ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ' καὶ
ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος
πλ. α'
Διὰ τοῦ τιμίου σου
Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας
ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ
σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί·
εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε,
καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ
παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ
αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν
μεμαθήκαμεν.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ
ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου
κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι
δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Δόξα...
Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς,
καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν,
οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε
οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ
ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας
πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς
ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς·
Ἐλέησον ἡμᾶς.
Καὶ νῦν...
Θεοτοκίον
Τὸ
Δογματικὸν Ἦχος ὁ αὐτὸς
Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον
τῶν Χερουβίμ· ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως.
Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ, τοῦτο ἀκουτισθείς;
ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας
διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει· Ἀνθρωπος ταύτην
οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν
Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος
πλ. α'
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ
χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ
τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἅδου πύλας, τριήμερος ἀνέστης,
σῴζων τὰς ψυχὰς ἡμῶν.
Εἶτα, τὰ
παρόντα τῆς Θεοτόκου.
Ἦχος
πλ. α' Χαίροις ἀσκητικῶν
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίροις, τῶν Προφητῶν ἡ σφραγίς, τῶν θεηγόρων Ἀποστόλων τὸ
κήρυγμα· Θεὸν γὰρ τὸν ὄντως ὄντα, σεσαρκωμένον ἡμῖν, ὑπὲρ νοῦν καὶ λόγον ἀπεκύησας,
δι' οὗ τήν ἀρχαίαν, ἀπολαβόντες εὐγένειαν, καὶ Παραδείσου, τῆς τρυφῆς ἀπολαύοντες,
σὲ τὴν πρόξενον, τῆς τοιαύτης λαμπρότητος, ὕμνοις καταγεραίρομεν, καὶ πρέσβιν εὐπρόσδεκτον,
σὲ Παναγία πλουτοῦντες, τῆς ἀϊδίου ἐντεύξεως, ζωῆς τοῦ Υἱοῦ σου, διανέμοντος
πλουσίως τὸ μέγα ἔλεος.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους
σου.
Χαίροις ὁ λογικὸς οὐρανός, ἐν ᾧ Θεὸς σωματωθείς κατεσκήνωσεν,
ἡ στάμνος τοῦ θείου μάννα, ἡ τοῦ Ἡλίου λαμπάς, τοῦ Θεοῦ τὸ ὄρος τὸ κατάσκιον,
παστὰς θεοχώρητος, ζωοπάροχε τράπεζα, χρυσὴ λυχνία, φωτοφόρε Παράδεισε, βάτε ἄφλεκτε,
κιβωτὲ ἁγιάσματος, κλῖμαξ ἡ ἐπουράνιος, νεφέλη ἡ ἔμψυχος, ῥάβδος ἐκ ῥίζης Παρθένε,
τοῦ Ἰεσσαὶ ἡ βλαστήσασα, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα πανάμωμε,
καὶ τοῦτον τεκοῦσα, σάρκα, τὴν καθ΄ημᾶς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον,
ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα· ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος,
διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον· ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται τῶν ἑκατέρων
δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστός, ὃν δυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι
τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. δ'
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ
φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ´ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας
δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία,
φιλάνθρωπε, δόξα σοι.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ
τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν Τόκον σου.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τό, Χριστὸς ἀνέστη... κτλ. εἰς τό, Κύριε ἐκέκραξα...
ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ' καὶ τὰ δύο Ἰδιόμελα τοῦ Τυφλοῦ,
δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ
Ἀναστάσιμα
Ἦχος
πλ. α'
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ
διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν
πυλῶν τοῦ θανάτου· δοξάζομέν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ
σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί·
εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε,
καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ
παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ
αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν
μεμαθήκαμεν.
Στιχηρὰ Ἀνατολικὰ
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ
ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις Ἅδου
κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι
δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ
γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει
δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε
Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ
μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἐσμυρνισμένον
καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι,
μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς
τοῦ κόσμου καὶ Παντοδύναμος.
Κύριε ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ
ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.
Στιχηρὰ
Ἰδιόμελα τοῦ Τυφλοῦ
Ἦχος β'
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ,
δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς
ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες
τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν
ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν
με. (Δίς)
Ἦχος ὁ
αὐτὸς
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ
γενετῆς· καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς
αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ,
οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν
βλεπόντων ἰᾶσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι
ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ
νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς,
καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν,
οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε
οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ,
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ
ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας
πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς
ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς·
Ἐλέησον ἡμᾶς.
Καὶ νῦν...
Θεοτοκίον Ὁ αὐτὸς
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη
ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος.
Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως
ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος,
μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος
Θεός, ἐλέησον ἡμᾶς.
Εἰς τὴν
Λιτὴν
Τὸ
Στιχηρόν του Ἁγίου τῆς Μονῆς
Δόξα...
Ἦχος δ'
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ
Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω
σου τὴν δύναμιν.
Καὶ νῦν...
Θεοτοκίον ὁ αὐτὸς
Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν πανάμωμε, παύουσα δεινῶν ἡμῶν
ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν
ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ
προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων
βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον, Στιχηρὸν Ἀναστάσιμον
Ἦχος
πλ. α'
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ
χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ
τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἅδου πύλας, τριήμερος ἀνέστης,
σῴζων τὰς ψυχὰς ἡμῶν.
Ἦχος
πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ
φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον,
Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα
μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας
ἁγιάζον πιστούς.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου
πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε·
Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου
Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ
δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα
τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος,
αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, τί θρηνεῖτε τὸν ἄφθαρτον
ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν
ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν
ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ
τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων·
Κηρύξατε Ἀποστόλοις.
Δόξα...
Ἦχος πλ. δ'
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ
φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω καὶ ἡμῶν
τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι. Πολλή
σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Καὶ νῦν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους
περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει,
καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν
τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου
τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν
προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ
τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν Τόκον σου.
Ἐκτενής,
καὶ Ἀπόλυσις
ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ
Ψάλλεται
Κανὼν Τριαδικός. Οὗ ἡ ἀκροστιχίς.
Κανὼν ὁ πέμπτος φωτὶ τῷ τρισηλίῳ.
Ὠδὴ α' Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην
Κράτος
τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν· Τὸν νοῦν ἡμῶν καταύγασον,
Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον.
Ἄνω
σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα
τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.
Νέκταρ
τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχῇ μου παράσχου, Τριὰς μονὰς ἀρχίφωτε,
καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως.
Θεοτοκίον
Ὥσπερ
ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος
καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν ἄχραντε.
Ὠδὴ γ'
Ὁ πήξας ἐπ' οὐδενὸς
Νοήσας
τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς Θεότητος, τρίφωτε Θεὲ
καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων καὶ γηγενῶν, δέξαι τὴν αἴνεσιν, καὶ τὴν ἱκεσίαν
ὡς εὔσπλαγχνος.
Ὁ
πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον
πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.
Πατέρα
καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφῇ Θεότητος, σὲ τὸν ἑνικὸν
καὶ τριλαμπῆ, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.
Θεοτοκίον
Ἐφάνης
τῷ Μωϋσῇ ἐν βάτῳ, ὡς ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ
Παρθένου προδηλῶν, σάρκωσι ν Θεοῦ Λόγε, δι' ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς
ἀνεβίβασας.
Καθίσματα
Τὸν συνάναρχον Λόγον
Ἐλεήμων
ὑπάρχεις, Τριὰς ἀμέριστε· ἐλεεῖς γὰρ τοὺς πάντας, ὡς παντοδύναμος, καὶ πανοικτίρμων
συμπαθὴς καὶ πολυέλεος· διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι
κεκραγότες, ἱλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία
Παρθένε, ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει, πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ
αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν,
ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη
θεοχαρίτωτε.
Ὠδὴ δ'
Τὴν θείαν ἐννοήσας σου
Μυεῖται
τῆς μιᾶς κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν
Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δίς)
Πηλίνοις
τοὺς ὑμνοῦντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικὸν
δὲ τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.
Θεοτοκίον
Τὸ
ὄρος τὸ δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος τὸν
δυσθεώρητον τόκον, ἐδήλου σῆς Παρθένε συλλήψεως.
Ὠδὴ ε'
Ὁ ἀναβαλλόμενος
Ὁ
δι' ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, κατ΄εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον
τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.
Σύ
με καθοδήγησον μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἐλλάμψεως,
πλήρωσον ὡς φύσει, Θεὸς ἀπειροδύναμος.
Φῶς
τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον, τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον,
τὴν ἐμὴν καρδίαν, ταῖς αἴγλαις σου καταύγασον.
Θεοτοκίον
Ὡς
κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον,
εὐθύς σε ἐπέγνω, Θεοῦ κατοικητήριον.
Ὠδὴ ς'
Μαινομένην κλύδωνι
Τριφαὴς
ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας ὡς σύμμορφος, καὶ ἰσουργός, καὶ
κατ' οὐσίαν καὶ βούλησιν. (Δίς)
Ἱκανῶς
ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί. Σῷ φωτί, τῷ Πνεύματι, ὀψόμεθα, φῶς τὸν Υἱόν,
ἕνα Θεὸν τὸν τρισήλιον.
Θεοτοκίον
Τῶν
πταισμάτων λύτρωσιν, καὶ κινδύνων εὔσπλαγχνε Θεέ, ἑνικὲ καὶ τρίφωτε κατάπεμψον,
σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος.
Καθίσματα
Τὸν συνάναρχον Λόγον
Τὸ
τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν· ὅτι ἐφώτισεν
ἡμᾶς καὶ ἠλέησε, καὶ ἐρρύσατο φθορᾶς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς
πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ βασιλείαν ἡμῖν παρέσχετο.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀπορήσας
ἐκ πάντων, πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων, καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν
καὶ ταπεινῶν, κράζων τό· Ἥμαρτον, ἀλλ' ἐπιμένω τοῖς κακοῖς, ἀναισθητῶν ὁ ἄθλιος.
Ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι πάσης κολάσεως τὸν ἀνάξιον.
Ὠδὴ ζ'
Ὁ ὑπερυψούμενος
Ὡς
ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα
σε ὑμνοῦντας, τριλαμπῆ Θεὸν τῶν ὅλων. (Δίς)
Τὸν
ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμέν σοι· Παράσχου
τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων.
Θεοτοκίον
Ῥάδαμνον
ἐβλάστησας, τοῦ Πατρὸς συνάναρχον, ἄνθος τῆς Θεότητος, βλαστὸν συναΐδιον, Παρθένε
τὸν διδόντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις.
Ὠδὴ η'
Σοὶ τῷ παντουργῷ
Ἵνα
τῆς μιᾶς, ἀνακαλύψῃς πάλαι, σαφῶς κυριότητος τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν
σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνοῦντι, σὸν κράτος ἑνιαῖον. (Δίς)
Σύ
με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ
οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων.
Θεοτοκίον
Ἤστραψας
ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα,
τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ἡσαΐα χόρευε
Λαλιαί
σε βρότειαι, κατ' ἀξίαν ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν,
τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῷ κράτει
καὶ τὴν αἴνεσιν. (Δίς)
Ἰσορρόπῳ
δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, ὑμνοῦσι τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, ἀχράντοις
ἐν στόμασι, μεθ' ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον
Ὡς
ἁγνὴ καὶ ἄμωμος, καὶ Παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς ἀπὸ πειρασμῶν, Θεὸν
ἀναλλοίωτον· ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.
Τό, Ἄξιόν ἐστιν..., καὶ τὰ
λοιπά, ὡς σύνηθες
καὶ Ἀπόλυσις
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν
α' Στιχολογίαν
Καθίσματα
Ἦχος πλ. α'
Τὸν συνάναρχον
Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις
τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν
μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν Ἅδῃ
φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι
ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ'
αἰῶνος νεκροὺς ἐξανέστησας· Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν...
Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε,
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν,
χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν
β' Στιχολογίαν
Καθίσματα
Ἦχος
πλ. α'
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων,
καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας Ἅδου
τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις
τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα
σοι.
Δόξα...
Τὸ ξένον σου Σωτήρ μου μυστήριον, τῷ κόσμῳ σωτηρία γεγένηται·
ἀναστὰς γὰρ ἐκ τάφου θεοπρεπῶς, τοὺς φθαρέντας συνήγειρας ὡς Θεός, ἡ πάντων ζωή,
Κύριε δόξα σοι.
Καὶ νῦν...
Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην
χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε· ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς
ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Ἄμωμος
τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει
τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν
τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος
ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου
τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοὶς ζωὴ
μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα...
καὶ νῦν...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις·
αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον
Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κἀμέ,
Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα...
καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις
εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον
Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς
πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ
φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα...
καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς
ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ
Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Τό, Πᾶσα πνοή... Εὐαγγέλιον Ἑωθινὸν
Η' καὶ τὰ λοιπά.
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τοῦ
τῆς Θεοτόκου εἰς η' καὶ τοῦ Τυφλοῦ εἰς ς'.
Κανὼν τοῦ
Πάσχα Ἦχος α'
Ὠδὴ α' Ὁ Εἱρμὸς
Ἀναστάσεως ἡμέρα,
λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς
οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις,
καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε,
φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως
εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος·
Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῆς Θεοτόκου
Ἦχος α'
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις
Τροπαρίοις. Θεοφάνους.
Ὠδὴ α' Εἱρμὸς ὁ αὐτὸς
Θανατώσεως τὸν ὅρον
ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον,
Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
Ἀναστάντα κατιδοῦσα
σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε
πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Κανὼν
τοῦ Τυφλοῦ
Ἐχων ἀκροστιχίδα
ἐν τῇ θ' Ὠδῇ.
Ἰωσήφ.
Ποίημα Ἰωσὴφ
τοῦ Θεσσαλονίκης.
Ὠδὴ α' Ἦχος πλ. α' Ὁ Εἱρμὸς
Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν
οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες
αὐτόν εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν,
καὶ ζωὴν τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν
σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.
Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων
Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρᾳ τοῦ μνήματος, μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ,
καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Μύρα τί κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις
Γυναιξίν, ὁ Ἄγγελος φανείς. Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις
Μαθηταῖς, πενθοῦσί τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.
Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ
γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ
με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.
Δόξα...
Μίαν τρισυπόστατον, οὐσίαν σέβοντες πιστοί, δοξάσωμεν τὸν
Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ εὐθές, ποιητήν, καὶ Κύριον, καὶ λυτρωτὴν τοῦ
παντός, ἕνα ἄκτιστον Θεόν, σὺν ἀσωμάτοις κράζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ
Βασιλεῦ.
Καὶ νῦν...
Θεοτοκίον
Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα
οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ·
αὐτόν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.
Καταβασία
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι,
καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν· ὅτι δεδόξασται».
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Δεῦτε πόμα πίωμεν
καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος
Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται
φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν
Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην
σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός
με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ
γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας
σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον,
ὡς Θεόν, ἄχραντε μεγάλυνε.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Σαλευομένην τὴν καρδίαν μου, Κύριε, τοῖς, κύμασι, τοῦ βίου
στερέωσον, εἰς λιμένα εὔδιον καθοδηγῶν, ὡς Θεός.
Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας
μακρόθυμε, τῇ σεπτῇ Σταυρώσει σου, ἣν καθυπέστης σαρκί.
Καινῷ μνημείῳ, Ἰωσήφ τε κατέθετο, οἰκτίρμον ὁ εὐσχήμων, ἀνέστης
δὲ ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.
Τί ὡς νεκρὸν ἐπιζητεῖτε τὸν Κύριον; ἀνέστη καθὼς εἶπεν, ὁ Ἄγγελος
γυναιξὶν ἐφθέγγετο, ἀστράπτων θείᾳ μορφῇ.
Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι ἰάσω, πανοικτίρμον,
δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.
Δόξα...
Θεὸν Πατέρα προσκυνοῦμεν, προάναρχον, Υἱὸν καὶ Πνεῦμα θεῖον,
τρισάκτιστον φύσιν τρισυπόστατον, ἕνα Θεὸν τοῦ παντός.
Καὶ νῦν...
Θεοτοκίον
Παρθενικῆς ἀπὸ γαστρὸς ἀπεκύησας, Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι,
Παναγία Δέσποινα, κατοικτειρῆσαι ἡμᾶς.
Καταβασία
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν,
εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν
καὶ Λόγον
Ὁ τῶν ὅλων Δεσπότης καὶ ποιητής, παρερχόμενος εὗρεν ἐν τῇ ὁδῷ,
Τυφλὸν καθεζόμενον, θρηνῳδοῦντα καὶ λέγοντα· οὐ κατεῖδον ἐν βίῳ, τὸν ἥλιον λάμποντα,
οὐδὲ τὴν σελήνην, τὸ φέγγος αὐγάζουσαν· ὅθεν ἐκβοῶ σοι· ὁ τεχθεὶς ἐκ Παρθένου,
φωτίσαι τὰ σύμπαντα, φώτισόν με ὡς εὔσπλαγχνος, ἵνα κράζω προσπίπτων σοι· Δέσποτα
Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσίν μοι δώρησαι, διὰ πλῆθος ἐλέους, μόνε φιλάνθρωπε.
(Δίς)
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Ἐπὶ τῆς θείας
φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον,
διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ἄρσεν μὲν ὡς διανοῖξαν,
τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος
δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός,
ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ
καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ,
πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν
συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ
σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε
πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ
καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν,
σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν
σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Τεθνῄξαντα ξύλῳ με, τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας
διὰ μέγα ἔλεος· διὰ τοῦτο Λόγε δοξάζω σε.
Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες·
Ἄπιτε, κηρύξατε, πανταχοῦ τὴν ἐμὴν Ἀνάστασιν.
Πιστούμενος Κύριε, τὴν Ἐγερσίν σου τὴν ἐκ τοῦ τάφου, τοῖς
φιλοῦσί σε Χριστέ, ἐν ἡμέραις πλείοσι, συνηυλίζου χαροποιῶν αὐτούς.
Ὠμμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον, εἰπών· ἄπελθε,
νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων Θεότητα.
Δόξα...
Ὁμότιμε ἄναρχε, Τριὰς ἀμέριστε τῇ οὐσίᾳ, μεριστὴ ταῖς ὑποστάσεσι,
σῷζε πάντας, τοὺς πιστῶς σε φόβῳ δοξάζοντας.
Καὶ νῦν...
Θεοτοκίον
Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες
πίστει σε πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.
Καταβασία
Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς
Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ὀρθρίσωμεν ὄρθρου
βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν,
οἱ ταῖς τοῦ Ἅδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο
Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν
λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν,
ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Φωτίζεται θείαις ἀκτῖσι,
καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται,
τῶν εὐσεβῶν ἡ ὁμήγυρις.
Οὐκ ἤνοιξας πύλας
Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως·
ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν,
προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας, ἐν ἐμοί, τοῦ
διαυγάσαι τὴν νύκτα εἰς φῶς.
Ὑψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ
τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν τῶν σῶν,
ὡς μόνος Θεός τοῦ παντός.
Ἐτέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια
τοῦ Ἅδου, Βασιλεῦ ἀθάνατε, ἅπαντα ἐκένωσας, νεκροὺς τῇ Ἀναστάσει ἐγείρας τῇ σῇ.
Θαυμάσια μεγάλα, ἐκτελῶν Λόγε ἐπὶ γῆς, λαός σε ἀπέκτεινεν ἀνόμων·
ἀλλ' αὐτὸς Κύριε, μόνος δυνατὸς ὑπάρχων, ἐκ νεκρῶν καθὼς προεῖπας, ἀνέστης
Χριστέ.
Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς
ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας, τοῦτον ἐπιγνόντα σε ποιητήν, δι' εὐσπλαγχνίαν
ὀφθέντα βροτόν.
Δόξα...
Τριάδα ἐν μονάδι, καὶ ἐν Τριάδι μονάδα, οἱ πιστοὶ δοξολογήσωμεν,
Πατέρα καὶ Υἱὸν ἅπαντες, Πνεῦμα τὸ εὐθές, ἕνα Θεόν, δημιουργὸν τοῦ παντὸς ἀληθῶς.
Καὶ νῦν...
Θεοτοκίον
Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς
θεοχαρίτωτε; Πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ
τοῦ παντὸς ποιητής καὶ Θεός.
Καταβασία
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Κατῆλθες ἐν τοῖς
κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ,
καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα
σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ
τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν
τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας,
παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Ἀνῆκται τὸ πάλαι
κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς
πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή,
κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς
ἐκ τοῦ τάφου.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν
ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν
σου.
Ὁ σταυρωθεὶς μετὰ λῃστῶν, ἐρρύσω Δέσποτα, λῃστῶν πονηρῶν,
καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντάς σου τὴν Σταύρωσιν,
καὶ τὴν Ἔγερσιν συμφώνως.
Ἔθεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς
ἐμπνέοντα τὴν ζωήν· ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου
δυναστείᾳ.
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τοῖς φίλοις ἔλεγες· Καθίσατε δὴ ἐν
τῇ Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε, σθένος ἐξ ὕψους ἀήττητον, καὶ βεβαίαν συμμαχίαν.
Πηλὸν ποιήσας ὀφθαλμούς,
Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε,
τὴν ἄχραντον δύναμιν, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα...
Ἡ τρισυπόστατος μονάς, Πάτερ ἀγέννητε, Υἱὲ γεννητέ, καὶ
Πνεῦμα ἐκπορευτόν, τρισάγιε Κύριε, μία οὐσία καὶ δύναμις, σῷζε πάντα τὸν λαόν
σου.
Καὶ νῦν...
Θεοτοκίον
Τὰ μεγαλεῖά σου Ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες
ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.
Καταβασία
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα,
πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.
Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης
σήμερον
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς
ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Ὁ Οἶκος
Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως
τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ
θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ
θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει,
καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ
γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ,
θαῦμα.
Στίχοι
Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος,
Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.
Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Ὁ Παῖδας ἐκ καμίνου
ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας
ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων
θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν,
χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν
νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες
ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ
πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως,
οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς
θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν
πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος
ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη
θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Πυρὸς σβεστήριον τῶν Παίδων ἡ προσευχή, δροσίζουσα κάμινος,
κήρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ τῶν
Πατέρων ἡμῶν.
Ἀναρτηθέντος σου ἐπὶ τοῦ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο,
ἐσαλεύετο ἡ κτίσις, ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.
Ἐξεγερθέντος σου ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν,
ἐκεῖ καθεύδουσαι, καὶ δοξάζουσαι τὴν δυναστείαν σου, δι' ἧς θανάτου δεσμὰ διελύθησαν.
Ὄρθρου μυρίσαι σε γυναίων ἦλθε χορός· μαθοῦσαι δὲ Κύριε ἐξεγερθέντα
σε, συνέχαιρον τοῖς ἱεροῖς Μαθηταῖς, δι' ὧν παράσχου ἡμῖν ἱλασμὸν τῶν κακῶν.
Πηλὸν ἐπέχρισας τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτῳ προσέταξας
πρὸς Σιλωὰμ ἀπελθεῖν, νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σε Χριστέ, Βασιλεῦ τοῦ
παντός.
Δόξα...
Πατέρα ἄναρχον, συνάναρχόν τε Υἱόν, καὶ πνεῦμα πανάγιον ὑμνολογήσωμεν·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Βασιλεῦ τοῦ παντός.
Καὶ νῦν...
Θεοτοκίον
Μετὰ τὴν κύησιν, παρθένος ὤφθης Ἁγνή· Θεὸν γὰρ ἐγέννησας,
καινοτομήσαντα φύσεις ἄχραντε, τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεί, τοῦ σωθῆναι ἡμᾶς.
Καταβασία
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς
ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Αὕτη ἡ κλητὴ καὶ ἁγία
ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ
πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς
ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως,
βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς
σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ,
καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ,
καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε
εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Ἦλθε διὰ σοῦ εἰς τὸν
κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ Ἅδου διαρρήξας θνητοῖς,
τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.
Ὅλον καθελὼν τοῦ
θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός,
συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Τοῦ
Τυφλοῦ ὁ Εἱρμὸς
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ κτίστην
τοῦ παντός, ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ἀγγέλων τάγματα, Σταυρῷ κρεμάμενον, σὲ κατιδόντα, Χριστὲ
παμβασιλεῦ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν
φιλανθρωπίαν.
Ὁ Ἅδης κάτω σε, ἰδὼν ἐστέναξε, καὶ ἀπεδίδου σπουδαίως τοὺς
νεκρούς, τοὺς ἐκ τοῦ αἰῶνος ἐκεῖσε φρουρουμένους, Χριστὲ ὑμνολογοῦντας, τὴν σὴν
φιλανθρωπίαν.
Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως ὑψώθης ἐν σταυρῷ,
καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν Ἅδην, καὶ πάντας ἐν ἀνδρείᾳ, ἀπέλυσας δεσμίους.
Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτῳ προστάξας
πηγὴ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεόν σε κηρῦξαι, σαρκὶ ἐπιφανέντα, εἰς
κόσμου σωτηρίαν.
Δόξα...
Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, Θεὲ τῶν ὅλων καὶ κτίστα τοῦ
παντός, τοὺς ὑμνολογοῦντας, καὶ πιστῶς προσκυνοῦντας, τὸ κράτος σου παντοίων,
πειρατηρίων σῷζε.
Καὶ νῦν...
Θεοτοκίον
Παρθένε ἄχραντε, θεοχαρίτωτε, τὸν σὸν δυσώπει Υἱὸν διαπαντός,
μή με καταισχῦναι ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς προβάτοις.
Καταβασία
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ'
ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Φωτίζου, φωτίζου, ἡ
νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών,
σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὢ θείας! ὢ φίλης! ὢ
γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων
αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὦ Πάσχα τὸ μέγα,
καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον,
σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.
Τῆς
Θεοτόκου
Ὁ αὐτὸς
Συμφώνως Παρθένε,
σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν
ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Εὐφραίνου, ἀγάλλου,
ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον,
καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Τοῦ
Τυφλοῦ Ὁ Εἱρμὸς
Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, παρθένον ἀναδείξας σε ἁγνήν,
μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως τὸν ἑαυτῆς ποιητήν· διό σε, Θεοτόκε μεγαλύνομεν.
Ἰκρίῳ προσεπάγης τοῦ Σταυροῦ, Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας
ἐχθροῦ, τὰς ἐναντίας ἀρχάς, καὶ τὴν πρῴην κατάραν Σῶτερ ἠφάνισας· διό σε κατὰ
χρέος μεγαλύνομεν.
Ὡς ἔβλεψέ σε Λόγε, Ἅδης κάτω μετὰ ψυχῆς, ἐστέναξε, καὶ πάντας τοὺς νεκρούς, φόβῳ
ἀπέλυσεν, ἐπιγνόντας τὸ κράτος τῆς ἐξουσίας σου, μεθ' ὧν σε κατὰ χρέος μεγαλύνομεν.
Σημεῖα ἐκτελοῦντα, καὶ τεράστια φοβερά, ὁ δῆμος τῶν Ἑβραίων
καθορῶν, φθόνῳ ἀπέκτεινε, τὸν σκυλεύσαντα Ἅδην τῇ Ἀναστάσει αὐτοῦ, καὶ πάντας ὡς
δυνατὸς συνεγείραντα.
Ἠγέρθης καθὼς εἶπας, Ζωοδότα ἐκ τῶν νεκρῶν, καὶ ὤφθης τοῖς
ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν, ὁ σημεῖα ποιήσας, καὶ ὀμματώσας τυφλούς, μεθ'
ὧν σε εἰς αἰῶνας μεγαλύνομεν.
Δόξα...
Φῶς τὸν Πατέρα σέβω, φῶς δοξάζω καὶ τὸν Υἱόν, φῶς ἀνυμνῶ τὸ
Πνεῦμα τὸ εὐθές, ἓν φῶς ἀμέριστον, ἐν τρισὶ χαρακτῆρσι κατανοούμενον, Θεὸν
Βασιλέα πάσης κτίσεως.
Καὶ νῦν...
Θεοτοκίον
Φανεῖσα πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας Θεὸν
σωματικῶς, τὸν ἀπερίγραπτον, καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν, τῶν πίστει ἀδιστάκτῳ
ἀνυμνούντων σε.
Καταβασία
Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον
ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Τό, Ἅγιος
Κύριος ὁ Θεὸς ἡμῶν...
Ἐξαποστειλάριον
τοῦ Πάσχα
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης,
Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου
σωτήριον.
Τοῦ
Τυφλοῦ Ὅμοιον
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς
ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας
καθάρας με δάκρυσιν.
Ἕτερον
Γυναῖκες ἀκουτίσθητε
Παράγων ὁ Σωτὴρ ἡμῶν, εὗρε Τυφλὸν ἀόμματον, πτύσας χαμαὶ
καὶ ποιήσας, πηλὸν ἐπέχρισε τοῦτον, πρὸς Σιλωὰμ ἀπέστειλε, τοῦ ἀπελθεῖν καὶ νίψασθαι,
ὁ δὲ νιψάμενος ἦλθε, βλέπων τὸ φῶς σου Χριστέ μου.
Εἰς τοὺς
Αἲνους
Ἱστῶμεν
Στίχους η' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ'.
Ἦχος
πλ. α'
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες
ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου. Οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί
σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ
ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει
τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ
διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς
τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα
σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν
Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον
καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε
τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες
καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος
πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας,
ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον
ἡμᾶς.
Στιχερὰ
Ἀνατολικὰ
Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ
δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ Ἅδου ἐλευθερώσῃς
πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ
τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος
ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας,
καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ Ἅδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου,
τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ,
ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι,
ὑπέστρεφον ἐν χαρᾷ, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων,
καὶ παρέσχες τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ τοῦ
Τυφλοῦ Ἰδιόμελον ἓν
Ἦχος
πλ. δ'
Στίχ. Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ
φωτὸς ἐστερημένον ἀπὸ μήτρας, σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας
κατηξίωσας, τούτου τὰς κόρας, τῷ χοῒ τοῖς πλαστουργοῖς δακτύλοις σου προσψαύσας.
Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος
ἀφθονοπάροχος.
Δόξα...
Ἦχος ὁ αὐτὸς
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν
θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὠράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ
τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας,
τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν
κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ Ἅδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ
Εὔα ἠλευθέρωται ,ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες
βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία
μεγάλη
Καὶ Ἀπόλυσις
Εἰς τὴν
α' Ὥραν
ΕΩΘΙΝΟΝ
Η' Ἦχος πλ. δ'
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ
κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· ἀλλ' ἔτι πρόσγεια
φρονεῖ, οἵα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ' ὅμως
κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν Πατρῷον κλῆρον
ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ
Μακαρισμοὶ τοῦ Ἤχου
Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ
σε εἰλικρινῶς ἐκ καρδίας· Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλεία σου.
Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν,
καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτῆρα καὶ δημιουργόν, συμφώνως ὑμνήσωμεν.
Σταυρωθέντος σου Χριστέ, ἐν μέσῳ δύο καταδίκων λῃστῶν, ὁ μὲν
εἷς βλασφημῶν σε κατεκρίθη δικαίως, ὁ δὲ ἄλλος σε ὁμολογῶν, Παράδεισον ᾤκησε.
Τῶν Ἀποστόλων τὸν χορόν, παραγενόμεναι γυναῖκες σεμναί, ἀνεβόησαν·
ὁ Χριστὸς ἀνέστη, ὡς Δεσπότην καὶ δημιουργόν, αὐτὸν προσκυνήσωμεν.
Καὶ ἀπὸ
τοῦ κανόνος τοῦ Τυφλοῦ, Ὠδὴ ς'
Ἀπόστολος,
καὶ Εὐαγγέλιον τῆς ἡμέρας
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου