Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΡ. (9)



ΜΑΡΤΙΟΣ
ΤΗ Θ’ ΤΟΥ  ΜΗΝΟΣ
Μνήιμη τῶν ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν τῇ λίμνη Σεβαστείας μαρτυρησάντων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν. Εἶτα τὰ γ’ Προσόμοια τοῦ Τριῳδίου, ειθ᾿ οὕτω τῶν Ἁγίων τὰ Ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος β’  Ἰωάννου Μοναχοῦ. 
Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ.
ίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ.
Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε ἐκ τοῦ ξύλου σε.
 ργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διό σου, δέομαι Πανάμωμε· Τῇ δυναστείᾳ σου, ῥῆξον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς ἀφθαρσίας με χλαῖναν, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.
Κατὰ δὲ τὴν τυπικὴν διάταξιν.
Δόξα... Ἦχος πλ. β’
ν ᾠδαῖς ᾀσμάτων· ὅρα εἰς τὸν Στίχον.
Καὶ νῦν... Θεοτοκίον. Εἴσοδος κλπ. καὶ καθεξὴς ἡ Θεία Λειτουργία.
Μὴ τελουμένης δὲ τῆς Λειτουργίας.
Εἰς τὸν Στίχον ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας, δίς, καὶ τὸ Μαρτυρικόν.
Δόξα... Τῶν Ἁγίων.
Ἦχος πλ. β’
ν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας, καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· Χαίρετε ἀθλοφόροι τοῦ Χριστοῦ, Ἡσύχιε, Μελίτων, Ἡράκλειε, Σμάραγδε καὶ Δόμνε, Εὐνοϊκὲ Οὐάλη καὶ Βιβιανέ, Κλαύδιε καὶ Πρίσκε, Χαίρετε Θεόδουλε Εὐτύχιε καὶ Ἰωάννη, Ξανθία Ἡλιανὲ Σισίνιε, Κυρίων Ἀγγία, Ἀέτιε καὶ Φλάβιε, Χαίρετε Ἀκάκιε, Ἐκδίκιε, Λυσίμαχε, Ἀλέξανδρε, Ἠλία καὶ Καύδιδε, Θεόφιλε Δομετιανέ καὶ Θεῖε Γάϊε Γοργόνιε, Χαίρετε Εὐτυχές καὶ Ἀθανάσιε, Κύριλλε καὶ Σαρκεδών, Νικόλαε καὶ Οὐαλέριε, Φιλοκτῆμον, Σεβηριανέ, Χουδίων καὶ Ἀγλάϊε. Ὡς ἔχοντες παρρησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, Μάρτυρες παναοίδιμοι, αὐτὸν ἐκτενῶς πρεσβεύσατε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν πανσέβαστον μνήμην ὑμῶν.
Θεοτοκίον  Ἦχος πλ. β’
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον  Ἦχος α’
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.
Καὶ τό, Θεοτόκε Παρθένε, καὶ τὰ λοιπά.
Αἱ γ’ μεγάλαι μετάνοιαι, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα  Ἦχος δ’
Ἐπεφάνης σήμερον. 
Τὸ σεπτὸν στερέωμα, τῆς Ἐκκλησίας, ὡς ἀστέρες μέγιστοι, καταλαμπρύνετε ἀεί, καὶ τοὺς πιστοὺς καταγαύζετε, Μάρτυρες θεῖοι, Χριστοῦ τεσσαράκοντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
ν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, πρσσδεξαμένη παρ' ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱὸν σσυ, σωθῆναι τοὺς δούλους σου.
Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα  Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
νδρειοτάτῳ λογισμῷ ὑπελθόντες, τὴν μαρτυρίαν θαυμαστοὶ Ἀθλοφόροι, διὰ πυρὸς καὶ ὕδατος διήλθετε, καὶ διεβιβάσθητε, σωτηρίας πρὸς πλάτος, κλῆρον κομισάμενοι, οὐρανῶν βασιλείαν, ἐν ᾗ ποιεῖσθε τὰς ὑπὲρ ἡμῶν, θείας δεήσεις, σοφοὶ Τεσσαράκοντα.
Δόξα... καὶ νῦν... Θεοτοκίον.
Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, τὰ σὰ ἐλέη δώρησαι τοῖς δούλοις σου, κράζουσι καὶ λέγουσι· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα.  Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων Μαρτύρων τὸ ἐγκαλλώπισμα, ἡ θεόστεπτος αὕτη καὶ θεοσύλλεκτος, τῶν Τεσσαράκοντα πληθύς, ἀνευφημήσθωσαν νῦν· διὰ κρυμοῦ γὰρ καὶ πυρός, δοκιμασθέντες οἱ σοφοί, ἐδείχθησαν στρατιῶται, Χριστοῦ τοῦ παμβασιλέως, καὶ πρεσβεύουσι τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.
Τὸ α’ Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον
Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Στίχ. πύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 15: 15, 17-27, 16:1-2
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Ὁ Ν'
Δόξα... Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἦχος β’ Κυπριανοῦ Μοναχοῦ.
Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Κανόνες τῶν Ἁγίων εἰς ς’ καὶ τὰ Τριῴδια εἰς τὴν τάξιν αὐτῶν.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν καὶ τῶν Θεοτοκίων.
Θεοστεφῆ φάλαγγα μέλπω Μαρτύρων.
Ποίημα Ἰωάννου Μοναχοῦ..
Ὠδὴ  α’  Ἦχος β’
Ὁ Εἱρμὸς.
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ  Θεῷ, τῷ  διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Θεοστεφῆ, φάλαγγα μέλπω Μαρτύρων Χριστοῦ, ἐν θεοπνεύστοις ᾄσμασι, τῶν Τεσσαράκοντα, τὴν ἐτήσιον μνήμην, φαιδρῶς πανηγυρίζων, ὅτι δεδόξασται.
πὶ τῆς γῆς, ἅπασαν ἀπαρνησάμενοι προσηγορίαν εἵλοντο οἱ Τεσσαράκοντα, τὴν Χριστώνυμον κλῆσιν, δι' ἧς ἐν τοῖς ὑψίστοις, νῦν πολιτεύονται.
Οἱ ἐν Χριστῷ, σάρκα καὶ κόσμον μισήσαντες, τὸν παλαιὸν μὲν ἄνθρωπον συνεξεδύσασθε, τῇ προσκαίρῳ ἐσθῆτι, στολὴν δὲ ἀφθαρσίας περιεβάλεσθε.
Θεοτοκίον.
Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.
Ὠδὴ  γ’  Ὁ Εἱρμὸς. 
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν, τῶν ὑμνούντων σε.
Στρατείας καὶ ζωῆς καὶ ὡραιότητος, σωμάτων καὶ ὄλβου ἠλογηκότες, εὐκλεῶς οἱ Τεσσαράκοντα, τὸν Χριστὸν ἀντὶ πάντων ἐκληρώσαντο.
Τοῖς λίθοις ἀφειδῶς οἱ Τεσσαράκοντα, προστάξει βαλλόμενοι τῶν τυράννων, τὰς βολὰς διὰ τοῦ Πνεύματος, κατὰ τῶν προσταττόντων ἀπεκρούσαντο.
λάλει κατὰ τῶν τυράννων χείλεσιν, ὁ ὄφις τοῦ Κτίσαντος βλασφημίας, ἀλλ' αὐτοῦ τὸ θεομάχον στόμα, τοῖς κατὰ τῶν Μαρτύρων λίθοις θλάττεται.
Θεοτοκίον.
Τοῦ ἄνθρακος χρυσοῦν θυμιατήριον, τοῦ θείου ἀνύμφευτε γενομένη, τὸ δυσῶδες τῆς καρδίας μου, εὐωδίασον μόνη Ἀειπάρθενε.
Κάθισμα  Ἦχος πλ. δ’
Τὴν Σοφίαν.
Τῷ Χριστῷ στρατευθέντες μαρτυρικῶς, τὸν ἐχθρὸν καθελόντες ἀθλητικῶς, ἔργοις ἐκπληρώσαντες, τοῦ Προφήτου τὰ ῥήματα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, γενναίως διήλθετε, ἀναψυχὴν εὑράμενοι, ζωὴν τὴν αἰώνιον· ὅθεν καὶ στεφάνους οὐρανόθεν λαβόντες, χοροῖς συνευφραίνεσθε, Ἀσωμάτων δυνάμεων, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Θεοτοκίον.
νθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν τρέμω τὴν φοβεράν, φρίττω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν ἄϋπνον σκώληκα· Οἴμοι! τὶ ποιήσω, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται, καὶ κρυπτὰ δημοσιεύωνται! Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀχρεῖος οἰκέτης σου.
Ὠδὴ  δ’  Ὁ Εἱρμὸς.
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Φρενοβλαβεῖτε ἔλεγον, οἱ Ἀθληταὶ τὴν πρόξενον ζημίας, δωρεὰν προτείνοντες, ἀθεώτατοι.
κονημένα ξίφει τε, θῆρας καὶ πῦρ, σταυρόν τε τοῖς Ἁγίοις, οἱ Χριστοῦ διῶκται ἐπανετείνοντο.
Φοβερὸν ἡμῖν ἔλεγον, οἱ Ἀθληταὶ τὸ πῦρ τῆς γεέννης, τὸ δὲ νῦν, ὡς σύνδουλον, οὐ πτοούμεθα.
παστράπτοντες Ἔνδοξοι, τῇ νοερᾷ Χριστοῦ φωταγωγίᾳ, πρὸς ἀκτῖνα θείαν με ὁδηγήσατε.
Θεοτοκίον.
Δυσωποῦμέν σε  Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβευειν ὑπὲρ τῶν δούλων σου.

Ὠδὴ  ε’  Ὁ Εἱρμὸς.
τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Λύσσῃ παράφρονι, τῶν διωκτῶν οἱ Ἀθληταὶ αἴθριοι, ἐν τῷ κρυμῷ διανυκτερεύειν καταδικασθέντες, ἀνέμελπον ὕμνον, Θεῷ χαριστήριον.
γαλλιώμενοι, οἱ Τεσσαράκοντα Χριστοῦ Μάρτυρες, τὴν ἀλγεινὴν ὑπέμειναν πῆξιν ἐν λίμνῃ ἑστῶτες, ἐλπίδι τῶν θείων στεφάνων νευρούμενοι.
Γέλως προτίθεται, τοῖς Τεσσαράκοντα Χριστοῦ Μάρτυσιν, ἀποπνιγεὶς ὁ πρὶν ἐμφωλεύων, τοῖς ὕδασιν ὄφις, τὴν ὀλεθροτόκον· ἰσχὺν γὰρ ἀφῄρηται.
Θεοτοκίον.
Σοὶ τῇ Τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.
Ὠδὴ  ς’  Ὁ Εἱρμὸς.
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Γεγηθὼς ὁ ἀρχέκακος ἥρπασεν, ὡς τῆς δωδεκάδος Ἰούδαν τὸν δείλαιον, καὶ τῆς Ἐδὲμ τὸν ἄνθρωπον, τῆς τεσσαρακοντάδος τὸν ἔκπτωτον.
ναιδὴς ὢν δικαίως φρυάττεται, οἷα γὰρ Λῃστῇ, καὶ Ματθίᾳ τὸ πρότερον, οὕτω καὶ νῦν ὁ τύραννος, τοῦ φρουροῦντος τῇ κλήσει σπαράττεται.
Ματαιόφρων καὶ θρήνων ἐπάξιος, ὃς τις τῶν ζωῶν ἀμφοτέρων διήμαρτε· διὰ πυρὸς γὰρ λέλυται, καὶ πρὸς πῦρ ἐξεδήμησεν ἄσβεστον.
Θεοτοκίον.
πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Κοντάκιον.  Ἦχος πλ. β’
Τὴν ὑπὲρ ἡμῶν. 
Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες, τῷ  ἐν οὐρανοῖς Δεσπότῃ προσεκολλήθητε, Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος, διελθόντες μακάριοι, ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.
Ὁ Οἶκος.
Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ, τῷ  ἐκτείναντι τὸν οὐρανὸν καθάπερ δέρριν, τῷ  τὴν γῆν ἑδράσαντι, καὶ συνάξαντι τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ  τὰ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν, καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ  προσδεχομένῳ τῶν Ἀρχαγγέλων τὸν ὕμνον, καὶ ὑπ' ἀγγέλων δοξαζομένῳ, καὶ ὑπὸ πάντων προσκυνουμένῳ, Χριστῷ τῷ  παντοκράτορι, τῷ  Πλάστῃ καὶ Θεῷ ἡμῶν, προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵνα ἰσχύσω εὐσεβῶς ὑμνῆσαι κἀγὼ τοὺς Ἁγίους, οὓς αὐτὸς ἔδειξας νικητάς, δωρησάμενος αὐτοῖς δόξαν ἐκ τῶν οὐρανῶν, καὶ στεφάνων πληθύν.
Συναξάριον.
Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ τῇ πόλει μαρτυρησάντων.
Στίχοι
Πληροῦμεν ὑστέρημα σοῦ, Σῶτερ, πάθους,
Τεσσαράκοντα, συντριβέντες τὰ σκέλη.
μφ' ἐνάτῃ ἐάγη σκέλη ἀνδρῶν τεσσαράκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.
Στίχοι
κλωβὸς ἅρμα πυρός, αἱ δ' αὖ λαμπάδες,
Οὐρπασιανέ, σοὶ τέθριππος ἀνόδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Στίχοι
Γρηγορίου πρὸς νεκρὸν Καισαρίου,
Γλώττης χαλινοῖ τῆς ἐμῆς λόγους λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφη τελειοῦνται.
Στίχοι
Διὰ ξίφους ἤθλησε συγγενὲς γένος,
παππόμμαμος πατρομητροτεκνία.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ  ζ’  Ὁ Εἱρμὸς.
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου, προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ξέστη ὁρῶν, τοὺς στεφάνους ὁ φρουρὸς τῶν Τεσσαράκοντα, καὶ παρωσάμενος τὸ φιλόζωον, ἀνεπτερώθη τῷ  ἔρωτι, τῆς ἐπιφανείσης σου δόξης, καὶ σὺν τοῖς Μάρτυσιν ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λουτρῷ προσδραμών, ψυχοφθόρῳ θανατοῦται ὁ φιλόζωος, ὁ δὲ φιλόχριστος ἅρπαξ ἄριστος, τῶν θεαθέντων γενόμενος, ὥσπερ ἐν λουτρῷ ἀφθαρσίας, σὺν τοῖς Μάρτυσιν ἔψαλλεν·Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πυρὸς νοητοῦ, ἀναφθέντος ἐν φρεσὶ τῶν Τεσσαράκοντα, ἡ πολυμήχανος κατεφλέγετο, τῶν ἀσεβούντων ἀπόνοια, ὥσπέρ τις κηρὸς τηκομένη, σοὶ δὲ Χριστὲ ἀνεμέλπετο· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς λίαν φαιδρά, εὐπρεπής τε τοῦ Σταυροῦ Χριστὲ ἡ δύναμις, δι' ἐναντίων στέφη πλέκουσα, τοῖς τεσσαράκοντα Μάρτυσιν· ὕδωρ γὰρ καὶ πῦρ διελθόντες, ἐν ἀφθαρσίᾳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Σὲ βὰτον Μωσῆς, ἐν τῷ ὄρει τῷ Σινᾷ πυρπολουμένην, Ἁγνὴ προεθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀρρήτου οὐσίας, ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, Ἁγίων ὑποστάσεων.
Ὠδὴ  η’ Ὁ Εἱρμὸς.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μανιωδῶς τοῖς Ἀθληταῖς, ἐποτρύνας ὁ ἐχθρὸς ἅπασαν κτίσιν, διὰ πάσης ᾐσχύνθη· οἱ Τεσσαράκοντα γὰρ ἀπαύστως· Ὑμνεῖτε κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστόν εἰς τοὺς αἰῶνας.
νηλεῶς ὑπὲρ Χριστοῦ, τὰ τοῦ σώματος ὑμῶν μέλη θλασθέντες, ὁλοκαύτωμα θεῖον προσενεχθέντες Θεῷ, ἀγγέλων χοροῖς συναγάλλεσθε, Μάρτυρες ὑμνοῦντες, Χριστόν εἰς τοὺς αἰῶνας.
ωμαλεότητι φρενῶν, ὃν ἐκύησεν ἐπ' ὤμων ἀραμένη, ἡ φιλόθεος μήτηρ, τῆς εὐσεβείας καρπόν, προσάγει σὺν Μάρτυσι Μάρτυρα, τὴν ἱερουργίαν, Ἀβραὰμ μιμουμένη.
Τὴν πρὸς τὴν ἄληκτον ζωήν, εὐθυδρόμως, ὦ υἱέ, στέλλου πορείαν, ἡ φιλόχριστος μήτηρ, τῷ  φιλοχρίστῳ παιδί, ἐβόα· Οὐ φέρω σε δεύτερον, τῷ  ἀγωνοθέτῃ, Θεῷ ἐμφανισθῆναι.
Τριαδικὸν.
Τὴν ὡς ἡλίοις ἐν τρισίν, ἑνιαίαν εὐσεβῶς φύσιν νοοῦντες, ἐχομένοις ἀλλήλων, τὸ τρισυπόστατον Φῶς, ὑμνοῦμεν τὰ ἔργα ὡς Κύριον καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.
Θεοτοκίον.
Νεῦσον δεήσεσιν ἡμῶν, τῶν σῶν δούλων ἀγαθὴ Θεοκυῆτορ, καὶ δεινῶν τὰς ἐφόδους, καὶ πειρασμῶν προσβολάς, ταχέως κατάπαυσον Δέσποινα, ἵνα σε τιμῶμεν, ὑπερευλογημένη.
Ὠδὴ  θ’  Ὁ Εἱρμὸς.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
πὲρ Χριστοῦ γυμνωθέντες, καὶ τοῖς λίθοις βληθέντες, ἀέρος ὑπεμείνατε κρυμόν, ὕδατος πῆξιν, καὶ θλᾶσιν μελῶν, καὶ πυρὶ φλογισθέντες, ἐν ποταμίῳ λάμπετε ῥοΐ, τηλαυγεῖς ὡς φωστῆρες, Μάρτυρες τεσσαράκοντα.
άβδον δυνάμεως θείας, τὸν Σταυρὸν κεκτημένοι, ἐβόων τῷ  Χριστῷ οἱ Ἀθληταί, οἱ τεσσαράκοντα, Δέσποτα πανσθενεῖ τροπαιούχῳ, τῇ σῇ στεφανωθείημεν χειρί, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνωμεν.
ς ἀλγεινὴ μὲν ἡ πῆξις, ὡς δὲ λίαν ἐκτόπως, δριμὺς ὃν ὑπεμείνατε κρυμόν, ἀλλὰ γλυκὺς ὁ Παράδεισος· Ἀβραὰμ γὰρ οἱ κόλποι, τοῦ Πατριάρχου θάλπουσιν ὑμᾶς, ἐν σκηναῖς αἰωνίοις, Μάρτυρες τεσσαράκοντα.
Νενικηκότες τοῖς ἄθλοις, καὶ τῇ τρισυποστάτῳ Τριάδι, παρεστῶτες, Ἀθληταί, νῦν δωρηθῆναι πρεσβεύσατε, τὴν εἰρήνην τῷ  κόσμῳ, νίκας τῷ  φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, Μάρτυρες τεσσαράκοντα.
Θεοτοκίον.
Χαῖρε πηγὴ ἀφθαρσίας, χαῖρε κούφη νεφέλη, χαῖρε τερπνὲ Παράδεισε Θεοῦ, χαῖρε πηγὴ ἰαμάτων ψυχῶν, χαῖρε ἅγιον ὄρος, ὃ εἶδεν ὁ Προφήτης Δανιήλ, χαῖρε Μήτηρ Παρθένε, χαῖρε ἡ πάντων Ἄνασσα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Χορὸς τετραδεκάριθμος, Μαρτύρων Τεσσαράκοντα, τῆς ὑπερθέου Τριάδος, τῶν ἀρετῶν τετρακτύϊ, πυρὸς ἀέρος ὕδατος, καὶ γῆς στοιχείων τετράδος, ᾄσμασι θείοις ὑμνείσθω, ὑπὲρ Χριστοῦ ὡς ἀθλήσας, τοῦ τῶν ἁπάντων Δεσπότου.
Θεοτοκίον.
Χαῖρε κατάρας λύτρωσις, καὶ τοῦ Ἀδὰμ ἀνάκλησις, χαῖρε Ἁγνὴ Θεοτόκε, ἐλπὶς καὶ σκέπη τοῦ κόσμου, χαῖρε σεμνὴ μητρόθεε, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε ἡ κλῖμαξ καὶ πύλη, χαῖρε κούφη νεφέλη, χαῖρε τῆς Εὔας ἡ λύσις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’. Εἰ βούλει δέ, ψάλλε τὰ Ἰδιόμελα τῶν Ἁγίων, καὶ ποίησον Στίχους ἕξ.
Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν.
Δεῦτε μαρτυρικὴν Ἀδελφοί, μέτ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, τῷ  κρύει πυρποληθεῖσαν, καὶ τὸν τῆς πλάνης κρυμόν, διαπύρῳ ζήλῳ πυρπολήσασαν, στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα, συνασπισμόν τε, ἀρραγῆ καὶ ἀνίκητον, τοὺς τῆς πίστεως, περιβόλους καὶ φύλακας, Μάρτυρας τεσσαράκοντα, χορείαν τὴν ἔνθεον, τῆς ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμών εἰρήνην, καὶ μέγα ἔλεος.
Χαίροις συναγωγὴ κραταιά, καὶ Ἱερὰ καὶ τροπαιοῦχος παράταξις, οἱ πύργοι τῆς εὐσεβείας, οἱ στρατιῶται Χριστοῦ, οἱ στερροὶ ὁπλῖται καὶ ἀήττητοι, τὸν νοῦν εὐτονώτατοι, καὶ ψυχὴν ἀνδρειότατοι, τῷ  ὄντι θεῖοι, καὶ Θεῷ ποθεινότατοι, χορὸς Ἅγιος καὶ θεόλεκτον σύστημα, Μάρτυρες τεσσαράκοντα, οἱ ἴσοι τὴν ἄθλησιν, ἴσοι τὴν γνώμην καὶ ἴσους, καὶ τοὺς στεφάνους δεξάμενοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Χαίροις τροπαιοφόρος πληθύς, ἡ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσασα, ἀστέρες οἱ διελθόντες, διὰ πυρὸς καὶ κρυμοῦ, καὶ ὑδάτων πῆξιν διαλύσαντες, οἱ γῆν οὐρανώσαντες, καὶ τὰ πάντα φωτίσαντες, οἱ ἐν τοῖς κόλποις, Ἀβραὰμ νῦν θαλπόμενοι, οἱ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασι, Μάρτυρες τεσσαράκοντα, τὰ ἄνθη τὰ πνέοντα, τήν εὐωδίαν τῆς ὄντως, πνευματικῆς διαδόσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Τὰ Ἰδιόμελα  Ἦχος α’
Χορὸς τετραδεκαπύρσευτος, στρατὸς ὅλος θεοσύλλεκτος, συνεξέλαμψε τῇ νηστείᾳ ἄθλοις σεπτοῖς, ἁγιάζων καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.
Ἕτερον  Ἦχος β’
Τὴν τετραδεκάριθμον χορείαν τῶν Μαρτύρων, τὶς μὴ ἀνυμνήσει; τῷ  γὰρ ὕδατι τῆς λίμνης εἰσῆλθον θαρσαλέως, καὶ τῷ  κρύει σφιγγόμενοι, τὴν ᾠδὴν ἀνέμελπον τῷ  Κυρίῳ. Μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν Κύριε, μὴ ἐν ποταμοῖς ὀργισθῇς ἡμῖν φιλάνθρωπε, ἐλάφρυνον τὸ βάρος, καὶ τὴν πικρότητα τοῦ ἀέρος· τῷ  οἰκείῳ γὰρ αἵματι, ἐβάφησαν ἡμῶν οἱ πόδες, καὶ εἰσήγαγες ἡμᾶς ὁ Θεὸς εἰς τὰς αἰωνίους σου σκηνάς, ἵνα ὁ κόλπος ἡμᾶς θάλψῃ τοῦ Πατριάρχου Ἀβραάμ.
Ἕτερον, ὁ αὐτὸς.
ληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων, τῷ  πυρὶ τῶν βασάνων, καὶ τῇ τοῦ ὕδατος πήξει, τοῖς πιστοῖς κατήρδευσαν· τετραρίθμῳ γὰρ ᾄδοντες, δεκάδι τῷ  Σωτῆρι, εἷς μὲν ὄντες τοῖς πνεύμασιν, ἐν σώματι δὲ πλείους, προσηνέχθησαν Χριστῷ, καὶ Θεόνυμφος Μήτηρ τῷ  φιλοχρίστῳ παιδί, ἐπ' ὤμων ἀραμένη ἔλεγε· Δεῦρο Ἀθλητά, καὶ συναγωνίζου τοῖς προλοίποις.
Δόξα...  Ἦχος πλ. α’
Ἰωάννου Μοναχοῦ.
θλοφόροι Χριστοῦ, τὴν πάνσεπτον νηστείαν φαιδροτέραν ἀπειργάσασθε, τῇ μνήμῃ τῆς ἐνδόξου ὑμῶν ἀθλήσεως· Τεσσαράκοντα γὰρ ὄντες, τὴν τεσσαρακονθήμερον ἁγιάζετε, τὸ σωτήριον πάθος μιμησάμενοι, διὰ τῆς ὑπὲρ Χριστοῦ ὑμῶν ἀθλήσεως. Διὸ ἔχοντες παρρησίαν πρεσβεύσατε, ἐν εἰρήνῃ καταντῆσαι ἡμᾶς, εἰς τὴν τριήμερον Ἀνάστασιν τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη.
Ἡ πρώτη Ὥρα, καὶ αἱ λοιπαὶ ἐφεξῆς, ἐν αἷς λέγομεν Ἀπολυτίκιον καὶ Κοντάκιον τῶν Ἁγίων, ποιοῦντες καὶ τὰς τρεῖς μεγάλας Μετανοίας.
Ἐὰν δὲ μὴ ψάλληται Δοξολογία.
Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν.
Δόξα... τῶν Ἁγίων
Ἦχος β’
Τὴν λίμνην ὡς Παράδεισον, καὶ τὸ κρύος ὡς καύσωνα, οἱ Μάρτυρες ἡγήσαντο, Χριστὲ ὁ Θεός, οὐκ ἔπτηξαν τὸν λογισμὸν αἱ τῶν τυράννων ἀπειλαί, οὐκ ἐδειλίασαν οἱ γενναῖοι τῶν βασάνων τὰς προσβολάς, ὅπλον θεῖον κεκτημένοι τὸν Σταυρόν· δι' αὐτοῦ γὰρ τὸν ἐχθρόν, ὡς κραταιοὶ ἐτροπώσαντο· ὅθεν καὶ τὸν στέφανον ἐκομίσαντο τῆς χάριτος.
Καὶ νῦν... Θεοτοκίον.
διόδευτε πύλη μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ  Υἱῷ σου καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Εἶτα, Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι.
Καὶ ἡ λοιπή, Ἀκολουθία, αἱ γ’ μεγάλαι Μετάνοιαι, καὶ ἡ α’ Ὥρα καὶ Ἀπόλυσις.

ΕΝ ΔΕ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὴν συνήθη Στιχολογίαν.
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, τὸ Μαρτυρικόν, τὰ γ’ Προσόμοια τοῦ Τριῳδίου, καὶ τῶν Ἁγίων δ’. Δευτεροῦντες τὸ α’.
Ἦχος β’  Ἰωάννου Μοναχοῦ.
Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα· Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται, μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ.
ίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι' ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Τοῦ αὐτοῦ.
Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης, ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος β’
Κυπριανοῦ Μοναχοῦ.
Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι' αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ Πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου.
Τό, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Ἀναγνωσμάτων, τό, Κατευθυνθήτω.
Προκείμενον. Ἦχος γ' [Ψαλμός μστ΄ 46]
Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου.
Κεφ.  12: 1-10
δελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾿Ιησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος. Ὅν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός 65].
Στίχ.  λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. τι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός.
Εὐαγγέλιον.
κ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 20: 1-16
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῾Ομοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἱκοδεσπότῃ, ὅς τις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα· καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ὴμέραν ἀργοί; Λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι, ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βἀρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι, ὡς καὶ σοί. Ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι· καὶ οἱ πρῶτοι, ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Καὶ ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων.
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Εἰς δὲ τὴν Τράπεζαν ἐσθίομεν ἔλαιον καὶ οἶνον. Εἰ δὲ ἐν τῇ Α’ Ἑβδομάδι τύχοι, οἶνον μόνον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου