ΜΑΡΤΙΟΣ
ΤΗ ΚΓ’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Νίκωνος καὶ τῶν αὐτοῦ Μαθητῶν ἑκατὸν ἐνενήκοντα
ἐννέα.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἡδονὰς τὰς τοῦ σώματος, καὶ σαρκὸς τὸ δυσήνιον, τῷ κημῷ
μακάριε καθυπέταξας, τὰς ἐγκρατείας ἐν χάριτι, νικήσας ὡς ἄριστος, πανοπλίαν τοῦ
ἐχθροῦ, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν γέγονας ποδηγὸς μοναζόντων ἑπομένων, τῷ
πανσόφῳ σου καὶ θείῳ Νίκων κηρύγματι πάντοτε.
Ἀναλάμψας ὡς ἥλιος, ἐξ Ἑῴας Πανόλβιε, οἰκουμένην ἅπασαν
κατεφώτισας, τῇ τῶν θαυμάτων λαμπρότητι, χορὸν ἐπαγόμενος, ὡς ἀστέρων φαεινῶν, ὀπαδῶν,
μεθ' ὧν ἤθλησας, καρτερώτατα, διὰ ξίφους τμηθέντες, καὶ εἰς χεῖρας, τοῦ παντάνακτος
Δεσπότου, ὑμῶν τὰ πνεύματα θέμενοι.
Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ γυμνότης οὐ μάστιγες, οὐχ ὁ
βιαιότατος ὄντως θάνατος, ὑμᾶς ἀγάπης ἐχώρισε, Χριστοῦ ἀξιάγαστοι, ἀλλ' ὡς ἄρνες
εἰς σφαγήν, τῷ ποιμένι ἑπόμενοι, ἐκ τῆς δύσεως, πρὸς ἀνέσπερον λῆξιν οὐρανίου,
Βασιλείας, Ἀθλοφόροι, στεφανηφόροι ἐφθάσατε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον.
Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα
τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς
καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ
Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας τεύξασθαι χάριτος.
Ἢ Σταυροθεοτοκίον.
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ
τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ
Σταυροῦ, ἀνηρτήθης μακρόθυμε, πῶς τὰς χεῖράς σου καὶ τοὺς πόδας σου Λόγε προσηλώθης,
ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;
Ἀπολυτίκιον.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν
ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ
κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Οἱ Κανόνες κατὰ τὴν τάξιν.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Νίκης σε μέλπω τὸν φερώνυμον μάκαρ. Ἰωσήφ.
Ὠδὴ α’ Ἦχος δ’
ὁ Εἱρμὸς.
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς
πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο.
Νικήσας, ἀσκητικοῖς παλαίσμασι, τὸν κακομήχανον, ἀθλητικαῖς
ἐστέφθης καλλοναῖς, καὶ Θεῷ νῦν παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, Ὅσιε Νίκων τῶν
τιμώντων σε.
Ἰσχύϊ, τοῦ τὴν ἡμῶν ἀσθένειαν, ἐνδυναμώσαντος, δυναμωθεὶς ἠρίστευσας
τὸ πρίν, ἐν πολέμοις Μακάριε, καὶ νικητὴς γενόμενος, Χριστοῦ προστρέχεις τῷ
βαπτίσματι.
Κοσμεῖται, τῷ μαρτυρίῳ ὅμιλος, μακαριώτατος, τῶν μαθητῶν
σου πρότερον Σοφέ, λαμπρυνθεὶς ταῖς ἀσκήσεσι, καὶ ἐν διπλοῖς παλαίσμασι, διπλοῦς
στεφάνους ἀνεπλέξατο.
Θεοτοκίον.
Ἡ πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, Ἀνατολὴν
καὶ Ἥλιον καὶ Φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς γεγέννηκε, διπλοῦν τὴν φύσιν
τὸν Θεάνθρωπον.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ
μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Στρατείαν πνευματικήν, περιζωσάμενος στρατὸν ἔνθεον, Μάρτυς
Χριστοῦ ὥπλισας, πρὸς τὰ τῆς ἀθλήσεως σκάμματα.
Σταυρώσας ἀσκητικῶς, σάρκα Πανένδοξε τὸ πρὶν ἔσπευσας, ἀθλητικαῖς
μάστιξι, φάλαγγας δαιμόνων τροπώσασθαι.
Ἑῴας ὥσπερ ἀστήρ, Νίκων ἀπάρας πρὸς δυσμὰς ἔφθασας· ὅθεν
θανὼν ἔδυσας, καὶ πρὸς τὸν Χριστὸν ἐξανέτειλας.
Θεοτοκίον.
Μαρτύρων δῆμος τὴν σήν, ἀπεικονίσατο σφαγὴν Δέσποτα, ἐπεγνωκὼς
Κόρης σε, ἐξ ἀπειρογάμου βλαστήσαντα.
Κάθισμα.
Ἦχος γ’
Θείας πίστεως.
Φῶς ἐπέλαμψε σοῦ τῇ καρδίᾳ, θείοις ῥήμασι τῆς σὲ τεκούσης,
φωτισθεὶς δὲ τῷ Βαπτίσματι Ὅσιε, τῶν Μοναστῶν κατελέγης συστήματι, καὶ ποδηγὸς
καὶ φωστὴρ ἐχρημάτισας, ἑπομένων σοι, μεθ' ὧν τὸν Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ
καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον
σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ
τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Ἡ ἀμίαντος Ἀμνὰς τοῦ
Λόγου, ἡ ἀκήρατος Παρθενομῆτορ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς
ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς
πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὰν Ἥλιον τῆς
δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐνηδόμενος ταῖς θείαις φωτοχυσίαις, τὰ τῶν βασάνων ῥεύματα,
ἄτρωτος διέβης, Νίκων ἀξιάγαστε, καὶ νίκης τὸν στέφανον, Μάρτυς ἐπαξίως ἀπείληφας.
Λαμπροτάταις διαπρέπων ἀνδραγαθίαις, ὡς ἀσκητὴς ἠγώνισαι,
πάθη θανατώσας, πρότερον τοῦ σώματος, ἀθλήσει τὸ δεύτερον, τὰς δαιμονικὰς τρέπων
φάλαγγας.
Παρετάξασθε τῷ ὅπλῳ τῆς εὐσεβείας, τῷ δυσμενεῖ θεόφρονες,
καὶ διὰ θανάτου, εὔκλειαν ἀθάνατον, εἰλήφατε ψάλλοντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὡς ὑπάρχουσαν τῆς κτίσεως ἀνωτέραν, ὁ Ποιητὴς ἠγάπησεν, ὦ
Παρθενομῆτορ, δείξας σε Μητέρα αὐτοῦ, ἣν καὶ λιτανεύουσι, δῆμοι, Ἀθλητῶν εὐπρεπέστατα.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον,
ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Ταῖς θείαις τῆς μητρός, εὐπειθῶν παραινέσεσι, τὴν δύναμιν
Νίκων ἔσχες, τοῦ Σταυροῦ ἐν πολέμοις, μυούμενος τὰ κρείττονα.
Ὁ βίος σου φωτὶ ἀρετῶν πυρσευόμενος, τὴν ἄθλησιν ὥσπερ κόσμον,
εὐπρεπέστατον ἔχει, Θεόφρον πανσεβάσμιε.
Νόμοις θεαρχικοῖς, εὐπειθοῦντες οἱ Μάρτυρες, ἠρίστευσαν,
καὶ ἀνόμους, θεϊκῇ συμμαχίᾳ, ἀνδρείως ἐτροπώσαντο.
Θεοτοκίον.
Φῶς ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἐγέννησας ἐπὶ
χρόνον, ἀγαθότητος πλούτῳ, γενόμενον Πανάμωμε.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ
δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Ἑῴας, ὡς πολύφωτος ὥρμησας ἥλιος, ὥσπερ ἀστέρας Θεόφρον,
μαθητῶν χορὸν ἐπαγόμενος, καὶ τὴν δύσιν, ταῖς ἀκτῖσιν ὑμῶν ἐφωτίσατε.
Ῥανίσι, τῶν αἱμάτων σου Μάρτυς κατέκλυσας, πολυθεΐας θαλάσσας,
καὶ βυθῷ ἀγώνων ἀπέπνιξας, τῆς κακίας, τὸν δεινὸν εὑρετὴν καὶ παμπόνηρον.
Ὡς κρίνα, ἀρετῶν ἐν λειμῶνι ἠνθήσατε, καὶ ὡς ἡδύπνοα ῥόδα,
τὰς ἡμῶν καρδίας μυρίζετε, Μαρτυρίου, καλλοναῖς Ἀθλοφόροι θεόπνευστοι.
Θεοτοκίον.
Ναὸν σε, τοῦ Θεοῦ καὶ παλάτιον ἔμψυχον, τῶν Ἀθλοφόρων χορεία,
ἐπιγνοῦσα Δέσποινα λιτανεύει, σὲ τὴν μόνην, γυναικῶν ἀραμένην τὸ ὄνειδος.
Τὸ Μαρτυρικὸν τοῦ Ἠχου.
Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νίκωνος
καὶ τῶν αὐτοῦ μαθητῶν, ἑκατὸν ἐνενηκονταεννέα Μαρτύρων.
Στίχοι
Νίκης στέφανον εὐτρεπίζει σοι, Νίκων,
Βραβεὺς στεφάνων, θνῇσκε λοιπὸν τῷ ξίφει.
Εἰκάδι ἐν τριτάτῃ ξίφει Νίκων κράτα δῶκε.
Εἰς τοὺς αὐτοῦ Μαθητάς.
Στίχοι
Ἑνὸς δέοντος τέσσαρας Συμμαρτύρων,
Διὰ ξίφους τέμνουσι πεντηκοντάδας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος ξίφει τελειοῦται.
Στίχοι
Ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος,
Ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας
μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης
σου, Κύριε.
Ὑπὲρ χρυσίον, δοκιμασθεὶς Θεόφρον τοῖς αἰκισμοῖς, πύργος ἀρετῆς
ἐφάνης τὰς ἐμβολάς, τῶν δαιμόνων ἀπωθούμενος· Εὐλογητὸς εἶ, ὁ Θεός μου κραυγάζων
καὶ Κύριος.
Μετὰ τὸ τέλος, ἀπορριφέν σου σῶμα Μάρτυς κρυφῆ, θείας ἰαμάτων
πέμπον μαρμαρυγάς, ἀπελαύνει λώβην δαίμονος, τοῦ σὲ κατάδηλον, διὰ θείου ποιήσαντος
Πνεύματος.
Ὅλος ταῖς θείαις, ἐνηδυνθεὶς Παμμάκαρ νεύσεσι, σῶμα αἰκισμοῖς
παρέδωκας καρτερῶς· στεφηφόρος γὰρ παρίστασθαι, τῷ Παντοκράτορι, ἐν οὐρανοῖς ἐπόθησας
ἔνδοξε.
Νομεὺς προβάτων, τῶν λογικῶν τὴν μάνδραν Πάτερ σοφέ, λύκων
νοητῶν ἐτήρησας ἀβλαβῆ, καὶ σὺν τούτοις πρὸς οὐράνιον, μονὴν ἐσκήνωσας, τῷ Δεσπότῃ
τῶν ὅλων παρίστασθαι.
Θεοτοκίον.
Μὴ διαφθείρας, τὴν παρθενίαν Κόρη ὅλως τὴν σήν, Λόγος τοῦ
Πατρὸς ἐσκήνωσεν ἐπὶ σοί, καὶ Μαρτύρων ἐπεσπάσατο, χορὸν ἀοίδιμον, Θεοτόκον ἁγνὴν
σε κηρύττοντα.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες
κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀνύστακτον φέρων τὸν πυρσόν, τὸν τῆς καρδίας σου, ἐπαρδευόμενον,
δακρύων νάμασιν Ὅσιε, καὶ ἀθλήσεως ἐν αἵμασιν, εἰς ἀχειρότευκτον βοῶν, παστάδα
νῦν κατοικεῖς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Κόσμος Ἀσκητῶν καὶ Ἀθλητῶν, ἐδείχθης Ὅσιε· ἐν ἀμφοτέροις γάρ,
ἐπευδοκίμησας τρόπαια, καταπλήττοντα διάνοιαν, κατὰ τοῦ μόνου δυσμενοῦς Νίκων
στησάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Αἵμασι κατήρδευσας ψυχάς, πρὸς ζῆλον ἔνθεον ἐγείρας Ὅσιε,
στιγμάτων ξίφεσιν, ἔπληξας, τῶν δαιμόνων τὴν παράταξιν, ἐπαληθεύουσαν ἐν σοὶ τὴν
κλῆσιν δείξας βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ῥῆξον τὸν κλοιόν μου τὸν βαρύν, τῶν παραπτώσεων, ἡ ἀνορθώσασα,
Ἀδὰμ τὴν ἔκπτωσιν Ἀχραντε, τῇ κυήσει σου πανύμνητε, καὶ φωταγώγησον βοᾶν ἐν
καθαρῷ λογισμῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος
ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε
μεγαλύνομεν.
Ἴδε σε στιγμάτων τῷ κάλλει, διηνθισμενον καὶ πορφύραν, ἐκ
μαρτυρικῶν σου αἱμάτων, ὁ στεφοδότης περιβαλλόμενον καὶ σὺν αὐτῷ κατῴκισε, Νίκων
ἐνθέως ἀγαλλόμενον.
Ὡς περικαλής σου ὁ πόθος, ὃν πρὸς τὸν Κύριον ἐκτήσω, Νίκων
καὶ θερμός σου ὁ ζῆλος, πυρὶ τῷ θείῳ ἀναφλεγόμενος, καὶ θαυμαστὴ ἡ ἄθλησις, τοῖς
οὐρανίοις σε συνάψασα.
Σὲ τῆς Ἐκκλησίας ἐν ὕψει, ἥλιον μέγαν κεκτημένοι, δῆμος Ἀθλητῶν
ὡς ἀστέρες, φωτὶ τῷ θείῳ περιχεόμενοι, ἀκτινοβόλοις λάμψεσι, τὴν οἰκουμένην
καταυγάζουσιν.
Ἤρθης πρὸς μονὰς ἀκηράτους, χορὸν διπλῆς ἑκατοντάδος, Μάρτυς
Ἀθλητῶν παραστήσας, τῷ στεφοδότῃ, μεθ' ὧν μνημόνευε, τῶν ἐκτελούντων σήμερον, τὸ
ἱερὸν ὑμῶν μνημόσυνον.
Θεοτοκίον.
Φωτὸς οἰκητήριον ὤφθης, τοῦ δι' ἡμᾶς ἐκ σοῦ τεχθέντος, ὃν ἀδιαλείπτως
δυσώπει, φωταγωγῆσαι τοὺς ἀνυμνοῦντάς σε, καὶ Θεοτόκον πάναγνε, Παρθενομῆτορ
καταγγέλλοντας.
Καὶ ἡ
λοιπὴ Ἀκολουθία καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου