ΜΑΡΤΙΟΣ
ΤΗ ΙΒ’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγγριανῆς.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Θεόφανες, θεοφανείας Χριστοῦ, κεκλημένος ἐπώνυμος,
ζωηφόροις ἴχνεσι, τοῖς αὐτοῦ ἠκολούθησας, καὶ τὰ τερπνὰ τοῦ βίου κατέλιπες, ἐνατενίζων
τῷ ποθουμένῳ σοι κάλλει πανάριστε, καὶ ταῖς
θείαις νεύσεσι ταῖς πρὸς αὐτόν, ἄριστα
θεούμενος, καὶ τελεώτατα.
Πάτερ θεόφρον Θεόφανες, ὑπερορίας πικράς, ἀσθενῶς διακείμενος,
καρτερῶς ὑπήνεγκας, ἀφειδήσας τοῦ σώματος, ὑπὲρ σεπτῶν εἰκόνων πανεύφημε, θυμῷ
λεόντων ἐξοριζόμενος, ὧν κατορχούμενος, τὰς βουλὰς ἐμώρανας, καὶ λογισμούς, ὄντας
ματαιόφρονας, καὶ νοῦν ἀλάστορα.
Ὄντως ἀμοιβὰς τῶν πόνων σου, τῶν ἀγαθῶν ὁ δοτήρ, δαψιλῶς
σοι δεδώρηται, ἀπελαύνειν δαίμονας, θεραπεύειν νοσήματα, παρεσχηκὼς Τρισμάκαρ τὴν
δύναμιν, καὶ ἀξιώσας σε τῆς ἀφράστου χαρᾶς, ἔνθα χορεύουσι, τῶν Ἀγγέλων τάγματα,
διὰ παντός, πρόσωπον θεώμενον, τοῦ Παντοκράτορος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας
προσφέρουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ
ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.
Ἢ Σταυροθεοτοκίον.
Σὲ καθηλούμενον βλέπουσα, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη
δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, Τέκνον γλυκύτατον,
πληγάς ἀδίκων πῶς φέρεις, ὁ ἰατρός, ὁ ἰασάμενος, τὴν βροτῶν ἀσθένειαν, καὶ τῆς
φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου;
Ἀπολυτίκιον. Ἦχος πλ. δ’
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς
οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σοφέ, ὑπὲρ
εἰκόνων ἁγίων ἤθλησας, λύρα τοῦ Πνεύματος· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Οἱ Κανόνες τοῦ Ἁγίου καὶ τοῦ Τριῳδίου κατὰ τὴν τάξιν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.
Θεοφάνης μέλπει σε τὸν Θεοφάνην.
Ὠδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς.
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς
πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο.
Θεοῦ, τοῦ σαρκὶ φανέντος ἴχνεσιν, ἐπηκολούθησας, τῇ εὐσεβείᾳ
Πάτερ πυρωθείς, ὡς ἐντεῦθεν τὴν κλῆσιν πλουτεῖν, τὴν ἀληθῶς φερώνυμον, ὡς τῇ
προνοίᾳ προτετύπωτο.
Ἐθέλχθης, ποθεινοτάτῳ ἔρωτι, τῷ τοῦ Δεσπότου σου, καταφρονήσας
πόθου κοσμικοῦ, συγκραθεὶς δὲ τῇ θείᾳ στοργῇ, βιωτικὴν τερπνότητα, οὐδὲν ἡγήσω
Παμμακάριστε.
Ὁρμήσας, θηριωδῶς ἐδίωξε, Λέων ὁ τύραννος, τοὺς ἐκλεκτούς,
μὴ φέρων καθορᾶν, σεβομένους εἰκόνα Χριστοῦ, μεθ' ὧν καὶ σὲ Θεόφανες, ὑπερορίᾳ
κατεδίκασεν.
Θεοτοκίον.
Ἀσπόρως, τὸ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος τὸν
τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς
ἐκ σοῦ ἀπάτορα.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ
τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Φωτὸς τοῦ θείου, πεπλησμένος ὡράθης Θεόφανες, δι' ἀγάπης
συγκραθείς, τῷ ποθουμένω μακάριε, διό σου τὴν ἔνδοξον μνήμην γεραίρομεν.
Ἀπαγορεύσας, τὰ δυσσεβῆ τοῦ Λέοντος δόγματα, τοὺς θεσμοὺς
πανευσεβῶς τῆς Ἐκκλησίας ἐκράτυνας· διὸ σε τοῖς θαύμασι, Χριστὸς ἐδόξασε.
Νενευρωμένη, δι' ἐλπίδος καὶ πίστεως Ὅσιε, σοῦ σαρκὸς τὸ ἀσθενές,
ψυχὴ στερρότητι ῥώννυσι, Θεῷ οἰκειώσασα, σῶμα ὁμόβουλον.
Θεοτοκίον.
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἔχω
Ἄχραντε, πλήν σου βοήθειαν.
Κάθισμα.
Ἦχος γ’
Θείας πίστεως.
Ζῆλον ἔνθεον προσκεκτημένος, δόγμα ἄθεον ἀπεβδελύξω, καὶ
κινδύνοις πολυτρόποις ὡμίλησας, ὑπερορίαις ἀδίκως στελλόμενος, καὶ εὐσεβῶς παμμάκαρ
τελειούμενος, Πάτερ Θεόφανες, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Θεοτοκίον.
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί
σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ
τοῦ τόκου φυλάξας Πανάμωμε, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Ἡ ἀμίαντος Ἀμνὰς τοῦ
Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς
ἀνωδίνως βλαοτήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς
πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς
δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἡ οὐράνιος ἡτοίμασται βασιλεία, ὡς, Ἀθλητῇ σοι ἔνδοξε· τῆς
γὰρ ἐπιγείου, χαίρων μετετέθης σκηνῆς, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου
Κύριε.
Στεφανηφόρος Θεόφανες ἀνεδείχθης· τὸ γὰρ σεπτὸν εἰκόνισμα,
Χριστοῦ θεοφόρε, μάκαρ οὐκ ἠρνήσω τιμᾶν· διὸ καὶ ἀνέκραζες· Δόξα τῇ δυνάμει σου
Κύριε.
Μεθιστάμενος προστάγματι τοῦ τυράννου, τοῦ δυσσεβοῦς ὁ Ὅσιος,
σαρκὸς ἀσθενείας, ὅλως οὐκ ἐφρόντισε, κραυγάζων τῷ Κτίσαντι· Δόξα τῇ δυνάμει
σου Κύριε.
Ἐμεγαλύνθης τοῖς θαύμασι Θεοφόρε· ὁ γὰρ Χριστὸς ἠμείψατο σὲ
τῆς καρτερίας· ὅθεν καὶ ἰάματα πηγάζεις τοῖς χρῄζουσιν, ὥσπερ ἐκ πηγῆς ἱερώτατε.
Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης
παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ
κραυγάζομεν.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον,
ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Λόγῳ πανευσεβεῖ, ὀρθοδόξως ἐκήρυξεν, ὁ Ὅσιος Θεοφάνης, τὸ
τῆς πίστεως δόγμα, τῷ Πνεύματι λαμπόμενος.
Πλοῦτον παντοδαπῆ, θεοφρόνως διένειμας, προστάγματι τοῦ
Δεσπότου, τοῖς πενίᾳ συζῶσιν, ἑπόμενος Πανεύφημε.
Ἔχων σου τὴν ψυχήν, κατ' εἰκόνα τοῦ Κτίσαντος, τὴν ἄχραντον
τοῦ Δεσπότου, προσεκύνεις Εἰκόνα, τῷ πόθῳ ἀσπαζόμενος.
Θεοτοκίον.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ
ἐλπίδα, ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ
δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Ἴθυνον, πρὸ ἀρετὴν τὸν βίον μου Ὅσιε, τὴν τῆς ἀσκήσεως τρίβον,
ταῖς εὐχαῖς σου Πάτερ ἐξομαλίζων, ἣν
συντόνως, εὐθυπορεῖν με μάκαρ ἀξίωσον.
Σωφρόνως, σοῦ τὴν ζωὴν διήνυσας Ὅσιε, μετὰ φρονήσεως ἔσχες·
σὺν ἀνδρείᾳ γὰρ τὴν δικαιοσύνην, καὶ τῷ κύκλῳ, τῶν ἀρετῶν ἐφάνης κοσμούμενος.
Εὐκλείας μαρτυρικῆς ἐπέβης Θεόφανες, τῆς Θεομήτορος Κόρης,
καὶ Μαρτύρων Πάτερ τοὺς χαρακτῆρας, ὡς τιμήσας, καὶ τοῖς διώκταις ἀντιταξάμενος.
Θεοτοκίον.
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν
μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.
Κοντάκιον.
Ἦχος β’
Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σπουδῇ, ἐκ μέσου
τῶν θορύβων, καὶ μονάσας Ὅσιε, ἐνεργείας θαυμάτων εἴληφας, καὶ προφητείας χαρίσματα,
συμβίου καὶ πλούτου στερούμενος.
Ὁ Οἶκος.
Ἐπὶ τῆς γῆς μηδὲν προτιμήσας, ἠκολούθησας χαίρων τῷ καλοῦντί
σε Χριστῷ, καὶ τὸν ζυγὸν αὐτοῦ ἔλαβες ἐπὶ τῶν ὤμων τῶν σῶν προθύμως, καὶ ἀνάπαυσιν
εὗρες τῇ ψυχῇ σου, ἣν περ κἀμοὶ τῷ πτωχῷ καὶ ῥαθύμῳ κατάπεμψον τῷ λέγοντι, καὶ
μηδόλως ἐκτελοῦντι, ἀλλ' ἔτι σχολάζοντι, ἐν τοῖς τοῦ βίου πράγμασι, καὶ θαυμάζοντι,
πῶς πάντα ἔφυγες, συμβίου καὶ πλούτου στερούμενος.
Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου, Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ
Θεοφάνους τῆς Σιγγριανῆς, τοῦ ἐν τῷ μεγάλῳ ἀγρῷ κειμένου.
Στίχοι
Θεόφανες, φάνηθι πιστοῖς προστάτης,
Τιμῶσι πιστῶς σὸν μετ' εἰρήνης τέλος,
Δωδεκάτῃ φθινύθοντος ἀπῆρε βίου Θεοφάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Πάπα
Ῥώμης τοῦ Διαλόγου.
Στίχοι
Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα Μάρτυρες πυρὶ τελειοῦνται.
Στίχοι
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
Θείου πόθου κάμινος ἐκκεκαυμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἔστι Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας,
Ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Συμεὼν ὁ νέος
Θεολόγος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας
μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης
σου Κύριε.
Τὸ κατ' εἰκόνα, σὺ κεκτημένος καὶ ὁμοίωσιν, βίῳ λαμπροτάτῳ,
Πάτερ προσειληφώς, δι' ἀμφοτέρων ὑπερέλαμψας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων
καὶ Κύριος.
Ὁμολογίας, σὺ τῷ στεφάνῳ Πάτερ διέπρεψας, ἔργῳ διελέγξας λόγους
τῶν δυσσεβῶν, τοὺς πιστοὺς δὲ ἐβεβαίωσας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων
καὶ Κύριος.
Νοῦ στερροτάτῃ, ἐν προθυμίᾳ τὰς τοῦ σώματος, Πάτερ, ἀλγηδόνας
ἤνεγκας καρτερῶς, εὐχαρίστως τῷ Δεσπότῃ σου· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων
καὶ Κύριος.
Θεοτοκίον.
Τὸ τοῦ ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ
δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες
κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεώμενος Μάκαρ τὸ στερρόν, τῆς σῆς ἐνστάσεως, Λέων ὁ τύρραννος,
ὑπερορίᾳ σε ἔπεμψε, πικροτάτῃ παμπόνηρος, ἐν εὐφροσύνῃ δὲ βοῶν, ταύτην ὑπήνεγκας·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐπὶ τὸ πρωτότυπον εἰδώς, τὴν τῆς εἰκόνος τιμὴν διαβιβάζεσθαι,
ἐπὶ τὸ στάδιον ἔδραμες, Ἀθλητὴς ὡς ἐννομώτατος, καὶ νικητὴς ἀναδειχθείς, στέφανον
εἴληφας, ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Οὐράνιον ἀντὶ τῆς ἐν γῇ, σκηνὴν σοι δέδωκεν, ὁ πάντων Κύριος,
ἀντὶ στενώσεως· εὗρες γάρ, πλατυσμὸν ἀγαλλιάσεως, ἐν Παραδείσῳ τῆς τρυφῆς, μετὰ
Μαρτύρων βοῶν· εὐλογεῖτε, πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Φωτὶ ἐλαμπρύνθης νοητῷ, τοῦ θείου Πνεύματος, μάκαρ Θεόφανες·
ὅθεν ἰάματα βρύεις νῦν, τοῖς ἐν πίστει σοι προστρέχουσι, καὶ τὴν ἁγίαν σου σορόν,
πόθῳ γεραίρουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης
Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ
ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος
ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε
μεγαλύνομεν.
Ἅπαντα τὸν βίον σκορπίσας, τοῖς δεομένοις Θεοφόρε, τὴν δικαιοσύνην
σου σαφῶς, ἀντικομίζῃ σοι ἀνατέλλουσαν, ἀντὶ φθαρτῶν δρεπόμενος, τὰ δι' αἰῶνος
διαμένοντα.
Νόσους θεραπεύεις Παμμάκαρ, τοῦ Παρακλήτου τῇ δυνάμει, δαίμονας
σαφῶς ἀπελαύνεις, τῇ ἐνεργεία τούτου πανόλβιε· διὸ πιστοὶ θεώμενοι, σὲ θεοφόρε
μακαρίζομεν.
Ἡ σὴ φωτοφόρος θεόφρον, τῆς μεταστάσεως ἡμέρα, πάντας
προσκαλεῖται τοὺς πιστούς, πρὸς μετουσίαν τοῦ ἁγιάσματος, ἣν περ καὶ νῦν γηθόμενοι,
ἐπιτελοῦμεν ἱερώτατε.
Νέμοις τὴν σὴν ἄφθονον χάριν, τῷ τῶν ἐπαίνων σου τοὺς λόγους,
πλέξαντι θεόφρον προθύμως, ὁμότροπόν σοι ὥσπερ ὁμώνυμον, τοῦτον δεικνὺς πρεσβείαις
σου, ταῖς εὐπροσδέκτοις ἱερώτατε.
Θεοτοκίον.
Δέχου τὰς λιτὰς τοῦ Λαοῦ σου, πρὸς τὸν Υἱόν σου Θεοτόκε, ἱλεωσαμένη
εὐμενῶς, ἡμᾶς κινδύνων καὶ περιστάσεων, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε· σὺ γὰρ
προστάτις τῆς ζωῆς ἡμῶν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἢ Σταυροθεοτοκίον
Αἱ μετάνοιαι,
καὶ ἡ Α’ Ὥρα, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου