ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος δ' Ὁ
ἐξ ὑψίστου κληθεὶς
Προκαταλύσας
τὸ κράτος τοῦ θανάτου, Χριστὲ τῷ θανάτῳ σου, ζωὴν παρέσχες βροτοῖς, ἐν τῇ ἐνδόξῳ
Ἐγέρσει σου, συνεξεγείρας, γένος ἀνθρώπων τῇ καταβάσει σου. Ὅθεν χαριστήριον, αἶνόν
σοι ᾄδομεν, τὴν ἑορτὴν ἑορτάζοντες, τῆς τριημέρου, καὶ λαμπροφόρου σου Ἀναστάσεως,
ἐν ᾗ τὸ μέσον τῶν πανσέπτων νῦν, ἡμερῶν ἡμῖν πᾶσιν ἐπέλαμψεν, Ἰησοῦ ζωοδότα, εὐεργέτα
τῶν ψυχῶν ἡμῶν.
Πρὸ
τοῦ τιμίου σταυροῦ σου καὶ τοῦ Πάθους, θαυμάτων τὰ ἔνδοξα, ἐπιτελῶν τοῖς λαοῖς,
τῆς ἑορτῆς καθὼς γέγραπται, ἐν μέσῳ ἔστης, τῆς νομικῆς Χριστὲ Παντοδύναμε, καὶ
πᾶσιν ἐβόησας· Εἴ τις διψᾷ, πρὸς ἐμὲ αὐτομολείτω, καὶ ὕδατος τοῦ θείου πόμα, ἀπαντλησάτω
καὶ ζωῆς νάματα· ὕδωρ ζωῆς γὰρ καὶ δυνάμεως καὶ σοφίας ἐγὼ πᾶσι δίδωμι, ὅτι θέλων
ἀνθρώποις, ὡμοιώθην ὡς φιλάνθρωπος.
Ὡς
ἐπὶ κλίνης με κείμενον ὀδύνης, Χριστὲ πολυέλεε, τῶν ἐγκλημάτων μου καὶ παρειμένον
τοῖς μέλεσιν, ὡς διὰ μέγα, φιλανθρωπίας πέλαγος ἄνθρωπος, θελήσει γενόμενος, νῦν
ἀοράτως με, ὡς τὸν παράλυτον ἔγειρον, καὶ τρίβους θείας, τῶν ἐντολῶν σου τρέχειν
εὐόδωσον, ὁ πρὸ τοῦ Πάθους, τοῖς λαοῖς Σωτήρ, τῶν Ἑβραίων θαυμάτων τοῖς πλήθεσι,
παριστάμενος ὅτι, Θεὸς ὤν, βουλήσει πάσχεις σαρκί.
Δόξα...
Καὶ νῦν... Ἦχος β'
Ὅτε
παρεγένου ἐν ἱερῷ Χριστὲ ὁ Θεός, μεσούσης τῆς ἑορτῆς, τότε τοῖς λαοῖς ἐδίδασκες
βοῶν· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ ζήσεται· οἱ δὲ Ἰουδαῖοι διεπρίοντο, μετὰ
τῶν Φαρισαίων, καὶ Σαδδουκαίων, καὶ Γραμματέων, λέγοντες· Τίς ἐστιν οὗτος, ὃς
λαλεῖ βλασφημίας; μὴ λογιζόμενοι, ὅτι σὺ ὑπάρχεις ὁ πρὸ πάντων αἰώνων, σὺν Πατρὶ
καὶ Πνεύματι δοξαζόμενος, Θεὸς ἡμῶν, δόξα σοι.
Στιχηρὰ
τῆς Ὀκτωήχου
Ἦχος γ' Ἀναστάσιμον
Ὁ
τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς ἀναστάσεως, φαιδρύνας
τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν τὸν ἑσπερινὸν ὕμνον φιλάνθρωπε.
Ἀποστολικὸν
Στίχ. Εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
αὐτῶν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε
θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγών, ὑμῶν ὑπάρχει μακάριοι· διὸ ὑμνοῦμεν,
καὶ δοξολογοῦμεν ὑμῶν τὰ μνημόσυνα.
Μαρτυρικὸν
Στίχ. Θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν
τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες τῇ ἀγάπῃ τοῦ
σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν
στεφάνων, μετὰ τῶν ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος γ'
Γερμανοῦ
Μεσούσης τῆς Ἑορτῆς, δοξάζομεν τὸν ἐν μέσῳ τῆς γῆς, σωτηρίαν ἐργασάμενον. Μέσον
μὲν δύο λῃστῶν ἡ ζωὴ ἐν ξύλῳ ἐκρέματο, καὶ τῷ μὲν βλασφημοῦντι ἐσιώπα, τῷ δὲ
πιστεύοντι ἐβόα· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Κατῆλθεν ἐν τάφῳ, ἐσκύλευσε
τὸν ᾍδην, καὶ ἀνέστη τριήμερος, σῴζων τὰς ψυχὰς ἡμῶν.
ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος γ' Ἀναστάσιμον
Τὴν ὡραιότητα
Πάντα ἀνθρώπινα, καταδεξάμενος, πάντα ἡμέτερα, οἰκειωσάμενος, προσηλωθῆναι ἐν
Σταυρῷ, ηὐδόκησας ποιητά μου, θάνατον ἑλόμενος, ὑπομεῖναι ὡς ἄνθρωπος, ἵνα τὸ ἀνθρώπινον,
ἐκ θανάτου λυτρώσῃ ὡς Θεός· διὸ ὡς ζωοδότῃ βοῶμέν σοι· Δόξα Χριστε τῇ Ἀναστάσει
σου.
Ἀποστολικὸν
Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας
αὐτούς, τὰ Πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν
καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου
τῷ λαῷ σου.
Μαρτυρικὸν
Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ καὶ ἐνδυσάμενοι ὅπλα τῆς πίστεως, τὰς
παρατάξεις τοῦ ἐχθροῦ, ἀνδρικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε,
πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε,
Μάρτυρες Χριστοῦ καρτερόψυχοι.
Θεοτοκίον
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν,
Θεοτόκον σε κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν τὸν τόκον σου τὸν ἄφραστον.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς Ἑορτῆς, ὁ διψῶν ἀνέκραζες·
ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου μου νάματος,
ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα,
ἐκ θείου Γεννήτορος, μετ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι
Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις
σου. (Δίς)
Εἰς τοὺς Αἲνους
Στιχηρὰ ἱστῶμεν Στίχους δ' καὶ τῆς Ὀκτωήχου
Ἦχος γ' Ἀναστάσιμον
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν,
σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον
ἀναμάρτητον· Ἐλέησον ἡμᾶς. (Δίς)
Ἀποστολικὸν
Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες, ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε,
δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες
παρρησίαν αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Μαρτυρικὸν
Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν
καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς
ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Κύριε, πρὸ τοῦ ἀχράντου σου Σταυροῦ, τῆς ἑορτῆς μεσούσης, ἐν τῷ ἱερῷ ἀνῆλθες,
Ἰουδαίους παρρησίᾳ διδάσκων, τὰ Μωσέως, καὶ ἐν νόμῳ διὰ σοῦ νομοθετηθέντα, ἐκπληττόμενοι
δὲ Χριστέ, τῆς σῆς σοφίας τὸ ἄφραστον μυστήριον, τὴν κατὰ σοῦ σκευωρίαν ἐν αὐτοῖς
φθόνῳ ἐμελέτων. Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; ἀγνοοῦντες σε τὸν Σωτῆρα
τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Μέγας εἶ βασιλεῦ καὶ μέγα σου τὸ κράτος· μεγάλως γὰρ πτωχεύσας, μεγάλων
χαρισμάτων, τὴν οἰκουμένην ἔπλησας.
Στίχ. Μνήσθητι
τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Ἔστης ἐν τῷ ναῷ, ἐκβλύζων σου τὰ ῥεῖθρα, τῆς ἑορτῆς μεσούσης, καὶ ἄρδων τοὺς
διψῶντας τὴν θείαν χάριν εὔσπλαγχνε.
Στίχ. Ὁ
δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σῶσαί με βουληθείς, σαρκοῦσαι παραδόξως, ἐκ Κόρης ἀπειράνδρου, καὶ μέσον τοῦ
ναοῦ σου τὴν χάριν μοι ἐπήγασας.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Μεσούσης τῆς ἑορτῆς
πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθὲ ἐν τῷ ἱερῷ,
τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς·
ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος
θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως!
ὁ τὰ πάντα πληρῶν Θεὸς ἡμῶν δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου