ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος δ' Κύριε ἀνελθὼν ἐν τῷ Σταυρῷ
Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς
θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος
ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.
Στόματος ἐξ ἡδέος γυναικός, ὕδατος ποσίμου γλυκεροῦ ἀναβλύζοντος, οἱ ἐν τῇ πόλει
πιόντες, καὶ πρὸς τὸ φρέαρ τὸ ῥέον τὴν δαψίλειαν, τὴν τοῦ νάματος, ἔσπευδον ἀναχθῆναι
τὸ τάχος, καὶ πηγὴν κατιδεῖν τὴν ἀέναον, τὴν τὰς ἐκτακείσας ψυχὰς ἐπαναψύχουσαν.
Σύμμορφον κατιδόντες τὴν πηγὴν καὶ ὁμοειδῆ τῆς τῶν ἀνθρώπων συστάσεως, τῇ
γυναικὶ ἐπεβόων· οἱ ἐν τῇ πόλει, οὐκ ἔτι διὰ σὴν ἡμεῖς, λαλιὰν πεπιστεύκαμεν, ἀληθῶς
ἐπιγνόντες, ὅτι οὗτος ὑπάρχει ἡ λύτρωσις, καὶ ἡ σωτηρία τοῦ κόσμου ἡ αἰώνιος.
Δόξα... Καὶ νῦν ... Ἦχος πλ. β'
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς,
ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ
διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδατι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας
ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ,
καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς ὡς μόνος εὔσπλαγχνος
καὶ φιλάνθρωπος.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ' Σταυρώσιμον
Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς τὴν βοήθειαν τὰς παγίδας τοῦ ἐχθροῦ
εὐχερῶς καταπατοῦμεν.
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ
κατελθὼν ἐν τῷ Ἅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος
τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν
σου Ἔγερσιν.
Μαρτυρικὸν
Ἱερεῖα ἔμψυχα ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα
τέλεια Θεοῦ, Θεὸν γινώσκοντα καὶ Θεῷ γινωσκόμενα, πρόβατα ὧν ἡ μάνδρα λύκοις ἀνεπίβατος,
πρεσβεύσατε καὶ ἡμᾶς συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα... Καὶ νῦν ...
Ἦχος πλ. β'
Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν
ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μῄ
διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται
ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον,
καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος,
δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΤΗ
ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος δ' Ταχὺ προκατάλαβε
Σταυρώσιμον
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτὴρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς ἀνεκαλέσω
στοργῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ σῇ βουλήσει, λόγχῃ δὲ
τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα φιλάνθρωπε.
Ἀποστολικὸν
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον
σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ
κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.
Μαρτυρικὸν
Οἱ Μάρτυρές σου, Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας,
ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν
καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς,
θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων,
ὁμιλεῖς τῷ θανάτῳ; Ζωῶσαι τοὺς θανόντας, θέλων ὡς εὔσπλαγχνος.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος δ' Ταχὺ προκατάλαβε
Ἐκ φρέατος νάματα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες,
ἡ Σαμαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθημένην,
ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσμου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας.
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος δ' Σταυρώσιμον
Ἔδωκας σημείωσιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν Σταυρόν
σου τὸν τίμιον, ἐν ᾧ ἐθριάμβευσας, τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας, καὶ
ἐπανήγαγες ἡμᾶς, εἰς τὴν ἀρχαίαν μακαριότητα· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν
δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ἀποστολικὸν
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς
τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν ἀνάστησον ἡμᾶς, πεσόντας τῇ ἁμαρτίᾳ,
ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Μαρτυρικὸν
Τίμιος ὁ θάνατος, τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρὶ καὶ ψύχει
συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου
τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σῶτερ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Ἦχος πλ. β'
Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς
τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον
τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις
προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πάσιν ἐκήρυξεν
εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ
σῶσαι τὸν ἄνθρωπον.
Στιχηρὰ Προσόμοια
Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα
μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν
ἄφθονον· ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν
τοῖς πάθεσιν.
Στίχ. Ἔντεινε
καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.
Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον,
ἄνδρα νόμιμον· πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νῦν , ὅνπερ κέκτησαι, οὐχ ὑπάρχει
σου ἀνήρ, ἀλλὰ νόμῳ ἀλλότριος, ἣ καὶ σπεύσασα, τοῖς ἐν πόλει ἐβόα· Εἶδον ἄνδρα,
ὃς ἐξεῖπέ μοι τὰ πάντα, ὅσα κρυφίως ἐποίησα.
Στίχ. Ἠγάπησας
δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.
Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν
ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ
ἄλλο τὸ χθόνιον, ὁ ἁλλόμενον ἐν τῇ ταύτης καρδίᾳ ἀνεδείχθη, ὡς πηγή τις ἄλλη νέα,
παθῶν δροσίζουσα καύσωνας.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα
ἡ Σαμαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ,
καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει
ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου