ΚΥΡΙΑΚΗ
ΤΩΝ
ΑΓΙΩΝ ΤΙΗ'(318) ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ
ΤΩΝ ΕΝ ΝΙΚΑΙΑ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ',
καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα, δευτεροῦντες τὸ α'.
Ἦχος
πλ. β'
Νίκην ἔχων Χριστέ,
τὴν κατὰ τοῦ Ἅδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους,
συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός,
Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη,
καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως
εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν;
ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ Ἅδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης;
ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς
ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
Δόξα...
Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους
Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον
θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου,
καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Τὸ Δογματικὸν Ἦχος ὁ αὐτὸς
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα,
ὁ πάντων δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδε φαντάσας τὴν οἰκονομίαν,
ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούσῃ,
ἑνωθεὶς καθ' ὑπόστασιν· ὅθεν εὐσεβῶς, ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν
ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην καὶ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, τὸ Στιχηρὸν Ἀναστάσιμον.
Ἦχος πλ. β'
Τὴν
Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς
καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Ἦχος
πλ. β'
Ὅλην ἀποθέμενοι
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ὅρκῳ ὡς ὑπέσχετο, τῷ σῷ, Προπάτορι πάλαι, Θεὸς ὁ ὑπέρχρονος,
ἐπ' ἐσχάτων τῶν χρόνων τετελείωκε, προελθὼν ἄχραντε, ἐκ γαστρός σου θείας· καὶ
γὰρ ὄντως ἐξανέτειλεν, ἐκ σοῦ ὁ Κύριος, ὁ δρακὶ συνέχων τὰ πέρατα, ὅνπερ κἀμοὶ
εὐΐλατον ποίησον ἐν ὥρᾳ τῆς κρίσεως, Παρθένε Μαρία, αὐτοῦ τῆς βασιλείας με τυχεῖν,
δι' ἀρετῶν ἀνυψώσεως, καὶ παθῶν νεκρώσεως.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους
σου.
Νοὸς καθαρότητι, ὁ Ἡσαΐας Παρθένε, πόρρωθεν προέφησε,
Ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὦ σεμνὴ πάναγνε· σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος
παναμώμητος· διό σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον, καὶ λάμψεως,
θείας κοινωνόν με ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν
καθίσῃ ὡς γέγραπται, κρῖναι κόσμον ἅπαντα.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Θανάτου κατάλυσις, διὰ τοῦ τόκου σου ὤφθη· σὺ γὰρ Κόρη πέφυκας,
τῆς ζωῆς ἀφθάρτου ἐνδιαίτημα· διό σου δέομαι, ἐν σοροῖς τοῦ Ἅδου, τῶν παθῶν μου
κατακείμενον, σὺ ἐξανάστησον, καὶ πρὸς εὐφροσύνην καὶ ζώωσιν, Παρθένε χειραγώγησον,
πρὸς τὴν μακαρίαν ἀντίδοσιν, καὶ τῆς ἀνωλέθρου, καὶ θείας καταξίωσον χαρᾶς, ἔνθα
τρυφὴ ἡ ἀΐδιος, ἔνθα φῶς ἀνέσπερον.
Δόξα...
(Τῶν Πατέρων) Ἦχος δ'
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης
τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ
συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον
δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν,
καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς
πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι·
ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν,
σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.
Καὶ νῦν
... (Τῆς Ἑορτῆς) Ἦχος ὁ αὐτὸς
Κύριε,
τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός,
ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν
καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει
καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς μετασχόντες,
τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν.
Ἀπολυτίκια
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ
Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν
τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ,
ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα
σοι.
Δόξα...
Τῶν Πατέρων Ἦχος πλ. δ'
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν
πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.
Καὶ νῦν ...
Τῆς Ἑορτῆς Ἦχος δ'
Ἀνελήφθης
ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου
Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ
λυτρωτὴς τοῦ κόσμου.
καὶ Ἀπόλυσις
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, κτλ. εἰς τό, Κύριε ἐκέκραξα...
ἱστῶμεν, Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ' τῆς Ἀναλήψεως γ' καὶ τῶν
ἁγίων Πατέρων δ'.
Στιχηρὰ
Ἀναστάσιμα Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἅδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες,
ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος,
ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ
τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν·
Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν;
ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ Ἅδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τα τῆς
θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν.
Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
Τῆς Ἀναλήψεως
Ἦχος ὁ
αὐτὸς
Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ
κόσμῳ. Οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι
θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει
συναΐδιον, τὸ Πνεῦμα τὸ ἅγιον, κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ. Ἄρατε πύλας οἱ
ἄρχοντες ὑμῶν, πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.
Κύριε τῇ σῇ Ἀναλήψει, ἐξεπλάγησαν τὰ Χερουβίμ, θεωρήσαντά
σε τὸν Θεόν, ἐπὶ νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν
σε, ὅτι χρηστόν τὸ ἔλεός σου, Δόξα σοι.
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις
Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου
μορφήν, προσκυνοῦμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν
δοξάζοντες, Ἐλέησον ἡμᾶς.
Τῶν ἁγίων
Πατέρων
Ἦχος ὁ
αὐτὸς Ἡ ἀπεγνωσμένη
Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν
αἰώνων, κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζῃ, τόλμῃ συνάπτων σε τὸν κτίστην,
τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων· ἀλλ' ἡ σύνοδος
ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν, Ἄρειος, σὺ ἔφης, ὁ τῆς
Τριάδος, τεμὼν τὴν ὁμότιμον ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα
τῆς Τριάδος, οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν· ἀλλ' ἡ Σύνοδος ἡ ἐν
Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Κρημνῷ περιπίπτει τῆς ἁμαρτίας, Ἄρειος, ὁ μύσας τὸ φῶς μὴ
βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν,
καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τῷ τρόπῳ· ἀλλ' ἡ Σύνοδος
ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Ἄρειος ὁ ἄφρων, τῆς Παναγίας, τέτμηκε Τριάδος τὴν μοναρχίαν,
εἰς τρεῖς ἀνομίους τε καὶ ἐκφύλους οὐσίας· ὅθεν Πατέρες θεοφόροι, συνελθόντες
προθύμως, ζήλῳ πυρούμενοι, καθάπερ, ὁ θεσβίτης Ἠλίας, τῷ τοῦ Πνεύματος τέμνουσι
ξίφει, τὸν τῆς αἰσχύνης δογματίσαντα βλάσφημον, καθὼς τὸ Πνεῦμα ἀπεφήνατο.
Δόξα...
Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους
Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον
θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου,
καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον ὁ αὐτὸς
Τίς
μὴ μακαρίσει σε παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. τό, Φῶς ἱλαρόν... τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 14-20)
Ἀκούσας
Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς
αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν
ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς
καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ, καὶ ἀπέστρεψε πᾶσαν
τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα
αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν
αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ καὶ τῶν βασιλέων τῶν
μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ,
βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου,
καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε
τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς
σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)
Ἔλιπε
Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες
κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ
καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς
ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν
ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς
τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι
ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς,
καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ
πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην
τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν,
καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἀνὰ μέσον
τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ
τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-21)
Εἶπε
Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς
τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο
Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα
τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν
τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν,
καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅστις οὐ θαυμάζει
πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ
ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ,
καὶ αὐτῷ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὁμῇ.
Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα
ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Εἰς τὴν Λιτὴν
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς
Μονῆς
Δόξα... (Τῶν Πατέρων) Ἦχος
γ'
Ἀποστολικῶν
παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, ἅγιοι Πατέρες· τῆς γὰρ ἁγίας Τριάδος τὸ ὁμοούσιον,
ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον, συνοδικῶς κατεβάλετε, μεθ΄ὃν καὶ
Μακεδόνιον, πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον,
Σαβέλλιόν τε καὶ Σεβῆρον τὸν ἀκέφαλον, ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον
ἡμῶν τὸν βίον, ἐν τῇ πίστει φυλάττεσθαι δεόμεθα.
Καὶ νῦν ... (Τῆς Ἑορτῆς) Ἦχος
πλ. β'
Κύριε,
τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος
τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ
πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον,
φωτίζον τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. β'
Τὴν
Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς
καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Τὰ κατ' Ἀλφάβητον
Πύλας
συντρίψας χαλκᾶς, καὶ μοχλοῦς τοῦ Ἅδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων
πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν,
Κύριε δόξα σοι.
Ῥεύσεως
ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται,
ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν
ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης;
ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι,
καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς
αὐτὰς ἀπεβόησε· Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος,
τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Σταυρωθεὶς
ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς
Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Δόξα... (Τῶν Πατέρων) Ἦχος
δ'
Τὴν
ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης
συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες
πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως
καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς
τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν
ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν
καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν,
σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.
Καὶ νῦν ... (Τῆς Ἑορτῆς) Ἦχος
ὁ αὐτὸς
Κύριε,
τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός,
ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν
ποιητὴν καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν,
ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς
μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς
γεγονὸς δοξάζομεν.
Ἀπολυτίκια
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ
Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν
τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ,
ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα
σοι.
Δόξα...
Τῶν Πατέρων Ἦχος πλ. δ'
Ὑπερδεδοξασμένος
εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ
δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα
σοι.
Καὶ νῦν ...
Τῆς Ἑορτῆς Ἦχος δ'
Ἀνελήφθης
ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου
Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ
λυτρωτὴς τοῦ κόσμου.
ΕΝ ΤΩ
ΜΕΣΟΝΥΚΤΙΚΩ
Κανὼν
Τριαδικός, οὗ ἡ ἀκροστιχίς.
Τὸν ἔκτον ὕμνον
πρσσφέρω σοι, θειότης.
Ὠδὴ α' Ἦχος
πλ. β'
Ὡς ἐν ἠπείρῳ
πεζεύσας
Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως ἀπαράλλακτον
μορφήν, ἀγαθὸν φιλάνθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον.
Ὁ ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι
μιᾷ, πεφυκώς, συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως.
Νυμφοστολίσας ὁ Παῦλος τὴν ἐθνῶν, Ἐκκλησίαν, ἕνα σε,
τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ, καὶ δι' οὗπερ, καὶ ἐν ᾧ τὰ πάντα
γέγονεν.
Θεοτοκίον
Ἐκ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ
κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Ὠδὴ γ'
Οὐκ ἔστιν
ἅγιος
Κοσμήσας τρίφωτε Θεέ, τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν,
τρισαγίοις σε φωναῖς· δέξαι μεθ΄ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας, σου τὴν ἀγαθότητα.
Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες,
λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι, νῦν ἡμῖν συγχώρησιν.
Ὁ νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα
τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθὲς τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος, φρούρησον
ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατ' οὐσίαν γενονὼς ὁ Θεός
μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης, μόνος ἠλευθέρωσεν.
Καθίσματα
Ἦχος
πλ. β' Τὴν ὑπὲρ ἡμῶν
Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς
οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν,
συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθ΄ἡμῶν, καὶ οὐδεὶς
καθ' ἡμῶν.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον
Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων
τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα,
τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου· Ἐγώ εἰμι μεθ΄ὑμῶν, καὶ οὐδεὶς
καθ΄ὑμῶν.
Ὠδὴ δ'
Χριστός
μου δύναμις
Ὑψοῦ διάνοιαν, μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν
ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον.
Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν,
μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον.
Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις
λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ὁ τρισυπόστατος Θεός, μεθ' ὧν δέξαι μου τὴν αἴνεσιν.
Θεοτοκίον
Ὁ φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων
προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε.
Ὠδὴ ε'
Τῷ θείῳ
φέγγει σου ἀγαθὲ
Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων,
ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν, πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες
τῶν παραπτώσεων.
Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον,
στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως.
Ῥυθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς,
τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς θείας βασιλείας μέτοχον
ποίησον.
Θεοτοκίον
Ὁ πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε
Θεοῦ ἀναλλοίωτε φρούρει καὶ συντήρει τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης
σὲ Θεομήτορος.
Ὠδὴ ς'
Τοῦ βίου
τὴν θάλασσαν
Σοφίαν καὶ σύνεσιν, Θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι,
καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας
καταξίωσον. (Δίς)
Φῶς τὸ ἀδιαίρετον, κατ' οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον,
τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου καὶ πρὸς θείαν ἀγάπην
ἀναπτέρωσον.
Θεοτοκίον
Ἐν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος,
τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους
εἰσηγήσατο.
Καθίσματα
Ἦχος πλ. β'
Τὴν ὑπὲρ
ἡμῶν πληρώσας
Πάτερ καὶ Υἱὲ σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς τοὺς πίστει
σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ
πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι
μεθ΄ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.
Δόξα...
Καὶ νῦν ... Θεοτοκίον Ὅμοιον
Βλέψον εἰς ἡμᾶς πανύμνητε Θεοτόκε, λάμψον φωτισμὸν καρδίαις
ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου πανάχραντε· ὅσα γὰρ θέλεις, καὶ δύνασαι,
ὡς Μήτηρ οὖσα τοῦ Κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθ΄ὑμῶν,
καὶ οὐδεὶς καθ' ὑμῶν.
Ὠδὴ ζ'
Δροσοβόλον
μὲν τὴν κάμινον
Ῥωμαλέαν μοι διάνοιαν πρυτάνευσον τρίφωτε χαρακτῆρσι Μονάς,
τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός,
τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων
πειρασμῶν καὶ περιστάσεων.
Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατ' οὐσίαν Θεόν, ἰδιότησιν
ἀσυγχύτοις ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένην ἐν μορφῇ, ἀπαραλλάκτῳ
σαφῶς.
Θεοτοκίον
Θεὸς ὁ ὑπερούσιος προσείληφεν, ἄχραντε, ἐκ γαστρός σου ἁγνή,
τὸ ἡμέτερον φιλανθρώπως φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογημένη ἡ Θεὸν
σαρκὶ κυήσασα.
Ὠδὴ η'
Ἐκ φλογὸς
τοῖς Ὁσίοις
Ἱλασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν
πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω,
εἰς πάντας τοὺς αἰῶνας.
Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας
ἐλέησον, τρίφωτε μονὰς καὶ Τριὰς ὑπεράγαθε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην.
Ἐκ φωτὸς ἀϊδίου φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον
σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτί, πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον,
Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν
εἰς τούς αἰῶνας.
Ὠδὴ θ'
Θεὸν ἀνθρώποις
Ὁρᾶν αἱ τάξεις Χερουβὶμ Δέσποτα, κάλλους τοῦ σοῦ ἣν δόξαν
οὐ δυνάμεναι, πτέρυξι κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ
τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικὸν κράτος δοξάζουσαι.
Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς
καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον
καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς ἡμᾶς ἀξίωσον.
Ἡ φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργόν, Θεότης πεφυκυῖα
καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καὶ
καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος.
Θεοτοκίον
Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ
φθαρέντα ἀνέπλασε, διὰ σοῦ πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας
ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῶς πίστει δοξάζοντας.
Καὶ τὰ
λοιπὰ ὡς σύνηθες καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν
α' Στιχολογίαν.
Καθίσματα
Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς
τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς
Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε
βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας
τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν,
ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς
ἀναστήσας δόξα σοι.
Καὶ νῦν
... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ
βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα
σοι.
Μετὰ τὴν
β' Στιχολογίαν
Καθίσματα
Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο,
ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ
πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Τῷ ἑκουσίῳ θανάτῳ σου, ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε
καὶ μόνε τῶν ὅλων Σωτήρ· σὺ γὰρ ἐν τῇ σεπτῇ σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας
ᾍδου τὸ νῖκος, καὶ θανάτου τὸ κέντρον.
Καὶ νῦν
... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως
προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἶτα, ὁ
Ἀμωμος. τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ Ἅδου
συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν,
ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί,
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἰκτειρόν
με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους,
καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα...
Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ' ἀξίαν
πνεύσῃ, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον
Β'
Εἰ μὴ ὅτι Κύριος ἦν
ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε,
οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Δόξα...
Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη
καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον
Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι
θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν
σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα...
Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι
προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν
δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινὸν Ι'. Ἀνάστασιν
Χριστοῦ θεασάμενοι. Ὁ Ν' καὶ τὰ λοιπά.
Οἱ Κανόνες. ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν εἰς
δ', τῆς Ἀναλήψεως εἰς δ', καὶ τῶν Πατέρων εἰς ς'.
Κανὼν Ἀναστάσιμος
Ἦχος πλ. β'
Ὠδὴ α' Ὁ
Εἱρμὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην
Φαραώ, καθορῶν, ποντούμενον Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας
ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ
Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωὴν καί, τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου
σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.
Κανὼν τῆς
Ἀναλήψεως
Ὠδὴ α' Ἦχος
πλ. α' Τῷ Σωτῆρι Θεῷ
Ἄσωμεν πάντες λαοί, τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ
δόξης Χριστῷ, καὶ συγκαθίσαντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι
δεδόξασται.
Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ
Μωσῇ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι,
μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο, συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.
Θεοτοκίον
Ἄχραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων
τοῦ γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως,
σῶσαι οὓς ἔπλασεν.
Κανὼν τῶν
Ἁγίων Πατέρων Ἦχος πλ. β' Οὗ ἡ Ἀκροστιχίς.
Τὸν πρῶτον
ὑμνῶ, σύλλογον τῶν Ποιμένων.
Ὠδὴ α' Ὡς
ἐν ἠπείρῳ πεζεύσας
Τὴν τῶν ἁγίων Πατέρων ἀνευφημῶν, παναγίαν Σύνοδον, τὸ πανάγιον
αὐτῆς, ἐν ἐμοὶ χρησμῴδημα βοῶν, ἱκετεύω σε Χριστὲ διαφυλάττεσθαι.
Οἱ θεοφόροι Πατέρες ὡς ἀστραπαί, συνελθόντες σήμερον, σὲ
Χριστὲ μονογενῆ, τῷ Πατρὶ συνάναρχον Υἱόν, ὡμολόγησαν τρανῶς καὶ ὁμοούσιον.
Νύμφης σου τῆς Ἐκκλησίας οἱ εὐκλεεῖς, νυμφοστόλοι Δέσποτα,
τὸν τῆς πίστεως σαφῶς, ὁρισμὸν ἐκθέμενοι, χρυσοῦν, ὥσπερ κόσμον εὐπρεπῆ, ταύτην
ἐκόσμησαν.
Θεοτοκίον
Πεποικιλμένῃ τῇ δόξῃ τῇ θεϊκῇ, ἡ σεπτὴ Βασίλισσα, τῷ Υἱῷ τῷ
ἑαυτῆς, καὶ Θεῷ παρίσταται ἡμῖν, σωτηρίαν ψυχικὴν καθικετεύουσα.
Καταβασία
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ Ἐρρητόρευσε τὸν θεόγραφον
νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν,
γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας,
τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ,
ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς σταυρωθέντος, κραταιῶς συνείχετο.
Δόξα...
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· της ζωῆς γὰρ
μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται πᾶσιν ἡ Ἀνάστασις.
Καὶ νῦν
... Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ
θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ἀειπάρθενος.
Τῆς Ἀναλήψεως
Δυνάμει
τοῦ Σταυροῦ σου
Ἀνέπτης ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνυψώσας, ἡμῶν
τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.
Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι,
συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.
Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα,
καὶ ἀνύμνουν,τὴν ἁγίαν σου Ἀνάληψιν.
Θεοτοκίον
Ἱκέτευε, ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι
πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.
Τῶν Πατέρων
Οὐκ ἔστιν
ἅγιος
Ῥοὴν καὶ πάθος καὶ τομήν, Ἄρειος ὁ παράφρων, τῇ γεννήσει τῇ
θείᾳ, δυσσεβῶς ὁ ἀσεβής, προσάπτων τῷ τμητικῷ, τῶν Πατέρων ξίφει ἀποτέμνεται.
Ὡς πάλαι θεῖος Ἀβραάμ, στρατευόμενοι πάντες, οἱ σεπτοὶ
θεηγόροι, τοὺς ἐχθρούς σου ἀγαθέ, τοὺς μανιώδεις τῇ σῇ, δυναστείᾳ κραταιῶς ἀπώλεσαν.
Τὸ πρῶτον ἄθροισμα τῶν σῶν, κροτηθὲν ἱερέων, ὁμοούσιον Σῶτερ,
σὲ τῷ ἀνάρχῳ Πατρί, καὶ ποιητῇ τοῦ παντός, γεννηθέντα εὐσεβῶς ἐκήρυξαν.
Θεοτοκίον
Οὐ σθένει λόγος σε βροτῶν, οὐδὲ γλῶσσα Παρθένε, εὐφημεῖν
σε ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησεν.
Καταβασία
Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς προφήτιδος πάλαι, Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς
τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων.
Κοντάκιον
τῆς Ἀναλήψεως
Ἦχος
πλ. δ'
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας
τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ
μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ'
ὑμῶν.
Καθίσματα
τῶν Πατέρων
Ἦχος δ'
Ταχὺ προκατάλαβε
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε,
ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων,
σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ,
πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα...
Τῶν αὐτῶν
Ἦχος ὁ
αὐτὸς Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῶν Νικαέων ἡ λαμπρὰ πόλις σήμερον, ἐκ πάσης γῆς πρὸς ἑαυτὴν
συνεκάλεσε, τριακοσίους δέκα καὶ ὀκτὼ Ἀρχιερεῖς, κατὰ τοῦ λαλήσαντος, βλασφημίαν
Ἀρείου, καὶ κατασμικρύναντος τῆς Τριάδος τὸν ἕνα, Υἱὸν καὶ Λόγον ὄντα τοῦ Θεοῦ,
ὃν καθελόντες τὴν Πίστιν ἐκράτυναν.
Καὶ νῦν
... Τῆς Ἀναλήψεως Ὅμοιον
Ὁ ἀνελθὼν εἰς οὐρανοὺς μετὰ δόξης, καὶ συγκαθίσας τῷ Πατρὶ
δεξιόθεν, οὗ οὐδαμῶς κεχώρισαι, φιλάνθρωπε Χριστὲ· Πνεῦμα δὲ τὸ ἅγιον, τοῖς
σοφοῖς Μαθηταῖς σου, πέμψειν ὑποσχόμενος, καὶ ἡμῶν καταυγάσας, τὰς διανοίας δίδου
φωτισμόν, ὡς ἂν ἀπαύστως ὑμνῶμέν σε Δέσποτα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Χριστός
μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ
διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Τὸ
ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι
καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Οὐκ
ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων
φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Ὡς
ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως,
τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.
Τῆς Ἀναλήψεως
Εἰσακήκοα Κύριε τὴν ἀκοὴν
Ἀνελήφθης
ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι·
διὸ βοῶμεν· Δόξα Χριστε τῇ Ἀναλήψει σου.
Ὡς
ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων
στρατιαί, καὶ ἐβόησαν· Δόξα Χριστὲ τῇ ἀναλήψει σου.
Αἱ
τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων· Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ
Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Ἡ
Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μέν ἐστι, Παρθένος δὲ διέμεινεν·
ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε, κραυγάζομεν.
Τῶν Πατέρων
Χριστός μου δύναμις
Νοθεύσας
Ἄρειος, φρενὶ ἀγνώμονι, τὴν ὀρθόδοξον πίστιν ταῖς πατρικαῖς, ψήφοις ἐξωστράκισται,
τῆς Ἐκκλησίας σεσηπός, ὥσπερ μέλος ὁ δυσώνυμος.
Ὑπὲρ
σοῦ Δέσποτα, ἀγωνιζόμενος, ὁ χορὸς τῶν Πατέρων, σοῦ τοὺς ἐχθρούς, ἄγαν ἐτροπώσατο,
καὶ συμφυῆ σε τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐδόξασε.
Μεσίτης
γέγονας, Θεὸς καὶ ἄνθρωπος, τοῦ Θεοῦ καὶ ἀνθρώπων· ὅθεν Χριστέ, δύο σε ταῖς φύσεσιν,
ἕνα γνωρίζοντες Υἱόν, οἱ θεόφρονες ἐκήρυξαν.
Θεοτοκίον
Νεκρόν
μὲ ἔδειξε, φυτοῦ ἀπόγευσις· τῆς ζωῆς γὰρ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε,
καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησεν.
Καταβασία
Ἄναξ
ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθὼν Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές
σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς
ἐξέπεμψας ὡς εὐεργέτης, Ἄδουσι·
Δόξα τῷ κράτει σου Κύριε.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τῷ
θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι,
σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Ὑποχωρεῖ
μοι τὰ Χερουβίμ, νῦν , καὶ ἡ φλογὶνὴ ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα
Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Οὐκέτι
δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον,
δι' εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ
κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα
τὴν ὄντως Θεογεννήτριαν.
Τῆς Ἀναλήψεως
Ὀρθρίζοντες βοῶμέν σοι
Πληρώσας
εὐφροσύνης τὰ σύμπαντα, ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.
Ἀγγέλων
αἱ δυνάμεις αἰρόμενον, σὲ ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον· τῷ Βασιλεῖ ἡμῶν ἄρατε.
Ἀπόστολοι
ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον· τῷ βασιλεῖ ἡμῶν δόξα σοι.
Θεοτοκίον
Παρθένον
μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Τῶν Πατέρων
Τῷ θείῳ φέγγει σου
Ὡραῖοι
πόδες ὡς ἀληθῶς, σὲ τῶν κηρυττόντων τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν, πάντων
τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων Χριστέ, καὶ πλήθει τῆς εἰρήνης κόσμον συνάπτουσαν.
Σοφίαν
δύναμιν τοῦ Πατρός, Λόγον ἐνυπόστατον Χριστέ, σὲ συνελθόντες ἐκήρυξαν, οἱ τῆς
Παναγίας ἱερωσύνης σεπτῶς, τῷ νόμῳ σφραγισθέντες θεῖοι Διδάσκαλοι.
Ὑδάτων
νάματα καθαρά, τῆς διδασκαλίας τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ποτίσαντες, ἐπὶ τῶν ὑδάτων
της ἀναπαύσεως νῦν , τρυφᾶτε δι' αἰῶνος ἀγαλλιώμενοι.
Θεοτοκίον
Λυχνίαν
πάναγνε φαεινήν, πᾶσιν ἀπαυγάζουσαν Χριστόν, δικαιοσύνης τὸν Ἥλιον, σὲ εἰδότες,
μόνη Θεογεννῆτορ ἁγνή, τὴν σὴν νῦν προστασίαν ἐπικαλούμεθα.
Καταβασία
Λυτήριον
κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς
Ἐκκλησίας. Νῦν
ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ
γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι
σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.
Σταυρούμενος
Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ΄ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος
τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.
Ἀδὰμ
κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ Ἅδου βάραθρον, ἀλλ' ὁ φύσει
Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας συνανέστησας.
Θεοτοκίον
Ἡ
πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον
καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Τῆς Ἀναλήψεως
Ἐκύκλωσέ με ἄβυσσος
Ἐσκίρτησαν
Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον, ἐλπίδι τοῦ Πνεύματος,
καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου.
Ἐπέστησαν
οἱ ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· Ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον,
σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.
Ὡς
εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον
λέγουσαι· Μεγάλη Δέσποτα, ἡ φιλανθρωπία σου.
Θεοτοκίον
Βάτον
σὲ ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν,
Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.
Τῶν Πατέρων
Τοῦ βίου τὴν θάλασσαν
Παθεῖν
οὐ δεδύνηται, ζιζανίων ὁ σπορεύς, τὸ τῆς προνοίας ἄφατον, τῆς μανίας ἐπώνυμος ὁ
κληθείς· Ἰούδαν ζηλώσας γάρ, ὡς ἐκεῖνος ἐρράγη ὁ παμπόνηρος.
Ὁ
θεῖος κατάλογος, τῶν Πατέρων ὁ σεπτός, μονογενὲς ἀπαύγασμα, τῆς οὐσίας ἐκλάμψαν
τῆς Πατρικῆς, κηρύττει σε Δέσποτα, καὶ πρὸ πάντων γεννηθέντα Υἱόν.
Γαστὴρ
διαρρήγνυται, κατὰ λόγον ἡ πηγή, τὴν θολερὰν καὶ ἄποτον, αἱρέσεων πηγάσασα
δυσσεβῶν, ἀρότρῳ δεήσεως, ἱερέων ἐνθέων προμηθέστατα.
Θεοτοκίον
Ὁ
μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, καὶ
στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.
Καταβασία
Ἱλασμὸς
ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν΄ ὡς Προφήτην
θηρὸς ἐκ θαλαττίου, Στέρνων
Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
Κοντάκιον
Ἦχος πλ. δ'
Ἀποστόλων
τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ
καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ
δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐν
ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ
πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ
κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν
ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς
πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες
πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Συναξάριον
Τῇ
αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον
ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Στίχοι
Πόλου
νοητοῦ ἀστέρες σελασφόροι.
Ἀκτῖσιν
ὑμῶν φωτίσατέ μοι φρένας.
Κατὰ Ἀρείου
Ξένον
τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων,
Ἄρειος,
ἤτω τῆς Θεοῦ δόξης ξένος.
Ταῖς
τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Δροσοβόλον
μὲν τὴν κάμινον, εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον
πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ὀδυρόμενος
τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν,
τὸ φῶς συνεσκότασε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἠμφιάσατο
Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ Προπάτωρ δὲ θυμηδίας ἔμπλεως ὀφθείς,
χορεύων ἐσκίρτησε, βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Διὰ
σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ κτίστην σὺ τῶν
ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα
ἔλεος.
Τῆς Ἀναλήψεως
Ὁ ἐν καμίνῳ πυρὸς
Ὁ
ἐν νεφέλῃ φωτός, ἀναληφθεὶς καὶ σώσας κόσμον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν
Ἐπὶ
τῶν ὤμων Χριστὲ τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες.
Ὁ
ἀνελθὼν ἐν σαρκί, πρὸς τὸν ἀσώματον Πατέρα, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ
ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῶν Πατέρων
Δροσοβόλον μὲν τὴν κάμινον
Νενικήκατε
μανίας τὸν ἐπώνυμον, Ἄρειον, τὸν μανέντα δεινῶς, καὶ λαλήσαντα εἰς τὸ ὕψος ἄδικα
Θεοῦ· Υἱῷ γὰρ ἠρνήσατο βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὸν
Υἱὸν βροντῆς μιμούμενοι θεσπέσιοι, Λόγον Πατρὶ συνάναρχον, καὶ ὁμόθρονον, πυριμόρφοις
στόμασιν ὑμῶν, τοὺς πάντας διδάσκετε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς
ὑπόπτεροι τῷ Λόγῳ βοηθήσαντες, ἥκετε θεομακάριστοι· οἰκουμένης γὰρ ἐκ περάτων ἤθροισεν
ὑμᾶς, τὸ Πνεῦμα τὸ ἅγιον βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεανίας
τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ σε μὴ
φλέξαν, ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογημένη ἡ Θεόν σαρκὶ κυήσασα.
Καταβασία
Σύμφωνον
ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου
δὲ φωσφόρος χάρις, Σεβασμιάζει
τοῦ βοᾶν, Τριὰς μόνη, Ἰσοσθενής,
ἄναρχος, Εὐλογητὸς εἶ.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Ἐκ
φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ
δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι· ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἰουδαίων
τὸν πάλαι προφητοκτόνον λαόν, Θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ
ἀναρτήσαντα Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Οὐρανίους
ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς Ἅδου φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ,
ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐκ
φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα
γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Ἀναλήψεως
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων
Τὸν
ἐν δυσὶ ταῖς οὐσίαις, ἀναστάντα ζωοδότην Χριστόν, εἰς οὐρανοὺς μετὰ δόξης, καὶ
Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Τὸν
ἐκ δουλείας τὴν κτίσιν, τῶν εἰδώλων λυτρωσάμενον, καὶ παραστήσαντα ταύτην, ἐλευθέραν
τῷ ἰδίῳ Πατρί, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν
τῇ αὐτοῦ καταβάσει, καθελόντα τὸν ἀντίπαλον, καὶ τῇ αὐτοῦ ἀναβάσει, ἀνυψώσαντα
τὸν ἄνθρωπον, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τῶν
Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον
βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Πατέρων
Ἐκ φλογὸς τοῖς ὁσίοις
Πυρσωθέντες
ἀκτῖσι τῆς σῆς Θεότητος, οἱ χρηστοί σου Ποιμένες σὲ ὡμολόγησαν, γενεσιουργὸν τῶν
ἁπάντων καὶ Κύριον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ
χορὸς τῶν Ποιμένων ὁ παναοίδιμος, ἀθροισθεὶς θεοφρόνως Τριάδα ἄκτιστον, νῦν
θεολογῶν, πάντας διδάσκει βοᾶν· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἱεράρχαι
ποιμένες οἱ ἀξιάγαστοι, τὴν Χριστοῦ Ἐκκλησίαν, καταφωτίζουσιν, ἄλλοι ἀλλαχοῦ ταύτην
καταφαιδρύναντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μυστικῶς
ἐν εἰκόσι προεθεάσαντο, οἱ Προφῆταί σε πάντες Λόγον κυήσουσαν· σάρκα γὰρ ἐκ σοῦ
λαβὼν οὗτος προῆλθε διπλοῦς, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Λύει
τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες,
εὐλογεῖ δὲ τὸν μόνον, Σωτῆρα καὶ παντουργὸν ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα
κτίσις.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Θεὸν
ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε,
ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις στρατιαῖς
σε μακαρίζομεν.
Παθῶν
ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ, σαρκὶ προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν
παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας, πάθος, Σωτὴρ ἡμῶν· μόνος γὰρ ὑπάρχεις ἀπαθὴς
καὶ παντοδύναμος.
Φθορὰν
θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς
καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς,
ἡμᾶς συνήγειρας.
Τριαδικὸν
Πατέρα,
Υἱὸν συνάναρχον, πάντες βροτοί, ἐν χείλεσιν ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον
καὶ ὑπερένδοξον, Πνεύματος παναγίου, δύναμιν σέβομεν· μόνη γάρ ὑπάρχει πανσθενὴς
Τριὰς ἀχώριστος.
Τῆς Ἀναλήψεως
Σὲ τὴν ὑπὲρ νοῦν
Σὲ
τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον,
μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.
Σοῦ
τὴν θεωθεῖσαν σάρκα, ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον· Ἀληθῶς
οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν.
Σε
τῶν ἀσωμάτων τάξεις, Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον, ἰδοῦσαι ἐκραύγαζον·
τῷ τῆς δόξης Βασιλεῖ, πύλας ἄρατε.
Θεοτοκίον
Θεοτόκε,
Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἀγγέλοις ὁρῶσα
ἐμεγάλυνες.
Τῶν Πατέρων
Θεὸν ἀνθρώποις
Εὑρὼν
συμμάχους ὑμᾶς συνήθροισε, τῇ κραταιᾷ δυνάμει καθοπλίσας τοῦ Πνεύματος, ὁ Πατρὶ
συνάναρχος καὶ σύνθρονος, Λόγος ὁ πρὸ αἰώνων, ὃν νῦν Πανίεροι, σύν ταῖς οὐρανίαις
στρατιαῖς, ἀεὶ δοξάζετε.
Νομὴν
Ἀρείου δεινῆς αἱρέσεως, ὡς ἰατροὶ ψυχῶν τε καὶ σωμάτων ἐστήσατε, ἱερῶς τῆς πίστεως
τὸ Σύμβολον, πᾶσιν ἐκτεθεικότες· ὃ νῦν κατέχοντες, μνήμην τὴν ὑμῶν, Ἱερουργοί, ἀεὶ
δοξάζομεν.
Ὡς
φῶς ὑπάρχων, Χριστέ, πανάχραντον, τῆς τῶν παθῶν ἀχλύος τὴν ψυχήν μου ἐκλύτρωσε,
ταῖς πρεσβείαις Δέσποτα τῶν σῶν λειτουργῶν, τῶν νῦν σε κηρυξάντων, ἄναρχον, ἄκτιστον,
κτίστην τε τῶν ὅλων, καὶ Θεὸν Πατρὶ συνάναρχον.
Θεοτοκίον
Νεκροῖς
ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀρρήτου κυήσεως, Θεοτόκε Δέσποινα·
ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδὲς
σαφῶς διέλυσεν.
Καταβασία
Χριστὸς
Ἄνασσα, μητροπάρθενον κλέος. Ἄπαν
γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιιγγιᾷ δὲ
νοῦς, ἅπας σου τὸν τόκον Νοεῖν·
ὅθεν σε συμφώνως δοξάζομεν.
Τό, Ἅγιος Κύριος, ὁ Θεὸς ἡμῶν
ἐκ γ'
Ἐξαποστειλάριον Ἀναστάσιμον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Τιβεριάδος
θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ
Θωμᾶν εἶχε πρὸς ἄγραν, οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος
εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον, φανείς, καὶ ἄρτον
ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Ἕτερον τῶν Πατέρων
Γυναῖκες ἀκουτίσθητε
Πατέρων
θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον.
Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον
δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα.
Ἕτερον τῆς Ἀναλήψεως
Μαθητῶν
ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον·
Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν Στίχους η', καὶ ψάλλομεν
Στιχηρὰ Ἀναστάσιμα δ', καὶ τῶν Ἁγίων Πατέρων δ'.
Τὰ Ἀναστάσιμα Ἦχος πλ. β'
Ὁ
Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες,
σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Ἡ
ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες,
σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Σὺν
Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν
ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
Τριήμερος
ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε
καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
Τῶν Πατέρων Προσόμοια
Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι
Ὅλην
συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι,
τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ
σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον,
ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως
καὶ θεόφρονες. (Δίς)
Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων
ἡμῶν.
Ὅλην
εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον
χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς
Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν
παραδόσεων· ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο,
ὅρον θεοδίδακτον.
Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ.
Ὅλην
συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα,
τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες,
τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας,
οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται
ἱερώτατοι.
Δόξα... Ἦχος πλ. δ'
Τῶν
ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ,
καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς
θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν
λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι,
τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη
τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα,
ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη
ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ᾐχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται ,ὁ θάνατος
τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς
ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη
Ἀπόλυσις
Εἰς τὴν πρώτην Ὥραν, τὸ Ἑωθινὸν
Ἦχος πλ. β'
Μετὰ
τὴν εἰς Ἅδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀθυμοῦντες, ὡς εἰκός, ἐπὶ τῷ
χωρισμῷ σου, Χριστέ, οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν, καὶ πάλιν πλοῖα καὶ δίκτυα,
καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς Δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα
κελεύεις βαλεῖν. Καὶ ἦν ὁ λόγος ἔργον εὐθὺς καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον
ξένον ἕτοιμον ἐν γῇ, οὐ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς
καταξίωσον ἐντρυφῆσαι, φιλάνθρωπε Κύριε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοὶ
εἰς ιβ'.
Τῆς Ὀκτωήχου εἰς δ'
Ἦχος πλ. β'
Μνήσθητί
μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος
φιλάνθρωπος.
Διὰ
ξύλου, τὸν Ἀδὰμ ἀπατηθέντα, διὰ ξύλου Σταυροῦ πάλιν ἔσωσας, Λῃστὴν βοῶντα· Μνήσθητί
μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ἅδου
πύλας, καὶ μοχλοὺς συντρίψας, ζωοδότα, ἀνέστησας ἅπαντας, Σωτὴρ βοῶντας· Δόξα τῇ
Ἐγέρσει σου.
Μνήσθητί
μου, ὁ τὸν θάνατον σκυλεύσας, τῇ ταφῇ σου, καὶ τῇ Ἀναστάσει σου, χαρᾶς τὰ πάντα,
πληρώσας ὡς εὔσπλαγχνος.
Τῆς Ἀναλήψεως ἡ γ' Ὠδὴ εἰς
δ', καὶ τῶν ἁγίων Πατέρων ἡ ς' Ὠδὴ εἰς δ'.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς
ἡμέρας
Κοινωνικὸν
Αἰνεῖτε
τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου