ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ
ΕΣΠΕΡΑΣ
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ
παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως,
λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι,
τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς
τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην,
καὶ μέγα ἔλεος.
Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας,
πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους
τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει
νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας,
τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε
φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσιν ἀνέβλυζε,
τὰ ζωήρρυτα ῥήματα τοῖς πᾶσι λέγων· Τὰς ψυχὰς ἐκκαθάρθητε, καὶ τοῦ καύσωνος, τῶν
παθῶν ἀναψύξατε, μή τις ἀποστερήσοιτο, τῆς πόσεως ἄνθρωποι· θείαν γὰρ χάριν
δωροῦμαι τῆς ἀθανάτου καὶ κρείττονος, καὶ τῆς βασιλείας, συμμεθέξει μοι τῷ κτίστῃ
καὶ δοξασθήσεται.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῆς ἑορτῆς μεσούσης, τῆς σῆς Χριστὲ Ἀναστάσεως, καὶ θείας παρουσίας τοῦ ἁγίου
σου Πνεύματος, συνελθόντες τῶν θαυμάτων σου, ἀνυμνοῦμεν τὰ μυστήρια, ἐν ᾗ κατάπεμψον
ἡμῖν τὸ μέγα ἔλεος.
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος γ' Σταυρώσιμον
Ξύλον παρακοῆς τῷ κόσμῳ θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ ζωὴν καὶ ἀφθαρσίαν·
διό σε προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον. Σημειωθήτω ἐφ' ἡμᾶς, τὸ φῶς τοῦ
προσώπου σου, Κύριε.
Ἀποστολικὸν
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ Διαβόλου ἡ πλάνη κατήργηται·
γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.
Μαρτυρικὸν
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ,
καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου, Κύριε, ἧς
διδάσκων ἀγαθὲ ἐν τῷ ἱερῷ, τοὺς ἀπειθεῖς Ἰουδαίους, καὶ Φαρισαίους, καὶ
Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων
εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ
τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν Θεὸς ἡμῶν δόξα σοι.
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα τῆς Ὀκτωήχου
Σταυρώσιμον Ἦχος γ'
Τὴν ὡραιότητα τῆς παρθενίας σου
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς κτίσεως, τοῦτον κατέπηξας ὅτε
εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι, τότε καὶ ὁ ἥλιος, τὰς ἀκτῖνας ἀπέκρυψε,
ταῦτα καὶ Λῃστὴς ὁρῶν, ἐν Σταυρῷ σε ἀνύμνησε. Μνήσθητι βοῶν μου ὁ Σωτήρ, καὶ ἔλαβε
πιστεύσας τὸν Παράδεισον.
Ἀναστάσιμον
Τὸ ἀκατάληπτον, τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον, τὸ τῆς Ἐγέρσεως,
θεολογοῦμεν οἱ πιστοὶ μυστήριον ἀπόρρητον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης κατήργηται,
γένος δὲ τὸ βρότειον ἀφθαρσίαν ἐνδέδυται· διὸ εὐχαριστοῦντες βοῶμέν σοι· Δόξα
Χριστὲ τῇ Ἐγέρσει σου.
Μαρτυρικὸν
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι
πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ
Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Σταυροθεοτοκίον
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν
τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα τῆς Ἑορτῆς
Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ
ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ
σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήξει τοῦ κόρου
σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός,
τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου. (Δίς)
Εἰς τοὺς Αἴνους
Στιχηρὰ τῆς Ὀκτωήχου
Ἦχος γ' Σταυρώσιμον
Φθόνῳ τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσὼν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβὼν
δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι καὶ σῴζεις με, εἰς δόξαν εἰσάγεις με, Λυτρωτά
μου, δόξα σοι. (Δίς)
Ἀποστολικὸν
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ
Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ
νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα· Αὐτὸν προσκυνήσωμεν.
Μαρτυρικὸν
Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον
γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο,
καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες, τοῦ ἱεροῦ ὁ Σωτὴρ ἡμῶν, καὶ
στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς
τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς
τῆς ἀθανάτου ζωῆς.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Ὅλος σὺν τῷ Θεῷ, ὁ Λόγος σὺ ὑπάρχων, ὀλλύμενόν με θέλων, ἐξᾶραι τῶν πταισμάτων,
ἑνοῦσαί μοι φιλάνθρωπε.
Στίχ. Μνήσθητι
τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ´ ἀρχῆς.
Πέπαυται ἡ σκιά· ἰδοὺ γὰρ ὁ Μεσσίας, τῆς ἑορτῆς ἐν μέσῳ, τὴν χάριν ὥσπερ ἄλλον
φωσφόρον ἐναπήστραψεν.
Στίχ. Ὁ
δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἔρχεσθε εὐπειθῶς, οἱ τῆς ζωῆς τὸ νᾶμα, πιεῖν ἐπιποθοῦντες, ἐβόα ὁ Σωτήρ μου,
καὶ πίετε τὴν χάριν, ἐνθέως ἀγαλλόμενοι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Καθαρθῶμεν ἐννοιῶν
τοὺς κευθμῶνας καὶ ψυχικὰς λαμπηδόνας διαυγάσωμεν, καὶ τὴν ζωὴν κατίδωμεν Χριστόν,
ἐν ἱερῷ ἀφικόμενον, ὑπερβολῇ ἀγαθότητος, ἵνα τὸν ἐχθρόν θριαμβεύσῃ, καὶ σώσῃ τὸ
γένος ἡμῶν, διὰ πάθους Σταυροῦ καὶ τῆς Ἀναστάσεως, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε
Κύριε, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου