Παρασκευή 30 Μαΐου 2014

ΤΕΤΑΡΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ



ΤΗ ΤΡΙΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΕΣΠΕΡΑΣ 
Στιχηρὰ τῆς Ἑορτῆς γ'
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
ς προσφυὲς ὡς οἰκεῖον, τοῖς λογικοῖς οὐρανοῖς, ἐν πυριμόρφοις γλώσσαις, τοῦ Θεοῦ καταγγέλλειν, τοῖς ἔθνεσι τῇν δόξαν, τοῦ τῷ πυρί, οὐρανοὺς ὡραΐσαντος, καὶ καταυγάσαντος κόσμον τὸν αἰσθητόν, σὺν Υἱῷ τε καὶ τῷ Πνεύματι.
ν τῇ Σιὼν συνηγμένων, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ὡς ἡ ἐπαγγελία, τὸ πανάγιον Πνεῦμα, ἐν τούτοις ἐφιζῆσαν, εἴδει πυρός, πυριπνόους ἀνέδειξεν, ἐκφαντορίαις τὰ δόγματα μυστικαῖς, τῆς Τριάδος ῥητορεύοντας.
Οὐρανοχάλκευτα ξίφη, τοὺς Ἱεροὺς Μαθητάς, τὸ ἱερὸν φοιτῆσαν, ἐκτετέλεκε Πνεῦμα, τῇν γῆν καθιερῶσαι, τῷ ποιητῇ, ἀνιέρους συγκόψαντας, ὡς ἐκλιπεῖν τὰς ῥομφαίας τοῦ πονηροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος β'
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε.
Στιχηρὰ Προσόμοια
Ἦχος δ' Ἔδωκας σημείωσιν
Σήμερον ἐφοίτησε, τοῦ παναγίου σου Πνεύματος, ἡ ἐνέργεια Κύριε, ἐν τοῖς Ἀποστόλοις σου, καὶ σοφοὺς ἐνδεῖξαν, τῇ θεογνωσίᾳ, καταπεπλήρωκεν ἰδού, τῆς μακαρίας διδασκαλίας σου· διό σου τῇν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Σήμερον τὸ Πνεῦμά σου, τὸ παντοδύναμον Δέσποτα, ἐκ Πατρὸς καταπέμπεται, τὸ σοὶ ὁμοούσιον, ἐν πυρίναις γλώσσαις, διανεμηθὲν δέ, τὰ μεγαλεῖά σου λαλεῖν, τους Ἀποστόλους σου παρεσκεύασε· διό σου τὴν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Σήμερον ἐξέχεας, τοῦ Παρακλήτου σου Πνεύματος, ὁ Σωτὴρ τὰ χαρίσματα, τῇ βροτείᾳ φύσει, διδοὺς προφητεύειν, ὡς ἔφησας λόγε, καὶ τὴν Τριάδα, προσκυνεῖν, ἀδιαιρέτως συνεξεπαίδευσας· διό σου τῇν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νύν... Ἦχος β'
ν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

ΤΗ ΤΕΤΑΡΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΠΡΩΪ
Μετὰ τῇν α' Στιχολογίαν 
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Καθὼς ἐπηγγείλατο, αὐτεξουσίως μολόν, τὸ Πνεῦμα τὸ ἅγιον, τοῖς Ἀποστόλοις Χριστέ, εἰς μίαν συνήρμοσε, πίστεως συμφωνίαν, τῆς ἀκτίστου Τριάδος, γλώσσας τάς διαφόρους, τῆς ἐθνῶν πανσπερμίας· ἀλλ' οἴκησον καὶ ἡμῖν ἀγαθέ, φιλάνθρωπε δεόμεθα. (Δίς)
Μετὰ τῇν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ λόγον
Τὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα· ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουεν· ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)
Εἰς τὸν Στίχον τῶν Αἴνων
Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β' Τριήμερος ἀνέστης
Τὸ Πνεῦμα τὸ πανάγιον, τὸ φῶς τὸ ἐκ φωτὸς προϊόν, ἐν πυρίναις γλώσσαις, ἦλθεν ἐπὶ γῆς, φλέξαι τὰς ἁμαρτίας, τῶν πίστει προσκυνούντων, τὴν τρισυπόστατον Θεότητα.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Τὸ Πνεῦμα τὸ πανάγιον, ἐγκαίνισον ἡμῖν ὁ Θεός, ὅπερ πάλαι, πέμψας σου τοῖς Μαθηταῖς, ἐνίσχυσας οἰκτίρμον, πληρῶσαι ἐν τῷ κόσμῳ, σοῦ τὰ σωτήρια θελήματα.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Τὸ Πνεῦμα τὸ πανάγιον, πιστῶς θεολογήσωμεν, ἐκβοῶντες· Μὴ ἀποστῇς ἀφ' ἡμῶν, Παράκλητε, ὁ πᾶσι παρέχων σωτηρίαν, καὶ ἁγιάζων τοὺς ὑμνοῦντάς σε.
Δόξα... Καὶ νῦν... Ἦχος β'
ν ταῖς αὐλαῖς σου ὑμνήσω σε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου, τῇν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.
cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου