Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΡ. (16)



ΜΑΡΤΙΟΣ
ΤΗ ΙΣΤ’ ΤΟΥ  ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Κύριε, εἰ καὶ κριτηρίῳ.
Κύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος.
Κύριε σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατ' ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε.
Κύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον.
Κύριε, δέξαι σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος σου, καὶ ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν.
Ἢ Σταυροθεοτοκίον.
Κύριε, ὅτε σε ὁ ἥλιος εἶδεν, ἐπὶ ξύλου κρεμάμενον, Ἥλιε τῆς Δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες κατὰ τάξιν, ὡς σύνηθες.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς, ἐν τοῖς Θεοτοκίοις.
Γεωργίου.
Ὠδὴ α’  Ἦχος πλ. δ’
Ὁ Εἱρμὸς.
γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Τὸ ὄμμα καθάραντες τῆς ψυχῆς, ἐγκρατείας πόνοις καὶ δακρύων καταρροαῖς, νοητῶς τὸν Ἥλιον τῆς δόξης, ἐξαναστάντα θεασώμεθα.
ν ὕψει τῆς γνώσεως τοῦ Χριστοῦ, σοφῇ διανοίᾳ, Ἀθλοφόρε ἀναδραμών, τοῦ ψεύδους κατέλιπες τὴν πλάνην, καὶ οὐρανίου δόξης ἔτυχες.
Χρυσορρόας Μάρτυς ἄλλος Χριστοῦ, ἐν γῇ Αἰγυπτίων, καὶ ἐν κόσμῳ ἀθλητικῶς, πλημμυρήσας αἵμασι Σαβίνε, θεογνωσίᾳ ἀνθρώπους κατήρδευσας.
Θεοτοκίον.
Γαλήνης Πανάχραντε ὁ ἐκ σοῦ, τεχθεὶς ὑπὲρ λόγον, ταῖς πρεσβείαις σου ἐκπληροῖ, τὸν παρόντα χρόνον καὶ ἰθύνει, τοὺς σὲ δοξάζοντας πανάμωμε.
Ὠδὴ γ’  Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Σὺ ἡμᾶς ἐνίσχυσον, διὰ νηστείας σοι Κύριε, εὐαρεστεῖν, καὶ πληροῦν προθύμως, τὰ σεπτά σου θελήματα.
Κράτος ἀπροσμάχητον, θωρακισάμενος Ἔνδοξε, τὴν τοῦ Χριστοῦ, πίστιν καὶ ἀγάπην, κατ' ἐχθρῶν σὺ ἠρίστευσας.
Πλάνης τὰ θεμέλια, τῇ καρτερίᾳ σου ἔσεισας, καὶ εἰς βυθόν, βωμοὺς τῶν εἰδώλων, Σαβίνε καταβέβληκας.
Θεοτοκίον.
ν σοὶ δυναμούμενοι, καὶ κραταιούμενοι, Ἄχραντε, ἐν τῷ καιρῷ τῷ τῆς ἐγκρατείας, παθῶν νικῶμεν τὸν πόλεμον.
Κάθισμα.  Ἦχος γ’
Ἡ Παρθένος σήμερον.
θλοφόρε μέγιστε, τῆς ἀληθείας ὁπλῖτα, Χριστομάρτυς ἔνδοξε, Κήρυξ τῆς θείας Τριάδος, αἴτησαι, τοῖς σὲ τιμῶσιν ἐξ ὕψους χάριν, δώρησαι, ταῖς σαῖς πρεσβείαις πᾶσιν εἰρήνην, τοῖς ἀπαύστως ἀνυμνοῦσι, τὴν θείαν μνήμην, τῆς σῆς ἀθλήσεως.
Θεοτοκίον.
καστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει· καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον.
άβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τῆς σαρκὸς τὰ σκιρτήματα, νηστείᾳ καὶ πόνοις καθυποτάξαντες, ἀπαθῶς Χριστοῦ ὀψόμεθα, καὶ ἁγνῶς τὰ πάθη τὰ σωτήρια.
σπερ μάστιγι ἔπληξας, ῥήμασι Σαβίνε ὁμολογίας σου, τῆς ἐνθέου τοὺς διώκοντας, καὶ αὐτὸς ἐσώθης ἀπαράτρωτος.
Τοὺς τῇ κτίσει λατρεύοντας, ἔπεισας Σαβίνε καὶ καθωδήγησας, εἰς λατρείαν τοῦ τῶν ὅλων Θεοῦ, ὁδηγὸν σε Μάρτυς καταγγέλλοντας.
Θεοτοκίον.
ς ἀγκύρας δεξάμενοι, τῆς σῆς προστασίας μόνη Πανύμνητε, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν, εἰς λιμένα θεῖον ἀναγόμεθα.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν φιλάνθρωπε.
Λάμπρυνον ἡμᾶς, τῆς νηστείας ταῖς ἐλλάμψεσι, καὶ ἀξίωσον ἁγνῶς κατιδεῖν σε, τῆς Δόξης καὶ Δικαιοσύνης τὸν Ἥλιον.
χων ἐν ψυχῇ ὥσπερ λύχνον φαεινότατον, τὴν Χριστοῦ θείαν ἀγάπησιν, πρὸς τοῦτον Μάρτυς, ὡδηγήθης δι' ἀθλήσεως.
κτεινας Σοφέ, Αἰγυπτίων τὰ σεβάσματα, ἐν τῇ ῥάβδῳ τῆς σοφίας σου, τὸν τῶν ἁπάντων Ποιητὴν δοξάζων Κύριον.
Θεοτοκίον.
ώμην τὴν ἡμῶν, περιβάλλουσα ἀσθένειαν, ἐν καιρῷ τῆς ἐγκρατείας Ἁγνή, κατὰ πολέμων, καὶ παθῶν ἡμᾶς ἐνίσχυσον.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου ὁ Θεὸς τῆς σωτηρίας μου.
πόλαυσιν ἀγαθῶν, καὶ μέθεξιν ἀκηράτου τρυφῆς, ἡ νηστεία προξενεῖ τοῖς ταύτης μετέχουσι, καὶ Χριστὸν δοξάζουσι, καθαρᾷ καρδίᾳ σωτηρίας μόνον πρόξενον.
Εὐπρέπειαν ὁρατήν, καὶ κοσμικὴν περιφάνειαν, ἐβδελύξω εὐσεβῶς, καὶ δόξης τῆς κρείττονος, καὶ πλούτου τοῦ μένοντος, ἐραστὴς ἐδείχθης, Ἀθλοφόρε παναοίδιμε.
Τὴν ζάλην τοῦ μοχθηροῦ, Σαβίνε βίου κατέλιπες, εἰς ὅρμον δὲ τῆς Χριστοῦ κατήντησας πίστεως, δι' ἧς τῆς ἀθλήσεως, τὸν πλοῦτον εἰς θεῖα, ταμεῖα ἐναπέθηκας.
Θεοτοκίον.
Γευσάμενοι τοῦ φυτοῦ, παρακοῇ οἱ Πρωτόπλαστοι, ἐξόριστοι τῆς τρυφῆς, γεγόνασιν Ἄχραντε, ἡμεῖς δὲ μετέχοντες, τοῦ ἐκ σοῦ τεχθέντος, ἐντρυφῶμεν ἀκηράτῳ ζωῇ.
Τὸ Μαρτυρικὸν τοῦ ἤχου.
Συναξάριον.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.
Στίχοι
εῖθρον Σκαμάνδρου, ὡς ἐλέγξεως ὕδωρ,
Εὐανδρίας ἔλεγχος ἦν τῆς Σαβίνου.
Τῇ δεκάτῃ ἕκτῃ ἐντεῦθεν ἀπῆρε Σαβῖνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.
Στίχοι
Δεσμῇ πέδαις εἰς δένδρον, ᾧ προσβὰς Πάπα,
Ζακχαῖος οἷα Χριστὸν ἐκπνεύσας βλέπεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἰωάννης, ὁ ἐν Ῥουφιαναῖς, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τιμῶμεν, Ἰωάννη, σὴν ἐκδημίαν,
νδημίαν δὲ πρὸς Θεὸν μᾶλλον φάναι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥωμανὸς ὁ ἐν τῷ Παρίῳ, ξίφει τελειοῦται.
Στίχοι
Τὸ πρὸ σὲ φίλτρον εἰς ἀγῶνας δεικνύει,
Ῥωμανός σου, Σῶτερ, ὁρμῶν πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἐν Φοινίκῃ ξίφει τελειοῦνται.
Στίχοι
Χορὸν δέκανδρον Μαρτύρων διὰ ξίφους,
νδροκτόνοι κτείνουσι Μαρτυροκτόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλεξανδρίων Πάπας Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
ώμης παλαιᾶς Ἀλεξανδρίων Πάπας,
δὲμ κατοικεῖ τὴν παλαιὰν Πατρίδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνίνα τοῦ θαυματουργοῦ.
Στίχοι
Σορῷ καλυφθεὶς θαυματουργὸς Ἀνίνας,
Οὐ συγκαλύπτει τὴν χάριν τῶν θαυμάτων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Τὴν ἀχλὺν τῶν ὀμμάτων, τῆς ψυχῆς, ἀφελόντες διὰ νηστείας τὸ φῶς, τὸ ἔνθεον τῇ πίστει, δεξώμεθα ἐν φόβῳ καὶ ἁγνείᾳ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Τῆς ψυχῆς τὸ ὡραῖον, τῷ τοῦ σώματος Μάρτυς, κάλλει ἐνέφηνας· φαιδρὸς γὰρ θεωρίαις, ἡδύς τε ἐν τοῖς λόγοις, ἀνεδείχθης καὶ ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Γενναιότητι Μάρτυς, τῆς ψυχῆς καὶ ἀνδρείᾳ θράσος ἀντίπαλον, τυράννων ἀνομούντων, διήλεγξας Σαβίνε, καὶ Χριστῷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον.
δεῖν Θεοκυῆτορ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὴν θείαν ἔγερσιν, νηστείᾳ καθαρθέντας, ἀξίωσον τοὺς πίστει, εὐλογοῦντας καὶ λέγοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν Βασιλέα τῶν οὐρανῶν κοσμηθέντες, τὰς ψυχὰς νηστείᾳ καὶ δεήσει, πίστει ἀδιστάκτῳ, δεξώμεθα ἐνθέως.
Τοῦ Παρακλήτου ταῖς νοηταῖς Ἀθλοφόρε, ἀρδευθεὶς ῥοαῖς, καρποὺς προσῆξας, τοὺς τοῦ Μαρτυρίου, Σαβίνε τῷ Κυρίῳ.
Οἱ τῶν αἱμάτων σοι ποταμοὶ πλημμυροῦντες, ἐπὶ γῆς Σαβίνε ἰαμάτων, νάματα τοῖς πᾶσι, προχέουσιν ἀνθρώποις.
Θεοτοκίον.
Οἱ ἐγκαυχώμενοι ἐπὶ σοὶ Θεοτόκε, τύχοιμεν τῆς δόξης τοῦ Υἱοῦ σου, καὶ ταῖς σαῖς ἱκεσίαις, ἐν τῇ αὐτοῦ ἐγέρσει.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες.
Τὰ πάθη χαλινοῦντες, διὰ ἐγκρατείας, καθυποτάξωμεν νοῒ καθαρῷ, ἵνα τῷ πάντων Δεσπότῃ συμβασιλεύσωμεν.
Κρατήσας Ἀθλοφόρε, νοητῶν πολέμων, καὶ ὑποτάξας τυράννους γενναίᾳ ψυχῇ, τῷ Ποιητῇ τῶν ἁπάντων συμβασιλεύεις Χριστῷ.
πάρας πρὸς τὸν πόλον, ἐκ τῆς γῆς Σαβίνε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε πρέσβευε, τῷ Ποιητῇ τῶν ἁπάντων καὶ στεφοδότῃ σου.
Θεοτοκίον.
πάρχεις Θεοτόκε, δόξα τῶν σῶν δούλων, καὶ παρρησία καὶ σθένος καὶ καύχημα, καὶ ἀσφαλὴς ἀπαρτία τῆς προσδοκίας μου.
Τὸ Φωταγωγικὸν τοῦ ἤχου.
Εἰς τὸν Στίχον τὸ Ἰδιόμελον σὺν τῷ Μαρτυρικῷ, καὶ Θεοτοκίον ἢ Σταυροθεοτοκίον.
Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, ἡ Α’ Ὥρα, καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου