ΤΗ
ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος δ'
Ἐδωκας σημείωσιν
Ἔπαθες ὡς ἄνθρωπος,
ὁ ἀπαθὴς τῇ Θεότητι, καὶ ἀνέστης τριήμερος, σκυλεύσας τὸν θάνατον, καὶ συναναστήσας,
πάντας τοὺς φθαρέντας, καὶ ἀνελήλυθας Χριστέ, πρὸς τὸν Πατέρα, ἐπαγγειλάμενος, ἐκπέμψειν
τὸν Παράκλητον, τοὶς ἱεροῖς Ἀποστόλοις σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Ὑμεῖς τί ἑστήκατε, πρὸς οὐρανὸν ἀτενίζοντες; οἱ ὁρώμενοι Ἄγγελοι,
ὡς ἄνθρωποι ἔλεγον, τοῖς τοῦ λόγου Μύσταις· οὗτος, ὃν ὁρᾶτε, ὑπὸ νεφέλης φωτεινῆς,
ἀναληφθέντα, αὐτὸς ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε, κρῖναι τὸν κόσμον, ὡς ἔφησε,
πορευθέντες οὖν ἅπαντα, τὰ ῥηθέντα τελέσατε.
Μετὰ τὴν ἐκ τάφου σου, ὑπὲρ κατάληψιν Ἔγερσιν, παντοδύναμε
Κύριε, λαβὼν οὓς ἠγάπησας, ἕως Βηθανίας, ἐξήγαγες Λόγε, καὶ πρὸς τὸ ὄρος
γεγονώς, τοῦ Ἐλαιῶνος, τούτους ηὐλόγησας, καὶ οὕτως ἀνελήλυθας, ὑποταγέντων Ἀγγέλων
σοι, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Σήμερον ἐν οὐρανοῖς αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι,
θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι· Τίς οὗτος
ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον Δεσπότην, τὰς οὐρανίους πύλας αἵρειν
διεκελεύοντο, μεθ' ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐκεῖθεν πάλιν ἐρχόμενον,
ὡς κριτήν τῶν ἁπάντων καὶ Θεὸν παντοδύναμον.
Εἰς τὸν
Στίχον
Στιχηρὰ
Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Πληρώσας ἀγαθὲ Πατρὸς τὴν εὐδοκίαν, ἑνώσας τε τὰ ἄνω, τοῖς
κάτω, ἀνελήφθης, ἐν δόξῃ πρὸς τὸ πρότερον.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἀνῆλθες πρὸς τὸν σόν, Γεννήτορα οἰκτίρμον· ὅθεν οὐκ ἐχωρίσθης,
καὶ ὕψωσας τὴν κάτω, κειμένην φύσιν Δέσποτα.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Νεφέλη σε φωτός, ἀνέλαβεν εἰς ὕψος, καὶ Ἄγγελοι ἐν φόβῳ,
καὶ τρόμῳ διηκόνουν τῷ θείῳ σου κελεύσματι.
Δόξα...
Καὶ νῦν... Ἦχος βαρὺς
Εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἦλθες ὁ ἐλεῶν τὸ γένος τῶν ἀνθρώπων,
καὶ νεφέλη ὑπέλαβέ σε, ἀπὸ τῶν ὀφθαλμῶν τῶν Μαθητῶν σου, τρεμόντων μὲν διὰ τὴν ὀπτασίαν,
χαιρόντων δὲ διὰ τὴν προσδοκίαν τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ στηρίξας Σωτήρ, ἐλέησον
ἡμᾶς.
ΤΩ ΣΑΒΒΑΤΩῼ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν
α' Στιχολογίαν
Κάθισμα
Ἦχος α'
Τοῦ λίθου
σφραγισθέντος
Ἀγγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων,
τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπήρθησαν
Σωτήρ· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐθαύμαζον βοῶσαι· Δόξα τῇ βασιλείᾳ σου·
δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε. (Δίς)
Μετὰ τὴν
β' Στιχολογίαν
Κάθισμα
Ἦχος α'
Τοῦ λίθου
σφραγισθέντος
Τοῦ Ἅδου σκυλευθέντος, ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος,
ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ
τοῦτο σύν Ἀγγέλοις, δοξολογοῦμέν σε, παντοκράτορ Κύριε. Δόξα τῇ, Ἀναλήψει σου
Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε. (Δίς)
Εἰς τὸν
Στίχον, τῶν Αἴνων
Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Οὐ λείψω ὀρφανούς,
οὕσπερ ἐγὼ συνῆξα, ὁ Κύριος τοῖς φίλοις, ἐλάλει, ἀλλὰ πέμψω, ὑμῖν Πνεῦμα τὸ ἅγιον.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἄγγελοι τοῖς σοφοῖς ἐβόων Ἀποστόλοις· Ὦ ἄνδρες Γαλιλαῖοι, ὃν
τρόπον καθορᾶτε, αὐτὸς πάλιν ἐλεύσεται.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Κατῆλθον ἐν χαρᾷ, ἀπὸ
τοῦ Ἐλαιῶνος, οἱ Μαθηταί σου Λόγε, δοξάζοντες, ὑμνοῦντες, τὴν θείαν σου Ἀνάληψιν.
Δόξα...
Καὶ νῦν... Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ
Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι
δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε βλέποντες εἰς τὸν
οὐρανόν; οὗτος, ὃν ἐθεάσασθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν
τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα
σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου