ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ
Ἀποδίδοται ἡ τῆς Ἀ ν α λ ή ψ ε ω ς ἑορτὴ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
ἰδιόμελα ε'
Ἦχος
πλ. β'
Ὁ Κύριος ἀνελήφθη
εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον
αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω
αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει
πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε
χεῖρας·ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον. (Δίς)
Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ,
θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν
σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι. (Δίς)
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις
Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου
μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν
δοξάζοντες, ἐλέησον ἡμᾶς. (Δίς)
Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδόν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς
δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς
ἡμᾶς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος, ἀλλ' ἀπόστειλον,
ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν. (Δίς)
Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς
σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ
παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν
σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν. (Δίς)
Δόξα...
Καὶ νῦν...
Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ
τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ' ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης
ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας· ὅθεν
αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ
τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς,
τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν
λέγοντες· ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν
τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ
τὸ μέγα σου ἔλεος.
Εἰς τὸν
Στίχον
Στιχηρὰ Ἰδιόμελα Ἦχος β'
Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες
σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ
τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν
σου τὴν Θεότητα.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἀναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ
δυνάμεις ὁρῶσαι ἑτέρα τῇ ἑτέρᾳ ἐβόων· Τίς ἐστιν οὗτος; καὶ φησὶ πρὸς αὐτάς· Οὗτός
ἐστιν ὁ κραταιός καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς
ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τί αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐστί,
τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν
τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστὲ ὁ Θεὸς ἐνώπιον
τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι,
καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς
ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι
τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς
ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς
Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας,
ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. (Ἐκ
γ΄)
ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν
α' Στιχολογίαν
Κάθισμα
Ἦχος α'
Τοῦ λίθου
σφραγισθέντος
Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων,
τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν
Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι· Δόξα τῇ καταβάσει
σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε.
Μετὰ τὴν
β' Στιχολογίαν
Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα
Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος, ἥνπερ ἀνείληφε, φύσιν ἀνθρώπειον,
θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη. Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον,
τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες ἔλεγον·
Δόξα Θεῷ τῷ ἀναληφθέντι.
Οἱ Κανόνες, ὁ τοῦ Ἤχου πλ. α' μετὰ τῶν εἱρμῶν εἰς
η' καὶ ὁ τοῦ Ἤχου δ' εἰς ς' [ἄνευ Στίχων]
Κανὼν
τοῦ Ἤχου
Ποίημα Ἰωάννου
Μοναχοῦ
Ὠδὴ α' Ἦχος πλ. α' Ὁ εἱρμὸς
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι,
καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ἄσωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ
δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι
δεδόξασται.
Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι,
μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο· συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.
Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ
Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἄχραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων
τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι
οὓς ἔπλασεν.
Κανὼν
τοῦ Ἤχου δ'
Οὗ ἡ ἀκροστιχὶς
κατ' ἀλφάβητον
Ἐν δὲ τῇ
η' καὶ θ' Ὠδῇ
Ποίημα Ἰωσὴφ
τοῦ Θεσσαλονίκης
Ἀνοίξω
τὸ στόμα μου
Ἀνέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα,
καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος,
ὁ τοῦ παντὸς ποιητής.
Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυῒδ ὁ θεόπνευστος. Ἀνέβη ὁ Κύριος,
πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα
ἔφθασε.
Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει
σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα
τῇ δόξῃ σου.
Θεοτοκίον
Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον
καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὅνπερ οὐ κατέλιπε, κἂν σάρκα
εἴληφε.
Καταβασία
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον
νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος, Γνῶσιν,
γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
Ὠδὴ γ' Ὁ εἱρμὸς
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν,
εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν.
Ἀνῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν
τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.
Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι,
συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.
Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα,
καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν.
Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας,
καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαυτῷ ἡμᾶς ἐδόξασας.
Θεοτοκίον
Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι
πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.
Ἄλλος
Τοὺς σοὺς
ὑμνολόγους
Ἐπάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς
καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.
Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον
ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων
σε.
Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει
σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.
Θεοτοκίον
Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν,
Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ
σῶσαί με.
Καταβασία
Ἔρρηξε γαστρὸς ἠτεκνωμένης
πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνῃ προσευχῇ τῆς προφήτιδος πάλαι, Ἄννης,
φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν
καὶ Λόγον
Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ
γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ
Πνεύματι· ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ' ἄτρεπτος ἔμεινας· ὅθεν ἀναμένεις, συντελείας
τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα. Δικαιοκρίτα Κύριε, φεῖσαι
τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις
σου. (Δίς)
Ὠδὴ δ' Ὁ εἱρμὸς
Εἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου,
ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀνελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν
ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι. Διὸ βοῶμεν· Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.
Ὡς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν
αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν· Δόξα Χριστὲ τῇ, Ἀναλήψει σου.
Αἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων· Πύλας ἄρατε
Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστί·
Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.
Ἄλλος
Ὁ καθήμενος
ἐν δόξῃ
Ἰησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν Ἐλαιῶν εἰς ὄρος,
ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν,
οὓς οὐδαμῶς καταλέλοιπε.
Κόσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει, Ἄγγελοι
σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος
ἡμῖν ἀγαθότητι.
Λύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν,
πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν,
Ἰησοῦ παντοδύναμε.
Θεοτοκίον
Μακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε· τὸν γὰρ τὴν κοιλίαν
Ἅδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι, ὃν ἱκέτευε, σῶσαι ἡμᾶς
τοὺς ὑμνοῦντάς σε.
Καταβασία
Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος Λόγος προελθών, Πατρὸς ἐξ
ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
Ἄδουσι· Δόξα τῷ κράτει σου Κύριε.
Ὠδὴ ε' Ὁ εἱρμὸς
Ὀρθρίζοντες βοῶμέν σοι· Κύριε Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Πληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι,
μετὰ σαρκὸς ἐπεδήμησας.
Ἀγγέλων αἱ δυνάμεις, αἰρόμενόν σε ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον,
τῷ Βασιλεῖ ἡμῶν ἄρατε.
Ἀπόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον·
τῷ Βασιλεῖ ἡμῶν δόξα σοι.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν
Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Ἄλλος
Ἐξέστη
τὰ σύμπαντα
Νεκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας,
ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κἀκεῖθεν ἀνέδραμες Χριστέ, πρός τὸν σὸν
Γεννήτορα, νεφέλῃ ἐποχούμενος.
Ξένη σου ἡ Γέννησις ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή
σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις, ἣν ἐξεικονίζων Ἡλιού, τέθριππος ἀνήρχετο,
ἀνυμνῶν σε φιλάνθρωπε.
Ὁρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι, Ἄνδρες Γαλιλαῖοι·
τὶ θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι
κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος.
Θεοτοκίον
Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς
πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν
τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον.
Καταβασία
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος
δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ
γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Ὠδὴ ς' Ὁ εἱρμὸς
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα
πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.
Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην
αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου.
Ἐπέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· ὃν
τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.
Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον
σύσσωμον, ἐκραύγαζον λέγουσαι· μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου.
Θεοτοκίον
Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην
οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.
Ἀλλος
Τὴν θείαν
ταύτην
Ῥανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον· Χριστὸς
νεφέλη γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄνεισι σήμερον.
Σαρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν,
φιλάνθρωπε, καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια.
Τί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι,
Χριστὸν ὁρῶντες ἐφθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα.
Θεοτοκίον
Ὑμνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμέν σου τὴν ἄρρητον γέννησιν,
δι' ἧς ἐρρύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερᾶς τοῦ Ἅδου, Ἁγνὴ καθείρξεως.
Καταβασία
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς
Παρθένου, Ἵν', ὡς προφήτην θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
Κοντάκιον Αὐτόμελον
Ἦχος
πλ. β'
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας
τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ
μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ'
ὑμῶν.
Ὁ Οἶκος
Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοῒ
παραχωροῦντες, δεῦτε ἀνανήψωμεν, καὶ εἰς ὕψος ἐπάρωμεν, ὄμματα καὶ νοήματα, πετάσωμεν
τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις, ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί, νομίσωμεν
εἶναι τοῦ Ἐλαιῶνος εἰς ὄρος, καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ·
ἐκεῖθεν γὰρ ὁ Κύριος εἰς οὐρανοὺς ἀνέδραμεν, ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμε
τοῖς Ἀποστόλοις αὐτοῦ, καλέσας ὡς Πατήρ, καὶ στηρίξας αὐτούς, ὁδηγήσας ὡς Υἱούς,
καὶ λέξας πρὸς αὐτούς, οὐ χωρίζομαι ὑμῶν. Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.
Ὠδὴ ζ' Ὁ
εἱρμὸς
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ ἐν νεφέλῃ φωτός, ἀναληφθεὶς καὶ σώσας κόσμον, εὐλογητὸς ὁ
Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἐπὶ τῶν ὤμων Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς,
τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες.
Ὁ ἀνελθὼν ἐν σαρκί, πρὸς τὸν ἀσώματον Πατέρα, εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὴν νεκρωθεῖσαν ἡμῶν, τῇ ἁμαρτίᾳ φύσιν ἄρας, τῷ σῷ ἰδίῳ
Πατρὶ Σῶτερ προσήγαγες.
Θεοτοκίον
Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἄλλος
Οὐκ ἐλάτρευσαν
Φωτεινή σε, φῶς ὑπάρχοντα ὑπέλαβε, νεφέλη Κύριε, ἀπὸ τῆς γῆς
ὑπὲρ νοῦν, ἀναλαμβανόμενον, καὶ ἐπουράνιοι, δῆμοι ᾔνεσαν σὺν Ἀποστόλοις λέγοντες,
ὁ Θεὸς εὐλογητός εἶ.
Χεῖρας ἅπαντες, γηθόμενοι κροτήσωμεν, τῇ Ἀναλήψει Χριστοῦ,
καὶ ἀλαλάξωμεν· Ἀνέβη ὁ Κύριος, ἐν φωνῇ σάλπιγγος, καὶ ἐκάθισεν, ἐκ δεξιῶν ὡς σύνθρονος,
τοῦ Πατρὸς εἰς τοὺς αἰῶνας.
Ψάλλων πάλαι Μωϋσῆς ὁ μέγας ἔκραζε· Προσκυνησάτωσαν ἀνερχομένῳ
Χριστῷ οὐράνιοι Ἄγγελοι, ὡς τοῦ παντὸς Βασιλεῖ. ᾯ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὢ θαυμάτων παραδόξων! πῶς ἐχώρησας Θεὸν ἀχώρητον, θεοχαρίτωτε,
τὸν σάρκα πτωχεύσαντα, καὶ μετὰ δόξης πολλῆς, εἰς οὐράνια, ἀναληφθέντα σήμερον,
καὶ ζωώσαντα ἀνθρώπους;
Καταβασία
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον
βρέτας, Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής,
ἄναρχος, εὐλογητὸς εἶ.
Ὠδὴ η' Ὁ εἱρμὸς
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ'
ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐν δυσὶ ταῖς οὐσίαις, ἀναστάντα ζωοδότην Χριστόν, εἰς
οὐρανοὺς μετὰ δόξης καὶ Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τούς αἰῶνας.
Τὸν ἐκ δουλείας τὴν κτίσιν, τῶν εἰδώλων λυτρωσάμενον, καὶ
παραστήσαντα ταύτην, ἐλευθέραν τῷ ἰδίῳ Πατρί, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Τὸν τῇ αὐτοῦ καταβάσει, καθελόντα τὸν ἀντίπαλον, καὶ τῇ αὐτοῦ
ἀναβάσει, ἀνυψώσαντα τὸν ἄνθρωπον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ
γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν ἀσωμάτοις, βροτοὶ
δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Ἄλλος
Παίδας
εὐαγεῖς
Ὤφθησαν οἱ νόες Ἀποστόλοις, ἐν τῇ, Ἀναλήψει καὶ ἐφθέγγοντο·
Τί ἐνατενίζοντες, ἵστασθε θαμβούμενοι; οὗτος ὁ ἀνερχόμενος εἰς τὰ οὐράνια, ἐλεύσεται
καὶ πάλιν τοῦ κρῖναι, τοὺς ἐν γῇ ἀνθρώπους, κριτὴς ὑπάρχων μόνος.
Δῶμεν τῷ Θεῷ μεγαλωσύνην, αἰνέσεως συμφωνίᾳ ἀλαλάξωμεν· ᾄσωμεν,
χορεύσωμεν, χεῖράς τε κροτήσωμεν. Ἀνέβη ὁ Θεὸς ἡμῶν, εἰς οὐρανοὺς ἀπὸ γῆς, Ἀγγέλων,
Ἀρχαγγέλων ὑμνούντων, τοῦτον ὡς Δεσπότην, καὶ ποιητὴν τῶν ὅλων.
Ἤρθη ὑπεράνω τῶν Ἀγγέλων, ἡ φύσις ἡμῶν, ἡ πάλαι ἔκπτωτος,
καὶ θρόνῳ ἐνίδρυται, θείῳ ὑπὲρ ἔννοιαν. Δεῦτε πανηγυρίσωμεν, καὶ ἀνακράξωμεν· Τὸν
Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδοὺ ὁ Υἱός σου Θεοτόκε, σκυλεύσας Σταυρῷ αὐτοῦ τὸν
θανατον, ἀνέστη τριήμερος, καὶ τοῖς Μαθηταῖς αὐτοῦ, ἐμφανισθεὶς ἀνέδραμε, πρὸς
τὰ οὐράνια· μεθ' οὗ σε προσκυνοῦντες ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς
αἰῶνας.
Καταβ ασία
Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς
θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργόν, ὡς
εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Ὠδὴ θ' Ὁ εἱρμὸς
Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον
ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι
βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.
Σοῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι,
ἀλλήλοις διένευον· Ἀληθῶς οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν.
Σὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον
ἰδοῦσαι ἐκραύγαζον· τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε.
Σὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα,
καὶ τῇ ἀναβάσει σου ἀνυψώσαντα, τοῦτον μεγαλύνομεν.
Θεοτοκίον
Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον,
ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἄγγέλοις ὁρῶσα ἐμεγάλυνες.
Ἄλλος Ἅπας
γηγενὴς
Μεγαλυνάριον
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς
μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων
ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα
τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς
μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν· Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα,
κἀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε,
ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.
Ἄγγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο· πῶς
μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἤρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν σαρκὶ πτωχεύσαντος,
τῶν οὐρανῶν, τοῦ καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος. Πανηγυρίσωμεν,
καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.
Θεοτοκίον
Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν
ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε·
διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.
Καταβασία
Χαίροις Ἄνασσα,
μητροπάρθενον κλέος· Ἄπαν γὰρ εὐδίνητον
εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως, ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν
τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.
Ἐξαποστειλάριον Αὐτόμελον
Ἦχος β'
Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα
συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ
ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν. (Ἐκ γ')
Εἰς τοὺς
Αἴνους
Στιχηρὰ
Προσόμοια γ'
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Ἀγγελικῶς οἱ ἐν κόσμῳ, πανηγυρίσωμεν, τῷ ἐπὶ θρόνου δόξης,
Θεῷ ἐποχουμένῳ, κραυγάζοντες τὸν ὕμνον· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος
Λόγος, Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ πανάγιον. (Δίς)
Οἱ ἀρχηγοὶ τῶν Ἀγγέλων, κατανοοῦντες Σωτήρ, τὸ τῆς ἀνόδου
ξένον, διηπόρουν ἀλλήλοις· Τίς ἡ θέα αὕτη; ἄνθρωπος μέν, τῇ μορφῇ ὁ ὁρώμενος, ὡς
δὲ Θεός, ὑπεράνω τῶν οὐρανῶν, μετὰ σώματος ἀνέρχεται.
Οἱ Γαλιλαῖοι ὁρῶντες, ἀναληφθέντα σε, ἀπὸ τοῦ Ἐλαιῶνος,
μετὰ σώματος Λόγε, ἤκουον Ἀγγέλων, βοώντων αὐτοῖς· Τί ἑστήκατε βλέποντες; οὗτος
ἐλεύσεται πάλιν μετὰ σαρκός, καθ' ὃν τρόπον ἐθεάσασθε.
Δόξα...
Καὶ νῦν... Ἦχος β'
Ἐτέχθης, ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες
σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ
τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν
σου τὴν Θεότητα.
Δοξολογία
μεγάλη, καὶ Ἀπόλυσις
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον
Α'
Ἦχος β'
Στίχ. α' Πάντα τὰ ἔθνη κροτήσατε
χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. β' Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν
γῆν.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Στίχ. γ' Ὑπέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Δόξα...
Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου...
Ἀντίφωνον
Β'
Ὁ αὐτὸς
Στίχ. α' Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τοὺς
οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β' Ὅ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,
ὁ ἐν δόξῃ...
Στίχ. γ' Ὅτι Ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.
Σῶσον ἡμᾶς, Υἱὲ
Θεοῦ, ὁ ἐν δόξῃ...
Δόξα...
Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς
καὶ Λόγος τοῦ Θεοῦ...
Ἀντίφωνον
Γ'
Ἦχος δ'
Στίχ. α' Ἀκούσατε ταῦτα πάντα
τὰ ἔθνη.
Ἀνελήφθης ἐν δόξῃ...
Στίχ. β' Τὸ στόμα μου λαλήσει
σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἀνελήφθης ἐν δόξῃ...
Στίχ. γ' Κλινῶ εἰς παραβολὴν
τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
Ἀνελήφθης ἐν δόξῃ...
Εἰσοδικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος· Σῶσον ἡμᾶς,
Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ...
Ἀπολυτίκιον Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ,
Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος,
βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἰ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ
κόσμου.
Κοντάκιον Αὐτόμελον
Ἦχος
πλ. β'
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας
τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ
μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ'
ὑμῶν.
Κοινωνικὸν
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου