, οἱ Χριστιανοὶ καὶ καταφύγιον.
Σταυροθεοτοκον.
τε, ἡ πανάμωμος ἀμνάς, ἄρνα τὸν αὐτῆς ἐθεώρει, ἑλκόμενον πρὸς σφαγήν, θρήνοις ἐνεκόπτετο, βοῶσα ὀλολυγμοῖς· Τὶ σοι δῆμος ἀχάριστος, γλυκύτατον Τέκνον, ἤδη ἀνταπέδωκεν, ὁ ἀπολαύσας ποτέ, οἴμοι! σῶν πολλῶν δωρημάτων; πῶς δὲ καὶ τὸν πόνον ἐνέγκω, ὅτι θέλων ταῦτα νῦν ὑφίστασαι;
Ες τν Στχον, Στιχηρ τς κτωχου.
Δξα... χος πλ. β’
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καί ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς  ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.
Κα νν... Θεοτοκον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκον.
Τριμερος νστης.
Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

πολυτκιον
χος δ'  Ταχ προκατλαβε.
Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
συνθης Στιχολογα, κα ο Καννες τς κτωχου, κα το γου παρν, ο κροστιχς.
Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ.
δ α’  χος β’
ν βυθ κατστρωσε.
Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάμενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισάμενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κατὰ μέθεξιν ἄϋλον· ὅθεν δυσωποῦμεν, φώτισον ἡμᾶς ταῖς ἱκεσίαις σου.
φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, προθεῖσα τοὺς ἄθλους σου, τὰ παλαίσματα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ πόθῳ  μακαρίζομεν.
Νεκρωθέντα Μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωματικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.
Θεοτοκον.
Σαρκωθεὶς ἐκ σοῦ θεοπρεπῶς, Λόγος ὁ ἀσώματος, ὑπερβολῇ φιλανθρωπίας Πάναγνε, πάθει προσωμίλησε, καὶ ἀπάθειαν τοῖς  ἀνθρώποις ἐπήγασεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται. 
δ γ’
ξνθησεν ρημος.
Μαρτύρων καλλωπίζεσθαι, τοῖς  στεφάνοις Ἔνδοξε, ἐπιποθὼν ὑπήνεγκας, τῶν μαστίγων καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας θείᾳ χάριτι.
Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας Πάνσοφε, ἡ σφοδροτάτη πρόσρηξις, τῶν βασάνων· καὶ γὰρ ἐστήρικτο, νοητὴν ἐπὶ πέτραν τὴν ἀσάλευτον.
κρίῳ  ἀναρτώμενος, καὶ νιφάσι πάντοθεν, τῶν σπαραγμῶν κυκλούμενος, σοῦ τὸ ὄμμα πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν Ἀξιάγαστε.
Θεοτοκον.
Σεσάρκωται βουλήματι, ἐξ αἱμάτων Δέσποινα, σοῦ παναχράντων Κύριος, διασῴζων τὴν ἀνθρωπότητα, καὶ Μαρτύρων τοὺς δήμους ἐπεσπάσατο.
Ερμς.
ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία  μου.
Κθισμα.   χος δ’
ψωθες.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς  προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.
Δξα... κα νν... Θεοτοκον.
ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται Ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.
Σταυροθεοτοκον.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.
δ δ’
λλυθας, κ Παρθνου.
Μιμούμενος, τὸν ταθέντα ἐν ξύλῳ θελήματι, ὑψώθης τεινόμενος, καὶ ὠμοτάτως ξεόμενος, καὶ ἀποδυόμενος, τοὺς δερματίνους χιτῶνας τῆς νεκρώσεως.
Οἱ πόνοι σου, τῆς σαρκὸς καὶ δεινῶν ἡ ἐπίτασις, τὴν ἄπονον λῆξίν σοι, Μάρτυς σαφῶς προεξένησαν, ἧς νῦν ἐμφορούμενος, ἅπαντα πόνον κουφίζεις τῶν ψυχῶν ἡμῶν.
σαγγέλῳ, γεγονότι τῶν ἄθλων λαμπρότησι, χειρὸς δι' Ἀγγέλου σοι, πέμπει τροφὴν ὁ οὐράνιος, ἄρτος ἡ ζωὴ ἡμῶν, ἐνδυναμοῦσάν σε Μάρτυς παναοίδιμε.
Θεοτοκον.
Παρθένον σε, μετὰ τόκον ἀμίαντον ἄφθορον, Θεὸς συνετήρησεν, ὁ εὐδοκήσας ἐν μήτρᾳ σου, ὅλον με τὸν ἄνθρωπον, ἀναλαβέσθαι δι' ἄκραν ἀγαθότητα.
δ ε’
Μεστης Θεοῦ.
Λαμπὰς φωταυγής, καθωράθης Πνεύματος Ἀρτέμιε, πιστοὺς καταυγάζουσα, καὶ τῆς πονηρίας ἀπελαύνουσα, τὰ ζοφώδη καὶ σκότους, πεπληρωμένα πνεύματα.
πέτρᾳ ζωῆς, τῆς ψυχῆς τὰ βήματα πηξάμενος, ταῖς πέτραις σφιγγόμενος, καὶ τοῖς  ἀλγεινοῖς περικυκλούμενος, ἀληθὴς ἀθλοφόρος, ἀκλόνητος διέμεινας.
πάρχων σεπταῖς, ὡπλισμένος Πνεύματος δυνάμεσι, τριβόλων ὀξύτητος, Μάρτυς ἀθλοφόρε κατεφρόνησας, ἐν αὐτοῖς συμπατήσας, τὰ κέντρα τοῦ ἀλάστορος.
Θεοτοκον.
Σταυρὸν καὶ ταφήν, ὁ ἐκ σοῦ θελήματι τεχθεὶς δι' ἡμᾶς, ὑπομείνας Δέσποινα, Μάρτυρα στερρότατον, Ἀρτέμιον, τῶν αὐτοῦ παθημάτων, ὡς κραταιὸς εἰργάσατο.
δ ς’
ν βσσῳ.
ερεῖον καὶ θῦμα ὁλόκληρον, Μάρτυς προσενήνοχας σαυτόν, Ἀρτέμιε, τῷ ἑκουσίαν σταύρωσιν, εἰς ἡμῶν δεξαμένῳ  ἀνάκλησιν.
νενδότοις πληγαῖς συντριβέντος σου, σώματος Ἀρτέμιε, τοῦ καρτεροῦ Σοφέ, τὴν ψυχικὴν εὐγένειαν, διετήρησας πίστει ἀλώβητον.
Νοσημάτων ἡμᾶς ἀπολύτρωσαι, Μάρτυς καὶ παθῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐπὶ σοὶ προστρέχοντας, μιμητὰ τοῦ Σωτῆρος Ἀρτέμιε.
Θεοτοκον.
Χειμαζόμενον σάλῳ  τῶν θλίψεων, καὶ κλυδωνιζόμενον ἐπαναστάσεσι, τρικυμιῶν διάσωσον, Θεοτόκε Παρθένε τοὺς δούλους σου.
Ερμς.
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντκιον.   χος β’
Τος σφαλες.
Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ  ὑπὲρ πάντων ἡμῶν.
Οκος.
Τὶς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ  ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου.
Στχοι
πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.
Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ.
Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ  ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
ντθεον πρσταγμα.
ήττητον φρόνημα, ἀρραγεστάτην, ψυχῆς καρτερότητα, Ἀρτέμιε κτησάμενος, ἐχθρῶν πανουργεύματα, Μάρτυς κατήργησας, μέλπων ἐμμελέστατα· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
οαῖς τῶν αἱμάτων σου, τὴν ἐπηρμένην, βασάνων κατέσβεσας, πυρὰν Θεομακάριστε, καὶ δρόσῳ  τοῦ Πνεύματος περιχεόμενος, χαίρων ἀνεκραύγαζες, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
άσεων χάριτας, ἀναπηγάζων, παθῶν ὑπεκκαύματα, σβεννύεις θείᾳ χάριτι, διώκεις δὲ πνεύματα ἐπιστασίαις σου, ἔνδοξε Ἀρτέμιε· διὸ μεγαλοφώνως σε μακαρίζομεν.
Θεοτοκον.
Νεκροῖς τὸν πηγάσαντα, ἀθανασίαν, Παρθένε πανάμωμε, θεοπρεπῶς ἐκύησας, αὐτὸν οὖν ἱκέτευε, τοῦ θανατῶσαι ἡμῶν, πάθη τὰ τοῦ σώματος ἁγνή, καὶ αἰωνίου καταξιῶσαι ζωῆς.
δ η’
Κμινος ποτὲ.
Μάστιξι σφοδραῖς, Ἀρτέμιε τὸ σῶμα, ἐκδαπανώμενος ὑπήνεγκας, ἐναποσκοπούμενος, τὴν ἀντίδοσιν τὴν μέλλουσαν, ἣν νέμει σοι κραυγάζοντι, ἔνδοξε ὁ Δεσπότης· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Αἵμασι τοῖς σοῖς, ἡ γῆ καθηγιάσθη, καὶ ἰατρεῖον ἀναδέδεικται, σῶμα τὸ πολύαθλον, πᾶσαν νόσον, πᾶσαν κάκωσιν, πᾶσαν δαιμόνων πάντοτε, βλάβην ἀποδιῶκον, ἐκ τῶν πιστῶς προσφευγόντων σοι.
Κόσμος ἀθλητῶν, ἐδείχθης τὰ ἐν κόσμῳ, εὐσεβοφρόνως ἀπωσάμενος, καὶ τὰ ὑπερκόσμια, βραχυτάτῳ  ἐξωνούμενος, τιμίῳ  σου Ἀρτέμιε, αἵματι ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
κλυστος λιμήν, χειμαζομένοις ὤφθης, καὶ θαλαττεύουσιν ἑκάστοτε, κινδύνοις καὶ θλίψεσι, καὶ παθήμασιν Ἀρτέμιε· ἐν ᾧ διασῳζόμενοι, χάριτι μελῳδοῦμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκον.
εύσαντας ἡμᾶς, πικρᾷ τοῦ ξύλου βρώσει, καὶ συμπτωθέντας ὀλισθήμασι, Πάναγνε ἀνέπλασας, Πλαστουργὸν ἀποκυήσασα, καὶ Λόγον ἐνυπόστατον, Ἄχραντε, ὃν ὑμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.
Ερμς.
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ  προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
δ θ’
νρχου Γενντορος.
δεῖν ἐφιέμενος, τὰ κάλλη τὰ οὐράνια, τὰ φαινόμενα κόσμου κάλλη παρέδραμες, καὶ καλλοποιΐᾳ τῶν ἄθλων, ὡραϊσθείς, Ἀρτέμιε Μάρτυς, καλῶν τὸ ἀκρότατον, εὐφραινόμενος κατείληφας.
ς ὄρθρος ὡς ἥλιος, ἡ μνήμη σου φωτίζουσα, τῶν πιστῶν τὰς καρδίας Μάκαρ ἀνέτειλε· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, φωτοειδής, ὤφθης κληρονόμος, σκεδάζων Ἀρτέμιε, τὴν ὁμίχλην τῶν ψυχῶν ἡμῶν.
Σκιρτήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, Ἀρτεμίου τῇ μνήμῃ τοῦ θείου Μάρτυρος, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῶ, ὄντι ἐν Ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει τοῦτον σέβοντας.
θήκη σου βρύουσα, ἀπαύστως τὰ ἰάματα, τοὺς πιστοὺς προσκαλεῖται πόθῳ  ἀρύσασθαι, εἰς σωματικὴν εὐρωστίαν, εἰς ψυχικήν, ὄντως σωτηρίαν, Παμμάκαρ, Ἀρτέμιε, πρεσβευτὰ τῶν εὐφημούντων σε.
Θεοτοκον.
Φωτὶ με καταύγασον, τοῦ σοῦ προσώπου Κύριε, ῥαθυμίας τῷ σκότει συγκαλυπτόμενον, ἔχων δυσωποῦσάν σε Λόγε, τὴν ἀληθῆ, ἁγνήν σου Μητέρα, Ἀγγέλων λαμπρότητας, καὶ τὸν Ἔνδοξον, Ἀρτέμιον.
Ερμς.
νάρχου Γεννήτορος, Υἱὸς Θεός καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν, τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
ξαποστειλριον.
Τος Μαθητας.
Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς  ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ  Ἄνακτι, κατ' ἐχθρῶν πολεμίων.
Θεοτοκον.
Εὐλογημένη πάναγνε, Θεοτόκε Παρθένε, Χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ Ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις· καὶ γὰρ ἐν σοὶ καυχώμεθα, προστασία τοῦ Κόσμου.
Ες τν Στχον, Στιχηρ τς κτωχου. Κα τ λοιπ το ρθρου, ς συνθως, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου