Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΦΕΒ. (5)



ΦΕΒΡΟΥΑΡΙΟΥ
ΤΗ Ε’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.
Προσόμοια τῆς Ἑορτῆς
Ἦχος δ' Ἔδωκας σημείωσιν
Νόμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῶ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, Συμεὼν ὁ Πρέσβυς, γηραιαῖς ἀγκάλαις. Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα· κατεῖδον γὰρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τῆς ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας Χάριτος· διὸ σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν· Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε Δέσποτα.
Κόλπων τοῦ Γεννήτορος, μὴ χωρισθεὶς τῇ Θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα· διό, Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅτι εἶδόν σε σήμερον.
Προσόμοια τῆς Ἁγίας, ὅμοια
φθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη Θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρός νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεὶ σε δοξάσαντα.
Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας, Ἔνδοξε, τὰς αἰωνιζούσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὃ σοι Χριστὸς νῦν δεδώρηται, δι' αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότατα.
ρμημα ἀκάθεκτον, πυρὸς αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς Ἀγαθώνυμε, καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον τιμῶσαν, ἐξ οὗ τρυφᾷ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.
Δόξα... Τῆς Ἁγίας
Ἦχος πλ. δ' Συκεώτου
Παράδοξον θαῦμα γέγονεν, ἐν τῇ ἀθλήσει τῆς πανενδόξου Ἀγάθης, καὶ Μάρτυρος Χριστοῦ τοῦ Θεοῦ, ἐφάμιλλον τῷ Μωϋσεῖ· ἐκεῖνος γάρ, τὸν λαὸν νομοθετῶν ἐν τῷ ὄρει, τὰς ἐγγραφείσας ἐν πλαξὶ θεοχαράκτους Γραφὰς ἐδέξατο, ἐνταῦθα δὲ ὁ Ἄγγελος, οὐρανόθεν τῷ τάφῳ πλάκα ἐπεκόμισεν ἐγγεγραμμένην· Νοῦς ὅσιος, αὐτοπροαίρετος, τιμὴ ἐκ Θεοῦ, καὶ πατρίδος λύτρωσις.
Καὶ νῦν... Τῆς Ἑορτῆς, ὁ αὐτὸς
τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ, κατὰ νόμον προσφερόμενος, Πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν Ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν. Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.
Ἦχος α' Πανεύφημοι Μάρτυρες
ς ὄντως ὑπέρλαμπρος Θεοῦ, κιβωτὸς ἡ ἄχραντος, τὸ ἱλαστήριον σήμερον, Χριστὸν προσφέρουσα, ἐν ναῷ εἰσάγει, καὶ σεπτῶς προστίθησιν, ἀγκάλαις Συμεὼν τοῦ θεόφρονος· διὸ ἡγίασται, τῶν ἁγίων νῦν τὰ ἅγια, καὶ τῷ μόνῳ Ἁγίῳ συγχαίρουσι.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.
Δεδόξασται σήμερον Χριστόν, Συμεὼν ὡς ἄνθρακα, θεοπρεπῶς εἰσδεξάμενος, καὶ περιπτύσσεται, καθαρθεὶς τὰ χείλη, ἀνθομολογεῖται δέ, καὶ χαίρων ἐξαιτεῖ τήν ἀπόλυσιν. Αὐτὸν οὖν ἅπαντες, εὐσεβῶς νῦν μακαρίζοντες, ἀσιγήτοις ἐν ὕμνοις τιμήσωμεν.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
πύλη ἡ ἔμψυχος Ἁγνή, ἡ Παρθένος σήμερον, τὸν βασιλέα καὶ Κύριον, ὃν ἔνδον ἔσχηκεν, ἐν ναῷ εἰσάγει, διὰ πύλης βαίνουσα τῆς πάλαι κεκλεισμένης, ὡς γέγραπται· ὅθεν χορεύοντες, πρὸ προσώπου ταύτης ἅπαντες, θείοις ὕμνοις αὐτὴν εὐφημήσωμεν.
Δόξα... Καὶ νῦν ... Ἦχος δ'
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἀγκάλαις ὑποδεξάμενος ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Αὐτόμελον
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν , ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.
Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν
τέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ
Εἶτα λέγονται οἱ Κανόνες, ὁ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς.
Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις. Θεοφάνους.
Ὠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.
ρθης Ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.
Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.
Θεοτοκίον
Θεοπρεπές, σκήνωμα Ἁγνὴ σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
γάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.
Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ βασιλείαν ἀγαπήσασα.
πάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.
Θεοτοκίον
Θεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.
Κάθισμα τῆς Ἁγίας Ἦχος γ'
Θείας πίστεως
Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθη, Ἀγάθη Νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς
Τὴν ὡραιότητα
κ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
μνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
σχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν , τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.
Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα.
Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.
Θεοτοκίον
πείρως τῶν Ἀγγέλων Πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς Θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ φωτί, τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.
Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.
λῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.
να τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε Ἁγνή, χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ' ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.
ξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.
Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.
Θεοτοκίον
Ψαλμικῶς εὐφημοῦντες βοῶμέν σοι· Χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι' ἡμῶν σωτηρίαν Θεόνυμφε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.
Συναξάριον
Τῇ Εˊ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.
Στίχοι
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.
Στίχοι
Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον,
Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προσταγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
πέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἃς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος παρθένε, ἀγαλλομένη καὶ λέγουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε Πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως σοι κράζοντα· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ν εὐφροσύνῃ καὶ χαρᾷ, δι' αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.
Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης αὐτῷ, βοῶσα· Δραμοῦμαι ὀπίσω σου, καὶ κατασκηνώσω σὺν σοὶ εἰς τούς αἰῶνας.
περφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τούς αἰῶνας.
Θεοτοκίον
Μύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ σοι Παρθένε κραυγάζομεν, Χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».
Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωαρχικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.
θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.
λεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστὸν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.
Θεοτοκίον
Σωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, πάναγνε Μήτηρ ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.
Ἐξαποστειλάριον τῆς Ἁγίας
Γυναῖκες ἀκουτίσθητε
γάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.
Τῆς Ἑορτῆς, ὅμοιον
Πληρῶν σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.
Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
Φόβῳ τε καὶ χαρᾷ, ἀγκάλαις τὸν Δεσπότην, ὁ Συμεὼν κατέχων, ζωῆς ᾐτεῖτο λύσιν, ὑμνῶν τὴν Θεομήτορα.
Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,
Νῦν με πρὸς τὴν ζωήν, ἀπόλυσον τὴν ὄντως, ὁ Συμεὼν ἐβόα· Σωτήρ μου, εἶδον γὰρ σε, τὸ φῶς τοῦ κόσμου Δέσποτα.
Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ννα προφητικῶς, ἡ σώφρων καὶ Ὁσία, νῦν ἀνθωμολογεῖτο, τῷ ἐκ Παρθένου φύντι βροτῶν εἰς ἀπολύτρωσιν.
Δόξα... Καὶ νῦν ... Ὅμοιον
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.

 Ἐν τῇ Τεσσαρακοστ
Μετὰ τὰ Προσόμια τοῦ Εσπερινοῦ
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ' Ἔδωκας σημείωσιν
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.

Μετὰ τὸ Κάθισμα τῆς γ΄ Ὠδῆς
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἦχος γ' Θείας πίστεως
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον
ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥυσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου