ΤΗ
ΔΕΥΤΕΡΑ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος α'
τῷν οὐρανίων ταγμάτων
Νῦν ἐγκαινίζονται
γλῶσσαι, τὰ μεγαλεῖα Θεοῦ, ἑτεροφθόγγοις λόγοις, καὶ πυρὸς ὡς ἐν εἴδει, εἰς πίστωσιν
ἁπάντων, τῷν ἐπὶ γῆς, διηγεῖσθαι τρανότατα, νῦν εἰς σημεῖον τοῖς ἔθνεσιν ἀληθῶς,
σωτηρία ἐπεδήμησεν.
Ἣν καταπέμψαι ὑπέσχου, τοῖς Μαθηταῖς σου Χριστέ, ἐξ ὕψους
δυναστείαν, ἐκπληρώσας ἐκπέμπεις, τὸ ἅγιον του Πνεῦμα, δείξας ἡμῖν, ὅτι σὺ εἶ ἡ
ἀλήθεια, καὶ ἐπὶ σὲ οἱ ἐλπίζοντες ἀγαθέ, ἀληθῶς οὐ καταισχύνονται.
Τὴν προθεσμίαν πληρώσας, σοῦ τὸν Παράκλητον, ὡσεί πυρὸς ἐν
γλώσσαις, ἐξαπέστειλας κόσμῳ, τὰς πάντων ἁμαρτίας, θείῳ πυρί, ἀναχωνεῦσαι, καὶ
δοῦναι ἡμῖν, τήν πρὸς αὐτὸν κοινωνίαν εἰλικρινῆ, τοῖς πιστῶς θεολογοῦσιν αὐτόν.
Δόξα...
Καὶ νῦν... Ἦχος α'
Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ
προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα
τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.
Εἰς τὸν
Στίχον, Στιχηρὰ
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Ἔργῳ τοῖς Μαθηταῖς, ὡς ἐπηγγείλω Λόγε, ἀπέστειλας τὸ θεῖον,
καὶ ἅγιόν σου Πνεῦμα, καὶ τούτους κατεφώτισας.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ
Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἄφνω ἐξ οὐρανοῦ, τοὺς Ἀποστόλους πᾶσα, τοῦ θείου Παρακλήτου,
ἡ δύναμις πανσόφους, καὶ θεολόγους ἔδειξε.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου.
Γένος ἀλλογενῶν, ἀκούοντες ἠπόρουν, ταῖς γλώσσαις ταῖς ἰδίαις,
τοὺς θείους Ἀποστόλους, Τριάδα μεγαλύνοντας.
Δόξα...
Καὶ νῦν... Ἦχος α'
Γλώσσαις ἀλλογενῶν ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς,
ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
ΤΗ ΤΡΙΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΠΡΩΪ
Μετὰ τῇν
α' Στιχολογίαν
Κάθισμα
Ἦχος α'
Τὸν τάφον
σου Σωτὴρ
Συντάττω, συνυμνῶ, συνδοξάζω, συνσέβω, Πατρὶ καὶ τῷ Υἱῷ, τὸ
πανάγιον Πνεῦμα, ἑνῶν τῇ Θεότητι, διαιρῶν ἰδιότησιν· οὕτω τοῦτο γὰρ τοὺς τοῦ
Χριστοῦ Ἀποστόλους, ἐμφορῆσαν νῦν, ἀνὰ τὸν σύμπαντα κόσμον, κηρύττειν ἐσόφισε. (Δίς)
Μετὰ τῇν
β' Στιχολογίαν
Κάθισμα
Ὅμοιον
Χριστοῦ τοὺς Μαθητάς, ἡ τοῦ Πνεύματος χάρις, φρικτῶς ἐξ οὐρανοῦ,
κατελθοῦσα ἐν εἴδει, πυρός, κατεφώτισε, καὶ φωστῆρας ἀνέδειξε, καταγγέλλοντας,
τῇν τῆς ἁγίας Τριάδος, μίαν δύναμιν, καὶ κυριότητα μίαν, ἣν πίστει δοξάζομεν. (Δίς)
Εἰς τὸν
Στίχον τῷν Αἴνων, Στιχηρὰ
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Αἴγλῃ θεαρχικῇ, τὸν νοῦν καταλαμφθέντες, οἱ Μαθηταί σου Λόγε,
οὐσιωδῶς τὸ Πνεῦμα, τὸ ἅγιον ἐδέξαντο.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου.
Γλῶσσαι ὡσεί πυρός, ἐξ ὕψους ὁραθεῖσαι, ἐπὶ τοὺς Ἀποστόλους,
κατῆλθον μερισθεῖσαι, φωτίζουσαι, οὐ φλέγουσαι.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ
Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἄνωθεν πρὸς ἡμᾶς, Παράκλητε φοιτήσας, ὡς πρὶν τοῖς Ἀποστόλοις
ἁγίασον καὶ σῶσον, τοὺς σὲ Θεὸν κηρύττοντας.
Δόξα...
Καὶ νῦν... Ἦχος α'
Πάντα χορηγεῖ, τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας
τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ
τὸν θεσμόν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε,
δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου