ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Ἔπαθες ὡς ἄνθρωπος,
ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας,
πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν
τὸν Παράκλητον, τοῖς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι,
ὡς ἄνθρωποι ἔλεγον· τοῖς τοῦ Λόγου Μύσταις, οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς,
ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε,
πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα πληρώσατε.
Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε
Κύριε λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος
γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων
σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Καὶ νῦν... Ἦχος δ'
Ὅτε παραγέγονας ἐπὶ τὸ ὄρος, Χριστὲ τῶν Ἐλαιῶν, Πατρὸς ἐπιτελέσαι
τὴν εὐδοκίαν, ἐξέστησαν οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἔφριξαν οἱ καταχθόνιοι· παρίσταντο
δὲ οἱ Μαθηταὶ μετὰ χαρᾶς ἔντρομοι, ὡς ἐλάλεις αὐτοῖς, ὡς θρόνος δὲ ἡτοίμαστο ἐξ
ἐναντίας νεφέλη προσμένουσα, πύλας δὲ ὁ οὐρανὸς διαπετάσας, τῷ κάλλει ἐφαίνετο,
καὶ ἡ γῆ τοὺς κρυπτῆρας ἀνακαλύπτει, Ἀδὰμ τὴν κατάβασιν ὡς γνωσθῆναι, καὶ τὴν αὖθις
ἀνάβασιν. Ἀλλ' ἴχνη μὲν ὑψοῦτο, ὡς ὑπὸ χειρός, στόμα δὲ μεγάλα ηὐλόγει, ὡς ἠκούετο,
νεφέλη ὑπελάμβανε, καὶ οὐρανὸς ἔνδον σε ὑπεδέξατο. Ἔργον τοῦτο Κύριε εἰργάσω, μέγα
καὶ παράδοξον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν
Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ
Πληρώσας ἀγαθέ, Πατρὸς τὴν εὐδοκίαν, ἑνώσας τε τὰ ἄνω, τοῖς
κάτω, ἀνελήφθης, ἐν δόξῃ πρὸς τὸ πρότερον.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἀνῆλθες πρὸς τὸν σόν, Γεννήτορα οἰκτίρμον· ὅθεν οὐκ ἐχωρίσθης,
καὶ ὕψωσας τὴν κάτω, κειμένην φύσιν Δέσποτα.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Νεφέλη σε φωτός, ἀνέλαβεν εἰς ὕψος, καὶ Ἄγγελοι ἐν φόβῳ,
καὶ τρόμῳ διηκόνουν, τῷ θείῳ σου κελεύσματι.
Δόξα...
Καὶ νῦν... Ἦχος δ'
Τὴν καταβᾶσαν φύσιν τοῦ Ἀδάμ, εἰς τὰ κατώτερα μέρη τῆς γῆς,
ὁ Θεὸς καινοποιήσας σεαυτῷ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες σήμερον· ὡς
ἀγαπήσας γάρ, συνεκάθισας· ὡς συμπαθήσας δέ, ἥνωσας σεαυτῷ· ὡς ἑνώσας συνέπαθες·
ὡς ἀπαθὴς παθῶν δέ, συνεδόξασας. Ἀλλ' οἱ Ἀσώματοι, Τίς ἐστιν οὗτος, ἔλεγον, ὁ ὡραῖος
ἀνήρ; ἀλλ' οὐκ ἄνθρωπος μόνον, Θεὸς δὲ καὶ ἄνθρωπος, τὸ συναμφότερον τὸ φαινόμενον.
Ὅθεν ἔξαλλοι Ἄγγελοι, ἐν στολαῖς περιϊπτάμενοι, τοὺς Μαθητάς, Ἄνδρες, ἐβόων·
Γαλιλαῖοι, ὃς ἀφ' ὑμῶν πεπόρευται, οὗτος Ἰησοῦς ἄνθρωπος Θεός, Θεάνθρωπος πάλιν
ἐλεύσεται, κριτὴς ζώντων καὶ νεκρῶν, πιστοῖς δὲ δωρούμενος, ἁμαρτιῶν συγχώρησιν,
καὶ τὸ μέγα ἔλεος.
ΤΗ ΤΡΙΤΗ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν
α' Στιχολογίαν
Κάθισμα
τῆς Ἑορτῆς
Ἦχος β'
Τὰ ἄνω ζητῶν
Ὑψόθεν εἰς γῆν, Χριστὲ καταβέβηκας, καὶ αὖθις ἐκ γῆς, εἰς ὕψος
ἀνέδραμες, πρὸς τὸν σὸν Γεννήτορα, Μαθητῶν ὁρώντων σου τὴν ἄνοδον, σὺν αὐτοῖς οὖν
ἑορτάζοντες, ὑμνοῦμέν σου Σῶτερ τὴν Ἀνάληψιν. (Δίς)
Μετὰ τὴν
β' Στιχολογίαν
Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα
Ὁ προαιώνιος Λόγος καὶ ἄναρχος, ἥνπερ ἀνείληφε, φύσιν ἀνθρώπειον,
θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη, Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον,
τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες, ἔλεγον·
Δόξα Θεῷ τῷ ἀναληφθέντι. (Δίς)
Εἰς τὸν
Στίχον τῶν Αἴνων
Στιχηρὰ
Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ
Οὐ λείψω ὀρφανούς, οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις,
ἐλάλει· ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἄγγελοι τοῖς σοφοῖς, ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι,
ὃν τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Κατῆλθον ἐν χαρᾷ, ἀπὸ
τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν.
Δόξα...
Καὶ νῦν... Ἦχος δ'
Ὅτε ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς τῶν Μαθητῶν ὁρώντων,
αἱ νεφέλαι ὑπελάμβανόν σε μετὰ σαρκός, πύλαι ἐπήρθησαν αἱ οὐράνιαι, ὁ χορὸς τῶν
Ἀγγέλων ἔχαιρεν ἐν ἀγαλλιάσει, αἱ ἀνώτεραι δυνάμεις ἔκραζον, λέγουσαι· Ἄρατε πύλας
οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, οἱ δὲ Μαθηταὶ ἐκπληττόμενοι
ἔλεγον· Μὴ χωρισθῇς ἡμῶν, ὁ Ποιμὴν ὁ καλός, ἀλλὰ πέμψον ἡμῖν τὸν Πνεῦμά σου τὸ
πανάγιον, τὸ ὁδηγοῦν καὶ στηρίζον τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου