Παρασκευή 30 Μαΐου 2014

ΠΑΡΑΣΚΕΥΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ



ΤΗ ΠΕΜΠΤΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΕΣΠΕΡΑΣ 
Στιχηρὰ τῆς Ἑορτῆς γ'
Ἦχος δ' Ἐδωκας σημείωσιν
Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διαιροῦν τὰ χαρίσματα, ἐπὶ γῆς ἐπεδήμησεν, οὐχ ὥς περ τὸ πρότερον, τῇ σκιᾷ τοῦ νόμου, λάμψαν ἐν Προφήταις, οὐσιωδῶς δὲ νῦν ἡμῖν, τῇ μεσιτείᾳ Χριστοῦ δεδώρηται, καρδίας ἐκκαθάρωμεν, ταῖς ἀρεταῖς καὶ δεξώμεθα, τὴν αὐτοῦ ἐπιφοίτησιν, μυστικῶς φωτιζομενοι.
Τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἀντανέλῃς φιλάνθρωπε, ἀφ' ἡμῶν, ἀλλὰ δώρησαι, ἀξίως τὴν χάριν σου, πολιτευομένους, ψυχῇ καὶ καρδίᾳ διαιωνίζουσαν αὐτοῦ, τὴν μετουσίαν κληρονομῆσαι ἡμᾶς, ναοὺς καὶ οἰκητήρια, τοῦ Παρακλήτου ὑπάρχοντας, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Τὸ πνεῦμα τὸ ἅγιον τὸ ἁγιάζον τὰ σύμπαντα, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ πίστει βοησωμεν, ὁ ἐλθὼν ἐν κόσμῳ, Πατρὸς εὐδοκίᾳ, μὴ ἀποχώρει ἀφ' ἡμῶν, τῶν λατρευόντων σου τῇ Θεότητι, ναοὺς ἡμᾶς ἀνάδειξον, τῆς σῆς ἀφράστου χρηστότητος, καὶ ἁγίασον ἅπαντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς
Παράκλητον ἔχοντες πρὸς τὸν Πατέρα, Χριστὸν τὸν Θεόν, Παράκλητον ἄλλον ἐπιδημήσαντα τῇ γῇ σήμερον, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐν πίστει προσκυνήσωμεν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια
Ἦχος α' Πανεύφημοι Μάρτυρες
Τὸ Πνεῦμα τὸ ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, καὶ ἐν Υἱῷ προσκυνούμενον, δι' οὗ καὶ φέρεται, καὶ κρατεῖται πάντα, καὶ ζωῇ συνέχεται, καὶ ζῇ καὶ διαμένει καὶ σῴζεται, θεολογήσωμεν. Ἀκατάληπτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός,καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Τὸ Πνεῦμα τὸ ἅγιον πηγή, πάσης ἀγαθότητος, οὐσιωδῶς ἐπεδήμησε, τῆς γῆς τὰ πέρατα, οὐρανίου σθένους, διὰ τῶν Ἀποστόλων, πληρῶσαι καὶ τῆς θείας χρηστότητος, αὐτῷ βοήσωμεν· Ἀνερμήνευτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Τὸ Πνεῦμα τὸ ἅγιον Θεός, συμφυὲς καὶ σύνθρονον, Πατρὶ καὶ Λόγῳ γνωρίζεται, φῶς ὑπερτέλειον, ἐκ φωτὸς ἐκλάμψαν, ἐξ ἀνάρχου τελείου, Πατρός, καὶ δι' Υἱοῦ προερχόμενον, αὐτῷ βοήσωμεν, Ζωοπάροχε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
τε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ
ΠΡΩΪ
Μετὰ τὴν α' Στιχολογίαν 
Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου, κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ, μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. (Δίς)
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
Οἱ σοῦ Σωτῆρος ἐρασταί, χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον ἐξ ὕψους, κατῆλθεν, καὶ ἔστη ἐπὶ τὰς κάρας τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. (Δίς)
Εἰς τὸν Στίχον τῶν Αἴνων
Στιχηρὰ Προσόμοια
Ἦχος α' τῶν οὐρανίων ταγμάτων
πιπαφλάζοντος πάλαι, πυρίνου ἅρματος, ὁ ζηλωτὴς Ἠλίας, καὶ πυρίπνους ἐν δόξῃ, ὀχούμενος ἐδήλου, τὴν νῦν ἐν Σιών, Ἀποστόλοις ἐκλάμψασαν, ἀφ' ὕψους θείαν ἐπίπνοιαν ἐμφανῶς, δι' ἧς κόσμον κατελάμπρυναν.

Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
σηγοροῦντες τὴν θείαν, οἰκονομίαν Χριστοῦ, ἐν πυριμόρφοις γλώσσαις, οἱ Ἀπόστολοι πάντες, ἐφώτισαν τὰ ἔθνη, σέβειν πιστῶς, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεόν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.
Στίχ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Σιὼν ἁγία ἡ Μήτηρ, Ἐκκλησιῶν ἁπασῶν, ἐν ᾗ πυρὸς ἐν εἴδει, τὸ Παράκλητον Πνεῦμα, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθε φρικτῶς, χαῖρε νῦν καὶ ἑόρταζε, τὴν κοσμοπόθητον ὄντως Πεντηκοστήν, σὺν ἡμῖν πανηγυρίζουσα.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς, ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου