Παρασκευή 30 Μαΐου 2014

ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ



ΚΥΡΙΑΚΗ
ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα. 
Ἦχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας Ἅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὸν Ἀνατολικὸν
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν· δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ Ἅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Δόξα... Ἦχος πλ. β'
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον
Τὸ Δογματικὸν Ἦχος δ'
σπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνων, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας χριστῶν αὐτοῦ, δοξάζοντας Χριστοῦ τὸν Σταυρόν, καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν. Διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ Ἅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῷ Πρωτοπλάστῳ νῦν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώσῃ ὡς εὐδιάλλακτος· ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον ἁγνήν, τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.
Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεὸν γάρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῖν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
να σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψῃς ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔσχες γάρ πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις, ἡ τοῦ Πνεύματος, τοῦ ἁγίου σαφῶς ἐνοικοῦσα ἐν σοί, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Δόξα... Ἦχος πλ. δ'
ς ὤφθης ἐπὶ γῆς, Χριστὲ ὁ Θεός, δι' ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην· μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν... ὁ αὐτός,
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Μεσούσης τῆς Ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
Ἐκτενὴς καὶ Ἀπόλυσις

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τό, Χριστὸς ἀνέστη... τὸν Προοιμιακόν, κτλ. Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχ. ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' τῆς Μεσοπεντηκοστῆς γ' καὶ τῆς Σαμαρείτιδος Ἰδιόμελα γ'.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς Ἅδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας Ἅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὸν Ἀνατολικὸν
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ Ἅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Τῆς Μεσοπεντηκοστῆς
Ἦχος ὁ αὐτὸς
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ
Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καί, παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς Ἀναλήψεως σεμνύνεται.
κουσε καὶ εὐφράνθη ἡ Σιὼν εὐαγγελισθείσης τοῦ Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι, ῥύπον χριστοκτονίας, εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνον μεσότητα.
γγικεν ἡ τοῦ θείου δαψιλής, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος, ἡ προθεσμία κηρύττει, ἡμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφήν, καὶ Ἀνάστασιν, παρ' αὐτοῦ δεδομένης, ἀψευδοῦς Μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Καὶ τῆς Σαμαρείτιδος Ἰδιόμελα
Ἦχος α'
πὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ· ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'
πὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα, Κύριε δόξα σοι.
Ἦχος ὁ αὐτὸς
συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα, λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. β'
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Καὶ νῦν... Ἦχος δ'
διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἰς τὴν Λιτὴν
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς, ὡς ἔθος
Δόξα... Καὶ νῦν... Ἦχος γ'
γαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ τῆς κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλαις ὕδασι περιβαλλόμενος. Διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.
Εἰς τὸν Στίχον Στιχηρὸν Ἀναστάσιμον τῆς Ὀκτωήχου.
Ἦχος δ'
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ Ἅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Ἦχος πλ. α'
Στίχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στίχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.
Δόξα... Ἦχος πλ. δ'
ς ὤφθης ἐπὶ γῆς, Χριστὲ Ὁ Θεός, δι' ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν... ὁ αὐτός
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς
Ἦχος πλ. δ'
Μεσούσης τῆς Ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα, ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
Τὰ αὐτά, καὶ εἰς τό, Θεὸς Κύριος

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 
Ψάλλεται Κανὼν Τριαδικὸς
Οὗ ἡ ἀκροστιχίς.
Τέταρτος Ὕμνος τῷ Θεῷ, Μητροφάνους. 
Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Τριάδα θεαρχικὴν δοξάσωμεν, ταῖς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν, τῶν τριῶν συναΐδιον, σύνθρονον, ἣν δυσωποῦντες λέγομεν· Σῶσον τοὺς πίστει σε δοξάζοντας.
χρίσθη ὑπὸ Πατρὸς τῷ Πνεύματι, ἀγαλλιάσεως θεουργικῷ ἐλαίῳ, ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισε, καὶ τῆς μιᾶς Θεότητος, τὸ τρισυπόστατον ἐδίδαξε.
Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, μονὰς τρισήλιε, τὰ Σεραφὶμ μὴ φέροντα ὁρᾶν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ᾄσμασιν, ἀκαταπαύστως σε δοξάζουσι.
Θεοτοκίον
φράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.
Ὠδὴ γ'
Οὐκ ἐν σοφίᾳ
ώμην ἐξ ὕψους, τοῖς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον τὴν μίαν ἐνέφηνας φύσιν τρισήλιον.
Τῷ πατριάρχῃ Ἀβραάμ, ὅτι ὤφθης ἐν σχήματι ἀνδρικῷ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος.
χαρακτῆρσιν, ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως.
Θεοτοκίον
Στοιχειωθέντες τοῦ Υἱοῦ σου σοφαῖς εἰσηγήσεσιν ἑνικὴν καὶ τριλαμπῆ, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν τὴν Ἀειπάρθενον.
Καθίσματα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Τρισήλιε ἄκτιστε καὶ ὁμοούσιε, μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, σῶσον ἐκ τῶν κινδύνων, ὡς Θεὸς ἐλεήμων· σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ Δεσπότην, κεκτήμεθα βοῶντες· Γενοῦ ἡμῖν ἵλεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πολλαῖς περιστάσεσι, καὶ συμφοραῖς τῶν δεινῶν Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα, καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν προστρέχομεν· Σῶσον τοὺς δούλους σου.
Ὠδὴ δ'
Ὁ καθήμενος ἐν δόξῃ
περούσιον Τριάδα, ἐν μονάδι Θεότητος, καὶ κυριαρχίαν, σὺν τοῖς Σεραφίμ σε δοξάζομεν, ὡς ἀδιαίρετον φύσει, ὡς ἀσύγχυτον, ὡς ἰσόρροπον, δόξης Θεὲ ἀκατάληπτε.
Μεριστὴν οὖσαν ἀφράστως, τοῖς προσώποις Θεότητα, καὶ ταυτιζομένην, ἅμα τῇ μιᾷ κυριότητι, ἀπεριόριστον μόνην, ἀπερίγραπτον, ἀνυμνοῦμέν σε, τὸν Ποιητὴν πάσης κτίσεως.
Νοῦς ὁ ἄναρχος τὸν Λόγον, ἀπορρήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε, καὶ διὰ τοῦτο Τριάδι ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων Θεόν καταγγέλλομεν.
Θεοτοκίον
πτανόμενος τοῖς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλ' ὕστερον, ἐπιφανεὶς τοῖς ἀνθρώποις κατ' ἀλήθειαν, τρισυπόστατον μίαν ἀρχὴν ἐφανέρωσεν.
Ὠδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Συνέντες ἐκ πίστεως, τῆς παντουργοῦ Θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν τρεῖς δ' ὑποστάσεις ζωαρχικὰς συμφυεῖς, ὑμνοῦμεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, συναΐδιον ὕπαρξιν.
Τὸ σέλας τρισήλιε, τῆς οὐσιώδους αἴγλης σου λάμψον ἑνιαία μοι Θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγὴ πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι τὸ σόν κάλλος τὸ ἄρρητον.
ς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σε, βοῶμέν σοι πιστῶς· Δέσποτα τρισήλιε, τοὺς ὑμνοῦντάς σε φρούρησον.
Θεοτοκίον
Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ δι' ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ καὶ μίαν τρισάριθμον θεαρχίαν κατήγγειλεν.
Ὠδὴ ς'
Ἐβόησε, προτυπῶν
νέφηνεν, ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῷ Χριστῷ βαπτισθέντι ὁρώμενον· διὰ τοῦτο μίαν καὶ τριττὴν θεαρχίαν δοξάζομεν.
ς εἶδέ σε, τρισαγίαις φωναῖς ἀνυμνούμενον, Ἡσαΐας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν.
Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.
Θεοτοκίον
ξίωσε μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.
Καθίσματα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ Θεότητα μίαν, ἥνπερ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν· Τριὰς ὁμοούσιε, σῶσον, ἡμᾶς ὁ Θεός.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ὃν ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον ἄχραντε· ὅθεν σε Θεοτόκον ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοι βοῶμεν· Τῆς δόξης τῆς αἰωνίου πάντας ἀξίωσον.
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ
Τὰς τεταγμένας, ἐπουρανίους φύσεις, καὶ νοερὰς τάξεις, ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν Θεότητα, ἐν τρισὶν ἰσουργοῖς ὑποστάσεσιν. (Δίς)
ήσεις Ἁγίων, ὑποφητῶν σε πάλαι συμβολικῶς ἕνα τῶν αἰώνων πάντων Δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον
κατ' οὐσίαν, ἀθεώρητος Λόγος καὶ παντουργός, ὤφθη τοῖς ἀνθρώποις, ἄνθρωπος ἐξ ἁγνῆς, Θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς σῆς Θεότητος.
Ὠδὴ η'
Χεῖρας ἐκπετάσας
Φῶς μοναδικὸν καὶ τριλαμπές, οὐσία ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδίᾳ μου οἴκησον, καὶ ναὸν τῆς σῆς Θεότητος, φωτοειδῆ καὶ καθαρόν, δεῖξόν με κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. (Δίς)
πὸ τῶν ποικίλων με παθῶν, Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαῖς σου θεουργαῖς, ἵνα φαντάζωμαι τὸ σὸν κάλλος, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς μονάς, φρούρει τήν ποίμνην σου, ταῖς πρεσβείαις τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.
Ὠδὴ θ'
Ἅπας γηγενὴς
λην νῦν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου μονάρχα τρίφωτε, καὶ βοῶ σοι· Σῶσόν με τὸν δοῦλόν σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς)
ψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὑψιστον, φώτισον σαῖς λάμψεσιν, ἀχράντοις Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἰκῶν ἀπρόσιτον, τῆς δόξης ἥλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν καὶ τρισήλιον.
Θεοτοκίον
Σῶσον τοὺς εἰς σὲ πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον, ἀΐδιον, οὐσίαν μίαν, τρία δὲ πρόσωπα θεαρχικὰ καὶ σύμμορφα, σῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος.
Τό, Ἄξιόν ἐστιν, καὶ τὰ λοιπά, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν 
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ'
ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν· ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾍδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Ταχὺ προκατάλαβε
νέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
κ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
κουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾍδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὸν Ἀμωμον, τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
κέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
πὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
πὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
γίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
νάστηθι Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινὸν Ζ'. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Ὁ Ν' καὶ τὰ λοιπά.
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τοῦ τῆς Θεοτόκου εἰς ς' τῆς Μεσοπεντηκοστῆς εἰς δ', καὶ τῆς Σαμαρείτιδος εἰς δ'.
Κανὼν τοῦ Πάσχα Ἦχος α'
Ὠδὴ α' Ὁ Εἱρμὸς
ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῆς Θεοτόκου
Ἦχος α'
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.
Ὠδὴ α' Εἱρμὸς ὁ αὐτὸς
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
ναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Κανὼν τῆς Μεσοπεντηκοστῆς
Ὠδὴ α' Ἦχος πλ. δ'
Θάλασσαν ἔπηξας
θνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέρρηξε τοῦ ᾍδου, καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ. Οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν, ἐν τῷ ὀνόματι αὐτοῦ.
Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μεταστρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι' ἧς ἐκαίνισας ἡμᾶς.
εῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας, Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.
Θεοτοκίον
Μόνη ἐχώρησας, τὸν κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ ἐκύησας, ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας λυμανθείσης, τοῦτον ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῆς ποίμνης σου ἀεί.
Κανὼν τῆς Σαμαρείτιδος
Ἔχων ἀκροστιχίδα ἐν τῇ θ' Ὠδῇ.
Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.
Ὠδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται.
ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.
σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.
Τῇ μορφῇ ἀστράπτοντα, αἱ Μυροφόροι βλέψασαι, τὸν Ἄγγελον ἐν φόβῳ, ἐκ τοῦ μνημείου ὑπεχώρουν, τὴν δὲ Χριστοῦ Ἔγερσιν μαθοῦσαι σπεύδουσι τοῖς Μαθηταῖς.
στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Κύριε, ὕδωρ ζωῆς ὑπάρχων, τῇ Σαμαρείτιδι αἰτούσῃ, τὰ σὰ σεπτὰ νάματα παρέσχες, ἐπιγνούσῃ τὴν εὐσπλαγχνίαν σου.
Δόξα...
Τριάς, τοὺς πίστει σε, εἰλικρινεῖ δοξάζοντας, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, ὡς ποιητὴς τῶν ὅλων σῷζε, καὶ ἱλασμὸν δώρησαι, ἡμῖν ἁμαρτημάτων ὡς ὑπεράγαθος.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.
Καταβασία
ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου
Ὁ αὐτὸς
πὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.
Τῆς Μεσοπεντηκοστῆς 
Ἐστερεώθη ἡ καρδία μου
Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης, ὡς ἐπέστη τῷ ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς.
Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι· Χριστὸς γὰρ ἦλθεν, ὅνπερ ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον.
Εἰ καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ Δεσπότου· τί πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;
Θεοτοκίον
Εἷς τῆς Τριάδος ὤν, γενόμενος σάρξ ὡράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθονον γαστέρα, Θεὸς ὢν ὅλως καὶ πῦρ.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
θελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.
Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.
Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.
Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε.
Δόξα...
Εἷς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
νερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Κοντάκιον τῆς Μεσοπεντηκοστῆς
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Κάθισμα τῆς Σαμαρείτιδος Ὅμοιον
γαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος ἐρρύσατο φθορᾶς, ἄπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ· θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.
Δόξα... Καὶ νῦν...
Τῆς Μεσοπεντηκοστῆς Ὅμοιον
τῆς σοφίας χορηγὸς καὶ Δεσπότης, τῆς ἑορτῆς τῆς νομικῆς ἐπιστάσης, ἐν ἱερῷ καθήμενος ἐδίδασκες, λέγων οὕτως ἅπασιν· Ἔρχεσθε οἱ διψῶντες, πίετε τοῦ νάματος, οὗ ἐγὼ νῦν παρέχω· δι' οὗ ζωῆς ἐνθέου καὶ τρυφῆς, ἐπαπολαύσετε πάντες οἱ ἄνθρωποι.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
ν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Τῆς Μεσοπεντηκοστῆς 
Ὁ Προφήτης Ἀββακοὺμ
Εἰ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστός ἐστι παράνομοι, τί ἀπιστεῖτε αὐτῷ; ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ἃ αὐτὸς ποιεῖ, τὸ ὕδωρ οἶνον ἐποίησε, παράλυτον λόγῳ συνέσφιγξε.
Μὴ συνιέντες τὰς Γραφάς, πλανᾶσθε πάντες ὑμεῖς, Ἑβραῖοι ἄνομοι· ὄντως γὰρ ἦλθε, Χριστὸς καὶ πάντας ἐφώτισε, καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τεράστια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν.
ν ἔργον ἔδειξα ὑμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός· ὑμεῖς περιτέμνετε, καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν, ἐμοὶ δὲ τί ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ Παράλυτον;
Θεοτοκίον
ἐν γαστρί σου τὸν Θεόν, ἀπεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομῆτορ ἁγνή, μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων· πρός σὲ γὰρ ἀεὶ καταφεύγομεν.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.
Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.
Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.
Τί θρηνεῖτε ὦ γύναια; τί μετὰ μύρων ἐπιζητεῖτε τὸν ἀθάνατον; ἐγήγερται, καθὼς εἶπεν, ἔφη Μυροφόροις ὁ Ἄγγελος.
Σαμαρείτιδι Κύριε, αἰτησαμένη παρέσχες ὕδωρ τὴν ἐπίγνωσιν τοῦ κράτους σου· ὅθεν εἰς αἰῶνας, οὐ διψᾷ ἀνυμνοῦσά σε.
Δόξα...
Τριὰς ὑπερούσιε, Πάτερ, καὶ Λόγε καὶ θεῖον Πνεῦμα, ὁμοδύναμε, συνάναρχε, σῶσον ἡμᾶς πάντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον
κατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.
Καταβασία
πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.
Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Τῆς Μεσοπεντηκοστῆς 
Κύριε, ὁ Θεὸς ἡμῶν
Θαύμασι κατελάμπρυνας τοὺς Ἀποστόλους σου, τέρασιν ἐμεγάλυνας τοὺς Μαθητάς, ἐν παντὶ τῷ κόσμῳ δοξάσας Σωτὴρ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου.
παντα κατεφώτισαν τῆς γῆς τὰ πέρατα, θαύμασι καὶ διδάγμασιν οἱ Μαθηταί, καὶ ποικίλοις τρόποις τὸν λόγον κηρύξαντες Χριστὲ Σωτὴρ τῆς βασιλείας σου.
Αἴνεσιν ἀναπέμπομεν τῇ βασιλείᾳ σου, ὕμνον σοι δὲ προσάγομεν, τῷ δι' ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι, καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι.
Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων οὐ θνῄσκει, ὡς ἔφησεν, ὁ τοῦ παντὸς Θεογεννήτωρ τροφεύς.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
νάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.
Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.
θάνατος νενέκρωται, ὁ Ἅδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.
πόστολοι σκιρτήσατε, καὶ Ἄγγελοι χορεύσατε, οἱ γηγενεῖς πάντες ἀγάλλεσθε, ὁ Κύριος ἀνέστη, φθορὰ ἐξωστράκισται, καὶ ἡ λύπη πέπαυται, καὶ χορεύει ὁ Ἀδάμ.
Πηγὴ ὑπάρχων Κύριε, ζωῆς ὕδωρ ἀφέσεως, καὶ ἐπιγνώσεως δεδώρησαι, γυναικὶ αἰτησάσῃ, πάλαι Σαμαρείτιδι· διὸ ἀνυμνοῦμέν σου, τοὺς ἀφάτους οἰκτιρμούς.
Δόξα...
Μονάδα τρισυπόστατον, Τριάδα Ὁμοούσιον, Πατέρα, Λόγον, καὶ Πνεῦμα ἅγιον, ἀμέριστον τῇ φύσει, Θεὸν ἕνα σέβομεν, ποιητὴν καὶ Κύριον, καὶ Δεσπότην τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον
Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.
Καταβασία
ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
νῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.   
Τῆς Μεσοπεντηκοστῆς 
Ὡς ὕδατα θαλάσσης
πάντα περιέπων τὰ πέρατα ἀνῆλθες Ἰησοῦ, καὶ ἐδίδασκες, ἐν τῷ ἱερῷ τοὺς ὄχλους, τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ἰωάννης βοᾷ.
Τὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας, τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου, ἰάσεις τελῶν Σωτὴρ καὶ σημεῖα, Παράλυτον ἀνορθῶν, λεπροὺς καθαίρων, καὶ τοὺς νεκρούς ἀνιστῶν.
ἄναρχος Υἱὸς ἀρχὴ γέγονε, λαβὼν τὸ καθ΄ ἡμᾶς ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδίδασκε, λέγων· Προσδράμετε τῇ πηγῇ τῇ ἀενάῳ, ζωὴν ἀρύσασθαι.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Παρθένον καὶ Μητέρα δοξάζομεν, σὲ μόνην ἁγνὴ Θεόνυμφε Κόρη· ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη, καινοποιήσας ἡμᾶς.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν.
Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.
Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ Ἅδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.
Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.
εῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.
Δόξα...
μνῶ Πατέρα ἄναρχον, καὶ Υἱὸν σύνθρονον καὶ Πνεῦμα ὁμοούσιον πιστῶς, μίαν οὐσίαν, καὶ φύσιν καὶ δόξαν, καὶ μίαν βασιλείαν, Θεὸν τῶν ἁπάντων καὶ ποιητήν, συνοχέα τοῦ παντός, μετὰ τῶν ἀσωμάτων δυνάμεων.
Καὶ νῦν... Θεοτοκίον
Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον τῆς Σαμαρείτιδος
Ἦχος πλ. δ'
Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.
Ὁ Οἶκος
Τῶν σεπτῶν μυστηρίων ἀκούσωμεν, Ἰωάννου ἡμᾶς ἐκδιδάσκοντος, τὰ ἐν τῇ Σαμαρείᾳ γινόμενα, πῶς γυναικὶ ὡμίλει ὁ Κύριος, ὕδωρ αἰτήσας, ὁ τὰ ὕδατα εἰς τὰς συναγωγάς αὐτῶν συνάξας, ὁ Πατρὶ καὶ τῷ Πνεύματι σύνθρονος· ἦλθε γὰρ ἐκζητῶν τὴν εἰκόνα αὐτοῦ, αἰωνίως, ὡς ἀοίδιμος.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν.
Στίχοι
δωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι,
Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις.
Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος. 
Τῆς Μεσοπεντηκοστῆς 
Τῶν Χαλδαίων ἡ κάμινος
Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν, Ἰησοῦ ἀπαγγειλάμενος.
Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διελέγχων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων· ἡ μὲν γὰρ ἐπίστευσεν Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο.
Οἱ τὸν ἄρτον ἐσθίοντες, τῆς σαρκὸς τοῦ Κυρίου, καὶ τὸ αἷμα λαμβάνοντες, τῆς πλευρᾶς τοῦ Δεσπότου καινότητι Πνεύματος πολιτευσώμεθα, ζῶντες τῇ χάριτι.
Θεοτοκίον
ν γαστρί σου ἐχώρησας, τὸν ἀχώρητον Λόγον, ἐκ μαζῶν σου ἐθήλασας, τοῦ κόσμου τὸν τροφέα, ἀγκάλαις ἐβάστασας, τὸν ποιητὴν τοῦ παντός, Θεογεννῆτορ ἁγνή.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
Μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Μετὰ ἀνόμων, Χριστὲ οἰκτίρμον, ἑκὼν κατελογίσθης, καιρῷ τοῦ θείου Πάθους, καὶ ταῦτα βλέπουσα ἐσείετο ἡ γῆ, καὶ πέτραι παντουργῷ νεύματι ἐρρήγνυντο, ἀκατάληπτε, καὶ ἀνίσταντο νεκροὶ οἱ ἀπ' αἰῶνος.
Μετὰ ψυχῆς καταβάς, εἰς μέρη κατώτερα τοῦ Ἅδου, ἐξῆγες ἐν ἀνδρείᾳ δεσμίους ἅπαντας, οὓς ἐκ τοῦ αἰῶνος θάνατος εἶχεν, ὁ πικρὸς τύραννος, ἐκβοῶντάς σοι Χριστὲ ὁ Θεός· Δόξα σου τῇ φρικτῇ οἰκονομίᾳ.
Μετὰ νεκρῶν τί ὑμεῖς ζητεῖτε, τὸν ζῶντα εἰς αἰῶνας; ἠγέρθη, καθὼς εἶπεν· ἰδοὺ ὡς βλέπετε κεναὶ αἱ σινδόνες, κενὸς ὁ τάφος, ὁ φανεὶς ἔλεγε· Γυναιξὶ νεανίας, σπουδῇ ἄπιτε, εἴπατε τοῖς, Ἀποστόλοις.
δωρ ὑπάρχεις ζωῆς, ἐβόα Χριστῷ ἡ Σαμαρεῖτις· πότισον οὖν με Λόγε διψῶσαν πάντοτε, σοῦ τὴν θείαν Χάριν, ὅπως μηκέτι Ἰησοῦ Κύριε, ἀγνωσίας κρατῶμαι αὐχμῷ, ἀλλὰ κηρύττω σου τὰ μεγαλεῖα.
Δόξα...
Πατέρα καὶ τὸν Υἱόν, καὶ θεῖον ὑμνολογοῦμεν Πνεῦμα, ἀμέριστον Τριάδα, φύσει ὑπάρχουσαν, μεριστὴν προσώποις, μίαν οὐσίαν συμφυῆ, ἄναρχον, ποιητὴν τοῦ παντός καὶ Θεόν, ὃν πᾶσαι οὐρανῶν ὑμνοῦσι τάξεις.
Καὶ νῦν... Θεοτοκίον
Μετὰ λοχείαν φρικτήν, παρθένος ἁγνὴ διεφυλάχθης, ἁγία Θεοτόκε· διό σε ἅπασαι, Ἀγγέλων χορεῖαι, καὶ τῶν ἀνθρώπων γενεαὶ ἅπασαι, ἀσιγήτοις ἀνυμνοῦσι φωναῖς χωρίον, καθαρὸν τοῦ ἀχωρήτου.
Καταβ ασία
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
λθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ Ἅδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.
λον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Τῆς Μεσοπεντηκοστῆς 
Ἄγγελοι καὶ οὐρανοὶ
Δεῦτε ἴδετε λαοί, τὸν ἐπὶ θρόνου δόξης καθεζόμενον, ὑπὸ λαῶν ἀνόμων βλασφημούμενον, καὶ ἰδόντες, ὑμνεῖτε, τὸν ἐν Προφήταις Μεσσίαν προρρηθέντα.
Σὺ εἶ ὄντως ὁ Χριστός, ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις τῶν πατρῴων σφαλμάτων, σὺ ἡ ὄντως ζωή, τῶν σοὶ πεπιστευκότων.
Σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης καθὼς γέγραπται, τῷ ἱερῷ ἐπέστη καὶ ἐδίδασκεν. Ὅτι ὄντως αὐτὸς ἦν, ὁ Μεσσίας Χριστός, δι' οὗ ἡ σωτηρία.
Θεοτοκίον
Πῶς ἐγέννησας εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάμψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ ὡς οἶδεν ὁ μόνος εὐδοκήσας ἐκ σοῦ, τεχθῆναι Θεοτόκε.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
Τὰ σύμπαντα Δέσποτα τῇ σῇ σοφίᾳ συνεστὴσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, Ἅδῃν ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ' αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.
ψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διερράγη, καὶ ἡ γῆ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος Ἅδῃς, καὶ πάντας δεσμίους ἀπέλυσε.
πέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων· διό σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν· Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι· ὑμνοῦμεν τὸ κράτος σου.
Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρᾳ Σῶτερ ἕκτῃ, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ' ἧς πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Δόξα...
Πατέρα προάναρχον, Υἱὸν συνάναρχον ὑμνοῦμεν Πνεῦμα τὸ ἅγιον, Θεὸν ἕνα τὰ τρία, ἀσύγχυτον, ἄτμητον, δημιουργὸν τῶν ἁπάντων, ὁμοδύναμον κράτος αὐτεξούσιον, καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον
νθρακι καθαίρεται, ὁ Ἡσαΐας προκηρύττων, τὸν νοητὸν ἄνθρακα σαρκούμενον Παρθένε, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καταφλέγοντα πάντων τῶν βροτῶν τὰ ὑλώδη ἁμαρτήματα, καὶ θεοῦντα δι' οἶκτον, τὴν φύσιν ἡμῶν παναμώμητε.
Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Τῆς Θεοτόκου 
Ὁ αὐτὸς
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Τῆς Μεσοπεντηκοστῆς
Ἀλλότριον τῶν μητέρων
Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερόν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἔλεγον.
άματα χαρισμάτων ὁ λυτρωτής μου, πηγάζων ἐπετέλει, τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ' Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.
σαρκικὸς Ἰουδαῖος κατὰ τὴν σάρκα, νοῶν τὰ γεγραμμένα, τῷ γράμματι προσπταίει ἀντιπίπτει δὲ πάλιν, τῷ Πνεύματι τῆς ἀληθείας· ἡμεῖς δὲ τοῦτον παρωσάμενοι, φρονῶμεν τὰ τοῦ Πνεύματος.
Θεοτοκίον
χώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι, αὐτὸν δυσώπει παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς Σαμαρείτιδος
Ὁ Εἱρμὸς
ποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.
δοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἠγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον Ἅδου ἐσαλεύθη.
ραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ Ἅδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκῇ, καὶ τῆς Ἐγέρσεώς σου, τῷ φωτὶ τῷ νοητῷ, καταυγάσας κόσμον.
Στησώμεθα πάντες νῦν χοροὺς πνευματικοὺς καὶ κράξωμεν· ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρῶς καὶ Χριστὸν ὑμνοῦσιν.
ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιρραίνων διδαχάς, ἐκβοᾷ τῇ γυναικί· Παράσχου μοι ὕδωρ τοῦ πιεῖν, ὅπως σοι δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.
Δόξα...
Φῶς ἓν ἀμερίστως, ἡ τρισήλιος μονάς, ὁ ἄναρχος Πατήρ, Υἱός, καὶ Πνεῦμα Θεότης μία ζωὴ καὶ τῶν ὅλων ποιητής. Αὐτὸν ἀνυμνήσωμεν πιστοί, μετὰ τῶν ἀσωμάτων, τρισαγίοις ᾄσμασιν ἱερολογοῦντες.
Καὶ νῦν... Θεοτοκίον
Φωτὸς γενομένη, οἰκητήριον Ἁγνή, καταύγασον τὰς κόρας τῆς ψυχῆς μου, ἀμαυρωθείσας πολλαῖς, μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βλέψαι ἀξίωσον τρανῶς, τὸ ἀναλάμψαν φέγγος, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καθαρᾷ καρδίᾳ.
Καταβασία
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
Τό, Ἁγιος Κύριος ὁ Θεὸς ἡμῶν γ'
Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἕτερον τῆς Σαμαρείτιδος
Γυναῖκες ἀκουτίσθητε
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.
Τῆς Μεσοπεντηκοστῆς Ὅμοιον
Μεσούσης παραγέγονας, τῆς ἑορτῆς φιλάνθρωπε, ἐν ἱερῷ καὶ ἐλάλεις· Οἱ δίψης ἔμπλεοι πρός με, ἔλθετε καὶ ἀρύσασθε, ὕδωρ ζῶν καὶ ἁλλόμενον, δι' οὗ τρυφῆς καὶ χάριτος, ζωῆς τε τῆς ἀθανάτου, ἐπαπολαύσετε πάντες.
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν Στίχ. η', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ς', καὶ τῆς Σαμαρείτιδος β'. 
Στιχηρὰ Ἀναστάσιμα Ἦχος δ'
σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ Ἅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθών, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν Ἅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.
Στιχηρὰ Ἰδιόμελα τῆς Σαμαρείτιδος
Ἦχος γ'
Στίχ. ντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης.
γαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ ἐκ κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος· διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.
Ἦχος πλ. β'
Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.
Δόξα... Ἦχος ὁ αὐτὸς
πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.
Καὶ νῦν... Θεοτοκίον
περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις 
Εἰς τὴν α' Ὥραν, τὸ Ἑωθινόν
Ἦχος βαρὺς
δοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν, ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς; ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις, καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ΄ὧν, καὶ δι' ὧν, καὶ ἡμεῖς πιστεύσαντες ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοὶ τοῦ Ἤχου 
Ἦχος δ'
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν· ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον· Μνήσθητί μου βοῶν, ἐν τῇ βασιλείᾳ σου.
σταυρωθεὶς καὶ ἀναστάς, ὡς δυνατὸς ἐκ τάφου τριήμερος, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, ἐξαναστήσας μόνε ἀθάνατε, κἀμὲ εἰς μετάνοιαν, ἐπιστρέψαι Κύριε καταξίωσον ἐξ ὅλης καρδίας μου, καὶ ἐν θερμῇ τῇ πίστει ἀεὶ κραυγάζειν σει· Μνήσθητί μου Σωτὴρ ἐν τῇ βασιλείᾳ σου.
ντως ἀνέστη ὁ Χριστός, καὶ μαρτυρεῖ ὁ τάφος παράνομοι· τὰ γὰρ ἐντάφια αὐτοῦ καταλιπὼν ἀνέστη τριήμερος, ὁ λίθος ἐσφράγιστο, καὶ πρὸ τοῦ τάφου φύλακες περιΐσταντο, ὁ Ἅᾍδης ἐσκύλευται, ὁ θάνατος τέθνηκε. Πιστεύσατε οὖν σὺν ἡμῖν τῇ Ἀναστάσει αὐτοῦ.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ τὸ τοῦ ᾍδου κράτος σκυλεύσαντα, καὶ ὁραθέντα γυναιξί, Μυροφόροις λέγοντα· Χαίρετε, πιστοὶ δυσωπήσωμεν, ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν, κραυγάζοντες πάντοτε, Λῃστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ βασιλείᾳ σου.
Καὶ ἐκ τοῦ Κανόνος τῆς Μεσοπεντηκοστῆς, Ὠδὴ γ', καὶ τῆς Σαμαρείτιδος Ὠδὴ ς'.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Σαμαρείτιδος.
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου