ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ
ΑΝΑΛΗΨΕΩΣ
ΕΣΠΕΡΑΣ
Ἰδιόμελα τῆς Ἑορτῆς γ'
Ἦχος α'
Ἀνελθὼν εἰς οὐρανούς·
ὅθεν καὶ κατῆλθες, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην
τῷ κόσμῳ, δεῖξον τοῖς Υἱοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε
φιλάνθρωπε.
Ἀνῆλθες
Χριστέ, πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς,
καὶ προσθήκην αἱ δυνάμεις, τῇ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο· ἀλλ' ἕνα Υἱόν,
καὶ μετὰ τὴν ἐνανθρώπησιν ἐγνώρισάν σε Κύριε, μονογενῆ τοῦ Πατρός. Ἐν πλήθει σῶν
οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν;
οὗτός ἐστιν Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται
πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς τὸν οὐρανόν, λατρεύσατε αὐτῷ, ἐν
ὁσιότητι καὶ δικαιοσύνῃ.
Δόξα... Καὶ νῦν ... Ἦχος β'
Ἐτέχθης,
ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκὶ ὁ Θεὸς ἡμῶν, ἐκ
νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν,
καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.
Προκείμενον Ἦχος βαρὺς
Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη
εἰς τὰ ὀπίσω.
Στίχ. Τί σοι ἐστὶ θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ
Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Στιχηρὰ
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Λέγει ὁ τὰ σύμπαντα πληρῶν, πρὸς τοὺς Μαθητὰς ἐν τῷ ὄρει,
τῶν Ἐλαιῶν ἀνελθών· Ἤγγικεν ὦ φίλοι μου, ὁ τῆς ἀνόδου καιρός, πορευθέντες διδάξατε,
τὰ ἔθνη τόν λόγον, ὄνπερ ἀκηκόατε, ἐκ τῆς φωνῆς τῆς ἐμῆς. Τότε, ἀνελήφθη ἐν δόξῃ,
ὥσπερ ἐπ' ὀχήματος· ὅθεν, τρόμῳ οἱ Ἀπόστολοι ἐξίσταντο.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ὅτε τῇ Μητρὶ σὺν Μαθηταῖς, συνοδοιποροῦσιν ἀλλήλοις, εἰς
Βηθανίαν Χριστέ, ὕψωσας τὰς χεῖράς σου, εἰς εὐλογίαν αὐτῶν, καὶ ἐν τῷ εὐλογεῖν
αὐτούς, νεφέλη φωτός σε, ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, εὐθὺς ἀνέλαβε, τότε, ἀνελήφθης ἐν
δόξῃ, καὶ δεξιοκάθεδρος ὄντως, ὤφθης τῷ Πατρὶ συμπροσκυνούμενος.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Δεῦτε συνανέλθωμεν
πιστοί, ἐπὶ τὸ μετέωρον ὄρος, τῶν Ἐλαιῶν, καὶ ἐκεῖ, ὥσπερ οἱ Ἀπόστολοι,
συνανερχόμενοι, καὶ εἰς ὕψος ἐπάραντες, καρδίας καὶ φρένας, ἴδωμεν τὸν Κύριον,
νῦν ἐποχούμενον· ὅθεν, καὶ ἡμεῖς εὐχαρίστως, χαίροντες βοήσωμεν· Δόξα, τῇ σῇ Ἀναλήψει
Πολυέλεε.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ. β'
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές
σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν
φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν,
τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς
Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας,
ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν
α' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὸ
προσταχθὲν μυστικῶς
Ἐπὶ τοῦ ὄρους ἀνελθὼν τοῦ Ἐλαιῶνος, ὁ ἐλεήμων Ἰησοῦς, αὐτόθεν
ἤρθης· φωτεινὴ γὰρ νεφέλη ἐκ γῆς σε ὑπέλαβεν, ὁρώντων τῶν Μαθητῶν σου θαῦμα
φρικτόν, βοώντων τῶν Ἀσωμάτων ἐν οὐρανοῖς. Φόβῳ πύλαι ἐπάρθητε, ταῖς ἀνωτέραις
στρατιαῖς, μεθ' ὧν σε Βασιλέα ὑμνεῖ, πᾶσα κτίσις, τὸν πάντων Θεόν. (Δίς)
Μετὰ τὴν
β' Στιχολογίαν
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν
καὶ Λόγον
Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ, ὑπάρχων
καὶ Πνεύματι· ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ' ἄτρεπτος ἔμεινας· ὅθεν ἀναμένεις,
συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα. Δικαιοκρίτα Κύριε,
φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου. (Δίς)
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β' Οἶκος
τοῦ Ἐφραθᾶ
Θαῦμα καινοπρεπές! ἡ βρότειος γὰρ φύσις, εἰς οὐρανοὺς ἀνῆλθεν,
ἡ ἑνωθεῖσα Λόγῳ, Θεῷ τῷ παντοκράτορι.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἔλαμψεν ἡ φαιδρά, καὶ πάμφωτος ἡμέρα, τῆς τοῦ Δεσπότου θείας,
εἰς οὐρανοὺς ἀνόδου, λαμπρύνουσα τὰ σύμπαντα.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος
Ὥσπερ τοῖς Μαθηταῖς, ἀπέστειλας
ἐξ ὕψους, τὸ συμφυές σου Πνεῦμα, καὶ τῷ λαῷ σου πέμψον,
Χριστὲ Σωτὴρ τὴν χάριν σου.
Δόξα...
Καὶ νῦν ... Ἦχος πλ. α'
Κύριε, ἀναλαμβανομένου σου· ὅθεν οὐκ ἐχωρίσθης, αἱ στρατιαὶ
τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἀσωμάτων, ἐν ἀγαλλιάσει ἐβόων, ταῖς ἀνωτέραις δυνάμεσιν·
Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· ὁ γὰρ θρόνος
ὁ χερουβικὸς ἀνέλαβέ σε μετὰ σαρκός· Κύριε, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου