ΔΕΚΕΜΒΡΙΟΥ
ΤΗ ΙΗ’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ, καὶ τῶν σὺν αὐτῷ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α’
Πανεύφημοι
Μάρτυρες ὑμᾶς.
Αἱμάτων τιμίων σου βαφαῖς, Μάρτυς κατεσκεύασας, σαυτῷ πορφύραν πολύτιμον, ἣν στολισάμενος, κατοικεῖς τὰ ἄνω, ἀληθῶς βασίλεια, Θεῷ παμβασιλεῖ παριστάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Σεβαστιανός τε καὶ Ζωή, Μᾶρκος Μαρκελλῖνός τε, σὺν Τιβουρτίῳ συνήθλησαν, καθυπομείναντες, τρικυμίας πόνων, καὶ νῦν κατεσκήνωσαν, πρὸς ἄπονον καὶ θείαν κατάπαυσιν, ἐν ᾗ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἀήττητοι Μάρτυρες τῇ γῇ, τὰ τῆς γῆς ἐάσαντες, πρὸς οὐρανοὺς ἀνεδράμετε, ὑμῶν τοῖς στίγμασι,
καθωραϊσμένοι, καὶ σεπτοῖς παθήμασι, λαμπρῶς πεποικιλμένοι μακάριοι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον, ὅμοιον.
Παρθένε πανύμνητε Μωσῆς, τὸ ἐν σοὶ Μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, Βάτον μὴ φλέγεσθαι, καὶ περ καιομένην· πῦρ γὰρ τῆς θεότητος, την μήτραν σου Ἁγνὴ οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην, τῷ κόσμῳ σου δώρησαι.
Ἢ Σταυροθεοτοκίον.
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Θεῖον σέβας σοι Μάρτυς ἐμφρόνως νέμω. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος α’
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Θείαις φαιδρυνόμενος αὐγαῖς, τῆς σεβασμίου Τριάδος Ἀοίδιμε, πίστει τοὺς τιμῶντάς σου, τὴν φωταυγῆ καὶ ἱερὰν πανήγυριν, σοῦ ταῖς ἱκεσίαις, φωτὸς μετόχους ἀνάδειξον.
Ἔχων λογισμὸν φωτοειδῆ, καὶ δεκτικὸν καθαρῶν ἐπιλάμψεων, μόνον ἐπεπόθησας, τὸ ὄντως Ὄν, ὡς νουνεχὴς καὶ φρόνιμος, Μάρτυς ἀθλοφόρε, καὶ τούτου πίστει τετύχηκας.
Ἱδρῶσιν ἐνθέοις ἀληθῶς, τὰ τῆς σαρκὸς ἀμαυρώσας φρονήματα, αἵμασιν ἀθλήσεως, τοὺς θολεροὺς χειμάρρους ἀπεξήρανας, τῆς πολυθεΐας, θεόφρον Μάρτυς πολύαθλε.
Ὅμιλον προσῆξας Ἀθλητῶν, διδασκαλίαις σου θείαις τῷ Κτίσαντι, πᾶσαν τὴν διάνοιαν, τῶν διωκτῶν καταβαλὼν τῇ χάριτι, Πνεύματος Ἁγίου, μεθ' ὧν πρεσβεύεις σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Νέον ἀπεκύησας Υἱόν, τὸν πρὸ αἰώνων Πατρὶ συννοούμενον, φύσεως καινίσασα, νόμους ἁγνή, Παρθενομῆτορ ἄχραντε, ἐν τῇ ὑπὲρ φύσιν, σεπτῇ καὶ θείᾳ γεννήσει σου.
Ὠδὴ γ’
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
Στρατὸν ἐπαγόμενος σεπτόν, τῆς θείας ὅπλοις πίστεως, ὠχυρωμένον Μάρτυς ἀήττητε, τὰς παρατάξεις τοῦ πολεμήτορος, καὶ τὰ πανουργεύματα τῶν Τυράννων ἅπαντα, καταβάλλεις τῷ σθένει τοῦ Πνεύματος.
Ἐρείσας ἐν πέτρᾳ νοητή, τὰς βάσεις τῆς καρδίας σου, εὐσεβοφρόνως Μάρτυς πολύαθλε, οὐ παρετράπης τοῖς μηχανήμασι, τοῦ δολίου δράκοντος, ἀλλὰ πᾶσιν ἔρεισμα, εὐσεβείας ἐν Πνεύματι γέγονας.
Βελῶν ἐκκεντήσεις χαλεπάς, ὑπέφερες δεσμούμενος, καὶ ἐπὶ ξύλου Μάρτυς τεινόμενος, Θεοῦ δὲ θείᾳ δυνάμει ἔνδοξε, ἀσινὴς ὁλόκληρος, αὖθις ἀπεδείκνυσο, καταισχύνων ἐχθροῦ μηχανήματα.
Θεοτοκίον.
Ἁγίασμα ὤφθης νοητόν, τοῦ πάντας ἁγιάζοντος, καὶ καθαρὸν Πανάμωμε σκήνωμα· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σαρκούμενος, καὶ διπλοῦς ταῖς φύσεσι, κόσμῳ γνωριζόμενος, ἐν μιᾷ ὑποστάσει Θεόνυμφε.
Ὁ Εἱρμὸς.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.
Κάθισμα Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Τῷ βίῳ τῷ φαιδρῷ, συναστρὰπτοντα ἔχων τὸν λόγον ἱερῶς, ἐφειλκύσω ἀγέλας, πιστῶν πρὸς εὐσέβειαν, μεθ' ὧν χαίρων ἐνήθλησας, πᾶσαν κάκωσιν, ὑπενεγκὼν τῶν Τυράννων· ὅθεν σήμερον τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον.
Ὢ θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψε, τανυσθέντα σε Κύριε, πῶς ἀδέκαστε, Κριτὰ ἁπάντων καὶ Λόγε, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακέκρισαι;
Ὠδὴ δ’
Ὄρος σε τῇ χάριτι, τῇ θεία κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Σθένοις σοι Τιβούρτιε, δωρεῖται ὁ Κύριος, δι' ἀσθενείας τῆς σαρκός, καταπαλαῖσαι τὸν ἐχθρόν· πυρὶ γὰρ φλογίζοντι, νεανικῶς, ἐπέβης Μάρτυς στερρότατα, καὶ τὴν οὐράνιον δρόσον ἀντέλαβες.
Συνήφθης τοῖς ἄνω, λειτουργοῖς ὦ Τιβούρτιε, ὡς λειτουργήσας τῷ Χριστῷ, καὶ ἀνενέγκας καθαράς, θυσίας ἐν πνεύματι, Ἱερουργέ, Μαρτύρων κλέος καὶ καύχημα, χαρμονικῶς· διὰ τοῦτο τιμῶμέν σε.
Ὄρθιος κρεμάμενος, καὶ πλήκτροις ξεόμενος, καὶ ταῖςσφοδραῖς τῶν αἰκισμῶν, περικυκλούμενος φοραῖς, καὶ βόθρῳ χωννύμενος, καὶ ἐν αὐτῷ τὸ θεῖον τέλος δεχόμενος, ὁ γενναιόφρων ἠγάλλετο Κάστουλος.
Ἰάσεις ἐν Πνεύματι Ἁγίῳ μακάριε, ἐπιτελῶν πρὸς φωτισμόν, τῶν καθορώντων εὐσεβῶς, λαοῖς τὸ σωτήριον, θεοπρεπῶς Σεβαστιανὲ κατήγγειλας,
μαρτυρικῶς δὲ τόν δρόμον ἐτέλεσας.
Θεοτοκίον.
Μόνην σε πασῶν, ἐκ γενεῶν ἐξελέξατο, ὁ ὑπερούσιος Θεός, καὶ οὐσιώθη καθ' ἡμᾶς γενόμενος ἄνθρωπος, ὁ πλαστουργός, τῆς ἀνθρωπίνης ὑπάρξεως, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
Ὠδὴ ε’
Ὁ φωτίσας, τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Αἱ τρίβοι σου, καὶ πορεῖαι πρὸς μόνον φερόμεναι, τὸν Κύριον, ἀνοδίας ἐχθρῶν ὑπεξέκλιναν, καὶ πολλοῖς γεγόνασιν, ὁδὸς εὐθεῖα καὶ πραεῖα, Μάρτυς Χριστοῦ πανσεβάσμιε.
Ῥητορεύει, Μαρκελλῖνος καὶ Μᾶρκος σοφώτατα, πρὸ βημάτων, τοῦ Χριστοῦ τὴν σωτήριον ἔλευσιν, προσδεθέντες ἄμφω δέ, κέντροις τοὺς πόδας καθηλοῦνται, μαρτυρικῶς κλεϊζόμενοι.
Τὸ πάθημα, τοῦ τὰ πάθη ἡμῶν θανατώσαντος, Μαρκελλῖνος, καὶ ὁ Μᾶρκος στερρῶς εἰκονίζοντες, λόγχῃ σφαγιάζονται, καὶ στεφηφόροι ταῖς χορείαις, τῶν ἀθλοφόρων συνάπτονται.
Θεοτοκίον.
Ὑπέρφωτε, τοῦ Ἡλίου Νεφέλη πανάμωμε, ἀπέλασον, τῆς ψυχῆς μου τὰ νέφη πρεσβείαις σου, καὶ τὸν νοῦν μου φώτισον, τῇ ἀμελείᾳ σκοτισθέντα, ὅπως ὑμνῶ σε Πανύμνητε.
Ὠδὴ ς’
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Στερρότητι νοὸς σεβασμιώτατε, ἐδείχθης ἀταπείνωτος, ἐν τῷ τύπτεσθαι ταῖς ῥάβδοις ἀφειδῶς, καὶ κατακεντᾶσθαι πολλοῖς τοῖς βέλεσιν· ὅθεν πρὸς φῶς, μετέβης χαίρων Μάρτυς ἀνέσπερον.
Ἐνεύρου σε Χριστὸς ἀγωνιζόμενον, καὶ δαίμοσι μαχόμενον, καὶ αἰκίαις ὁμιλοῦντα χαλεπαῖς, Σεβαστιανὲ Μάρτυς ἀήττητε, καὶ πρὸς αὐτὸν ἀποσκοποῦντα καρδίας ὄμμασι.
Μοχλεύσεσι στερραῖς πανσόφως λόγων σου, τὴν πλάνην ἀνεμόχλευσας, καὶ σεβάσματα κατέαξας ἐχθρῶν, καὶ εἰδωλικοὺς ναοὺς ἠδάφισας, καὶ σεαυτὸν ναὸν τοῦ θείου ἤγειρας Πνεύματος.
Θεοτοκίον.
Φθαρεῖσαν τὴν ἡμῶν ἐκ παραβάσεως, οὐσίαν ἀνεκαίνισας, τὸν καινίζοντα τὰ πάντα θεϊκῷ, μόνῳ τῷ βουλήματι κυήσασα, ἐν γυναιξὶν εὐλογημένη θεοχαρίτωτε.
Ὁ Εἱρμὸς.
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Συναξάριον .
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου.
Στίχοι
Σεβαστιανὸς τῶν πλάνης σεβασμάτων
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ῥοπαλίσθη.
Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.
Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.
Ὡς δ' οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.
Στίχοι
Ἤθλησεν Εὐβίοτος ἄχρις αἱμάτων,
Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, Ἐπισκόπου Ἀμινσοῦ.
Στίχοι
Εἴκων ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων.
Στίχοι
Ἔγωγε τμηθῶ πρῶτον, Ἕρμυλος λέγει.
Οὔ, φησὶ Φωκᾶς, ἀλλ' ὁ Φωκᾶς Ἕρμυλε.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Σοφίας καὶ τὰ Ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Χαλκοπρατείοις.
Καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.
Στίχοι
Οὐκ, εἰ τελευτᾷς Μιχαήλ, τοῦτο ξένον·
Ἀλλ' εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ , γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ῥώμῃ τῇ σῇ, κραταιᾷ σθενούμενοι, οἱ Ἀθλοφόροι σου Χριστέ, ἐτροπώσαντο τὸν ἐχθρόν, πλάνην κατεπάτησαν, σώματα παρέδωκαν, τοῖς αἰκισμοῖς ἀναμέλποντες, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Οἱ θεαυγεῖς, Ἀθλοφόροι Μάρτυρες, ἀγωνισάμενοι καλῶς, Μαρκελλῖνος καὶ ὁ κλεινός, Μᾶρκος καὶ Τιβούρτιος, Κάστουλος ὁ πάνσοφος, πρὸς οὐρανὸν μετετέθησαν, τόν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.
Νεανικῶς, ἀθλητὰ Τιβούρτιε, ὥσπερ οἱ Παῖδες τῇ πυρᾷ, ἐπιβέβηκας νοητῶς, δρόσον τὴν τοῦ Πνεύματος, ἄνωθεν δεχόμενος, καὶ μελῳδῶν ἐμμελέστατα· ὁ αἰνετὸς των Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὥσπερ ἀμνάς, κρεμαμένη ἔνδοξε, ἐναπηγχόνισας ἐχθρόν, ταῖς νευραῖς τῶν μαρτυρικῶν, πόνων σου πανεύφημε, ζῇς δὲ μετὰ θάνατον, Μάρτυς Ζωὴ ἀναμέλπουσα· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Στάμνον χρυσῆν, παναγίαν τράπεζαν, τοῦ θείου Ἄρτου τῆς ζωῆς, ὀνομάζομέν σε Ἁγνή. Τόπον ἁγιάσματος, θρόνον ὑψηλότατον, ἐν ᾧ Θεὸς ἀνεπαύσατο· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η’
Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεκρωθῆναι κόσμῳ βουληθείς, καὶ τοῖς ἐν κόσμῳ πᾶσι, τῆς ὄντως κατηξιώθης, Ἀεισέβαστε ζωῆς, βοῶν προθυμότατα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔθεντό σε ἄνομοι δεινῶς, ἐν λάκκῳ κατωτάτῳ, χωννύντες καὶ θανατοῦντες, ἀναμέλποντα τρανῶς, ἀοίδιμε Κάστουλε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μακαρίας ἔτυχες ζωῆς, ὡς ἐπώνυμος ταύτης· πνιγμῷ γὰρ βιαιοτάτῳ, τὴν ἐπίκηρον ζωήν, κατέλιπες μέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡραιώθης τέξασα Θεόν, ὡραῖον καὶ Δεσπότην, τὸν θείαις καταφαιδρύναντα, ἀκτῖσι τοὺς βροτούς· διὸ ἀναμέλπομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Ἐν καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Τύπον τῆς ἁγνῆς λοχείας σου,
πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
Ἵνα θεϊκῆς λαμπρότητος, καὶ αἰωνίου δόξης καὶ ὡραιότητος, Σεβαστιανέ, ἀξιωθῇς ἀξιάγαστε, τὰς βασάνους, τοὺς πόνους, τὸν θάνατον, ὑπέμεινας ἀνδρείως· διὸ σε πάντες μακαρίζομεν.
Ὤφθης μέσον ἄστρων ἥλιος, τῶν συναθλούντων Μάρτυς καὶ νῦν φωτίζεται, ἄθλων ἱερῶν, ἱερωτάταις λαμπρότησιν, Ἐκκλησίας τὸ θεῖον στερέωμα, καὶ πᾶσα διαβόλου, διασκεδάζεται ἀπόνοια.
Στέργοντες Χριστὸν Τιβούρτιος, καὶ Μαρκελλῖνος, Μᾶρκος, Ζωὴ καὶ Κάστουλος, Σεβαστιανῷ, καθηγητῇ καὶ θεόφρονι, συναθλοῦσι, καὶ ἴσους κομίζονται, τῆς νίκης τοὺς στεφανους, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Ἤρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ τοὺς οὐρανούς, περιπολεῖ ἀγαλλόμενος, ὑπὲρ πάντων ἡμῶν τὸν φιλάνθρωπον, ἀεὶ παρακαλοῦντες, μακαριζόντων αὐτοὺς πάντοτε.
Θεοτοκίον.
Φρίττει νοερὰ Στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ ἀπειρόγαμε.
Ὁ Εἱρμὸς.
Τύπον τῆς ἁγνῆς λοχείας σου,
πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου,
ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου