Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΡ. (24)



ΜΑΡΤΙΟΥ
ΤΗ ΚΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, καὶ τὸ Μαρτυρικόν, καὶ τὰ προσόμοια τοῦ Τριῳδίου καὶ τῆς Ἑορτῆς δ’.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι. (Δίς)
Φωτοφόρον Παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄφθορος τῆς Θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρώην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.
Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται καὶ βοήσει σοι· Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ Ἡλίου νεφέλη ὑποδέχου, τὸν ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.
Δόξα... Καὶ νῦν... Ἦχος β’
Εὐαγγελίζεται ὁ Γαβριήλ, τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς· Ἀρχάγγελός εἰμι· ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.
Εἴσοδος, τὰ Ἀναγνώσματα καὶ ἡ λοιπὴ Ἀκολουθία τῶν Προηγιασμένων.
Ἀπολυτίκιον Προεόρτιον.
Ἦχος δ’
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εἰ δὲ οὐ τελεῖται Λειτουργία ψάλλομεν εἰς τὸν Στίχον τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.
Δόξα, καὶ νῦν, τῆς Ἑορτῆς, οἷον βούλει.
Τό, Θεοτόκε Παρθένε, καὶ αἱ γ’ μεγάλαι μετάνοιαι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες, ὁ Προεόρτιος, κα τοῦ Τριῳδίου εἰς τὴν τάξιν αὐτῶν.
Ὁ Προεόρτιος Κανὼν εἰς ς’
Ποίημα Γεωργίου, οἱ δὲ Θεοφάνους.
Ὠδὴ α’ Ἦχος δ’  Ὁ Εἱρμὸς.
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαληκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
κόσμος, περιχαρῶς εὐφράνθητι, ὥσπερ αἰσθόμενος, τὴν τοῦ Κυρίου κάθοδον ἐν σοί· διὰ σπλάγχνα ἐλέους γάρ, ἐξ οὐρανοῦ κατέρχεται, γαστρὶ Παρθένου σωματούμενος.
δοὺ σοι, τῇ Βασιλίδι στέλλεται, θεῖος Ἀρχάγγελος, τοῦ Βασιλέως πάντων καὶ Θεοῦ, προμηνῦσαι τὴν ἔλευσιν, καὶ προσφωνήσει·  Χαῖρέ σοι, ἐπ' ἀνακλήσει τοῦ Προπάτορος.
στάμνος, ἡ φωταυγὴς καὶ πάγχρυσος, διευτρεπίσθητι, πρὸς εἰσδοχὴν τοῦ μάννα τῆς ζωῆς· ἐπὶ σὲ γὰρ ἐλεύσεται, διὰ φωνῆς Ἀγγέλου σοι, ὑπερφυῶς εἰσοικιζόμενος.
Θεοτοκίον.
Λαγόσι, σοῦ τῆς Ἁγνῆς οἰκίζεσθαι, μέλλει ὁ Κύριος, ὁ κατοικῶν ἀεὶ τοὺς οὐρανούς· οὐρανῶσαι γὰρ ἔρχεται, τῶν γηγενῶν τὸ φύραμα, τοῦτο σαφῶς ἐπενδυσάμενος.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Γῆ τὰς ἀκάνθας, τῶν παθῶν λυπηρῶς ἡ βλαστήσασα, σκίρτα χόρευε· ἰδού, ὁ γεωργὸς ὁ ἀθάνατος, κατάρας ἐξαίρων σε, νῦν ἐπελεύσεται.
θεῖος πόκος, ἑτοιμάζου Παρθένε ἀμόλυντε· ἐπὶ σὲ γὰρ ὁ Θεός, ὡς ὑετὸς καταβήσεται, ξηρᾶναι τὰ ῥεύματα, τῆς παραβάσεως.
Τόμος ὁ θεῖος, εὐτρεπίζου· Πατρὸς τῷ δακτύλῳ γάρ, ἐγγραφήσεται ἐν σοί, ὁ θεῖος Λόγος σαρκούμενος, τὴν ἐξ ἀλογίας μου, λύων παράβασιν.
Χρυσῆ λυχνία, ὑποδέχου τὸ πῦρ τῆς Θεότητος, ἀναλάμπον διὰ σοῦ, καὶ φῶς τῷ κόσμῳ δωρούμενον, δι' οὗ τῶν κακῶν ἡμῶν, σκότος λυθήσεται.
Κάθισμα.  Ἦχος γ’
Τὴν ὡραιότητα.
Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Τὸ Μυστήριον τὸ πάλαι πρὸ τῶν αἰώνων, προορισθὲν φανέρωσιν, ἄρχεται λαμβάνειν, γῆ καὶ τὰ οὐράνια, συμφώνως εὐφράνθητε, καὶ χαρμονικῶς ἀλαλάξατε.
Τὸ Παλάτιον τὸ μέγα τοῦ Βασιλέως, τῶν ἀκοῶν διάνοιξον τὰς θείας εἰσόδους· ἤδη γὰρ ἐλεύσεται, Χριστὸς ἡ ἀλήθεια, καὶ κατασκηνώσει ἐν μέσῳ σου.
Τῆς Προμήτορος τὸν ὄλισθον ἀνορθώσων, ὁ λυτρωτὴς ὀφθήσεται, ἐν ἀπειρογάμῳ, μήτρᾳ οἰκιζόμενος· Αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ββακούμ, σὲ προηγόρευσε πάλαι Ὄρος, ταῖς ἀρεταῖς κατάσκιον, ἐξ οὗ φανεροῦσθαι, μέλλει ὁ Θεὸς ἡμῶν, Παρθένε πανάμωμε, μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.
άβδος ἡ μυστική, μέτ' ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον.
γγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος.
Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, Βουλῆς μεγάλης Ἄγγελον.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Χαῖρέ σοι, Γαβριὴλ ὁ Ἀρχάγγελος φθέγγεται· τὴν γὰρ χαρὰν ἐν γαστρί σου, συλλαμβάνειν μέλλεις ἀνερμηνεύτως, ἣν ἡ Εὔα, παραβάσει Παρθένε ἀπώλεσεν.
Οὐ φλέξει, μὴ δειλιάσῃς ὅλως, τὴν μήτραν σου, πῦρ τῆς Θεότητος Κόρη· ἡ γὰρ βάτος πάλαι σε προετύπου, καιομένη, οὐδαμῶς φλεγομένη δὲ Πάναγνε.
Τὸ Ὄρος, Δανιὴλ ὃ προεῖδεν ἐν Πνεύματι, χαῖρε Παρθένε· ἐκ σοῦ γάρ, ὁ νοητὸς λίθος ἀποτμηθήσεται, καὶ συντρίψει, τῶν δαιμόνων τὰ ἄψυχα ξόανα.
Εἰρήνης, ὁ Βασιλεὺς ἐν σοὶ ἐπελεύσεται, τοῦ διὰ σοῦ εἰρηνεῦσαι, τοὺς πολεμηθέντας καὶ ἡττηθέντας, Θεομῆτορ, πονηρᾷ συμβουλίᾳ τοῦ ὄφεως.
Κοντάκιον Προεόρτιον.
Ἦχος δ’
Ἐπεφάνης σήμερον.
πελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρτέμονος, Ἐπισκόπου Σελευκείας τῆς Πισιδείας.
Στίχοι.
Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων,
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀρτέμονος, Πρεσβυτέρου Λαοδικείας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζαχαρίας ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ,
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.
Στίχοι
Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ,
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μαρτῖνος ὁ Θηβαῖος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε,
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
κιβωτὸς ἡ λογική, ἣν ὁ ἀληθὴς Νομοθέτης, ἠγαπηκὼς τὴν ἐπὶ σοί, κατασκήνωσιν μέλλει ποιήσασθαι, θυμηδίας ἐμπλήσθητι· διὰ σοῦ γὰρ τοὺς φθαρέντας ἀνακαινίσει.
Προφητικὸς θεῖος χορός, ὥσπερ ἐπαισθόμενος Κόρη, τὴν ἐπὶ σοὶ τοῦ Λυτρωτοῦ, εἰρηναίαν ἐπέλευσιν κράζει σοι· Χαῖρε πάντων ἡ λύτρωσις, χαῖρε μόνη τῶν ἀνθρώπων ἡ σωτηρία.
Μὴ δειλιάσῃς τὴν φωνήν, μὴ καταπλαγῇς τὸν λαλοῦντα, Θεοῦ διάκονός ἐστι, φανερῶσαί σοι ἥκει Μυστήριον, τὸ Ἀγγέλοις ἀπόρρητον, ἀπειρόγαμε Μαρία εὐλογημένη.
ρᾷς τὴν κτίσιν τῷ ἐχθρῷ, πᾶσαν δουλωθεῖσαν Παρθένε· κατελεῆσαι δὲ αὐτήν, διὰ σπλάγχνα ἐλέους βουλόμενον, διὰ σοῦ τὸν φιλάγαθον· μὴ οὖν λόγοις τοῦ Ἀγγέλου προσαπιστήσῃς.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
κούφη νεφέλη τοῦ φωτός, ἡ ἀπειρόγαμος, διευτρεπίσθητι, ἰδοὺ ὁ Ἥλιος ἄνωθεν, ἐπιλάμψει σοι ὁ ἄδυτος, πρὸς μὲν ὀλίγον ἐπὶ σοὶ κατακρυπτόμενος, τῷ δὲ κόσμῳ, φαίνων καὶ λύων κακίας τὴν ζόφωσιν.
γγέλων ὁ πρῶτος λειτουργός, προσεπαφίησι σοι, φωνὴν χαρμόσυνον, καταμηνύων σοι Ἄχραντε, τὸν μεγάλης βουλῆς Ἄγγελον, σαρκωθησόμενον ἐκ σοῦ δι' ἀγαθότητα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ς ῥόδον κοιλάδων καθαρόν, ὡς κρίνον εὔοσμον κατανοήσας σε, ὁ πλαστουργὸς ἡμῶν Κύριος, νῦν ἠράσθη σου τοῦ κάλλους Ἁγνή, καὶ σαρκωθῆναι ἐκ τῶν σῶν, αἱμάτων βούλεται, τὸ δυσῶδες, ὅπως διώξῃ τῆς πλάνης χρηστότητι.
Πατρὸς δεξιόθεν οὐκ ἐκστάς, ἐν σοὶ τὴν οἴκησιν, μέλλει ποιήσασθαι, ὁ ὑπερούσιος Ἄχραντε, ὅπως στήσῃ δεξιᾷ αὐτοῦ, σὲ τὴν πλησίον καὶ καλήν, οἷα Βασίλισσαν, δεξιάν τε, πᾶσι προτείνῃ πεσοῦσι, καὶ σώσῃ ἡμᾶς.
Ὠδὴ θ’  Ὁ Εἱρμὸς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Εὔα μὲν ἐτρύγησε καρπόν, τὸν θάνατον, γεωργοῦντα τὸν ὀλέθριον· σοῦ δὲ ἐν μέσῳ ἐκβλαστήσει, καρπὸς ἀθανασίας ὁ πρόξενος, Χριστός, ὁ γλυκασμὸς ἡμῶν Δέσποινα, ὃν ἀνυμνοῦντες, σὲ δοξάζομεν.
Κλίνας οὐρανοὺς νῦν πρὸς ἡμᾶς κατάβηθι· θρόνος ἤδη ἡτοιμάσθη σοι, Λόγε, ἡ μήτρα τῆς Παρθένου, ἐν ᾧ ὡς Βασιλεὺς ὡραιότατος καθίσεις ἐξεγεῖραι τοῦ πτώματος, τῆς δεξιᾶς σου τὸ πλαστούργημα.
ράσθη τοῦ κάλλους σου Χριστός, Πανάμωμε, καὶ τὴν μήτραν σου κατῴκησεν, ὅπως παθῶν ἐξ ἀμορφίας, τὸ γένος τῶν ἀνθρώπων λυτρώσηται, καὶ κάλλος τὸ ἀρχαῖον δωρήσηται, ὃν προσκυνοῦντες, σὲ δοξάζομεν.
χώρα ἡ ἄσπορος Ἁγνὴ ὑπόδεξαι, διὰ λόγου τὸν οὐράνιον Λόγον, ὡς σῖτον καρποφόρον, βλαστάνοντα ἐκ σοῦ καὶ τὰ πέρατα, ἐκτρέφοντα τῷ ἄρτῳ τῆς γνώσεως, ὅν προσκυνοῦντες, σὲ δοξάζομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
ς δῶρα προεόρτια, προσφέρομέν σοι Πάναγνε, φιλοπτωχείας τὸν πλοῦτον, ἁγνείαν καὶ σωφροσύνην, ὕμνους εὐχὰς καὶ δάκρυα, νηστείαν καὶ ταπείνωσιν, ἐφ' οἷς συμπράττοις Δέσποινα, καὶ ἅπαντας ἐποπτεύοις εὐσπλάγχνως, ὦ Θεομῆτορ.
Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.
Δόξα... Καὶ νῦν... Ἦχος δ’
Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Τὸ Ἀγαθὸν τὸ ἐξομολογεῖοθαι τῷ Κυρίῳ.
Τὸ Τρισάγιον, τὸ Τροπάριον καὶ αἱ τρεῖς μεγάλαι μετάνοιαι, κατὰ τὴν τάξιν.
Περὶ δὲ τὴν τρίτην Ὥραν τῆς ἡμέρας συναγόμεθα ἐν τῇ Ἐκκλησίᾳ, καὶ ψάλλομεν, κατὰ τὴν συνήθειαν, τὴν γ’ ὥραν καὶ τὴν ς’ καὶ μικρὸν παρατηρήσαντες, συνάπτομεν καὶ τὴν θ’ καὶ μετὰ τοῦτο ὁ Ἑσπερινὸς ταχύτερον, διὰ τὸν κόπον τῆς Ἀγρυπνίας.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου