ΜΑΡΤΙΟΣ
ΤΗ ΚΑ’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου Ἐπισκόπου,
τοῦ Ὁμολογητοῦ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν.
Κόσμου τοὺς θορύβους ἐκφυγών, ἐν ἀταραξίᾳ παμμάκαρ τὸν νοῦν
ἐφύλαξας, μὴ περιπλανώμενον, μηδὲ ῥεμβόμενον, ταῖς τοῦ βίου συγχύσεσι, καὶ ταῖς
τρικυμίαις, ἀλλ' ἀνατεινόμενον, καὶ ἄνω βλέποντα, πόθῳ πρὸς τὸν ἄνω Δεσπότην,
πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀξιομακάριστε Ἰάκωβε.
Ἔξω τῆς τοῦ κόσμου ταραχῆς, Πάτερ διεξάγων τὸν βίον, παθῶν
ἐλεύθερος, γέγονας τῇ χάριτι περιφρουρούμενος, καὶ δαιμόνων τὰς φάλαγγας, ἀσκήσει
συντόνῳ, καὶ θείαις ἀστράψεσι, καταστεψάμενος, χαίρων σὺν Ἀγγέλοις χορεύεις, ὧν
τὴν πολιτείαν ἐκτήσω, περὶ τὸν Παντάνακτα καὶ Κύριον.
Ἔζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον,
δόξαν ἐνθυμούμενος, καὶ φανταζόμενος, τῆς σκηνῆς τὴν εὐπρέπειαν, τῆς ἐπουρανίου,
καὶ τὴν ὡραιότητα τὴν ἀκατάληπτον, ἧς νῦν
ἐμφορούμενος σῶσαι, τοὺς πιστῶς τιμῶντάς σε Πάτερ, τὸν Χριστὸν δυσώπησον
Ἰάκωβε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ
πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου,
σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον.
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου,
σταυρώσει ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὁλολύζουσα· Οἴμοι, Τέκνον γλυκύτατον!
ἀδίκως πῶς πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι,
ὁ πᾶσι νέμων ζωήν· Ὅθεν Παναγία Παρθένε, σὲ παρακα λοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν
τοῦτον ἀπέργασαι.
Ἀπολυτίκιον. Ἦχος δ’
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν
ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ
κυβέρνησον τὴν ζωὴν ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Οἱ Κανόνες ὡς σύνηθες. Ὁ Κανὼν τοῦ Ἁγίου.
Ποίημα Ἰγνατίου.
Ὠδὴ α’ Ἦχος β’ Ὁ Εἱρμὸς.
Δεῦτε Λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ
διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν Λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων,
ὅτι δεδόξασται.
Τὸν φωτισμόν, τοῦ σοῦ Δεσπότου, Ἰάκωβε, ἐν τῇ ψυχῇ δεξάμενος,
κόσμου κατέλιπες, ἀχλυώδη ἀπάτην, καὶ τῆς ὑπερκοσμίου δόξης ἐπέτυχες.
Σὺ τὸν Σταυρόν, ἐπὶ τῶν ὤμων ἀράμενος, τῷ σταυρωθέντι Ὅσιε, κατηκολούθησας, καὶ μονάσας
πανσόφως, τὰ πάθη ἐγκρατείᾳ Πάτερ ἐμείωσας.
Χωρητικόν, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐξ ἁπαλῶν ὀνύχων
σου, σκεῦος γεγένησαι, καὶ τῆς ἄνω πολίτης, Σιὼν καὶ κληρονόμος μάκαρ, Ἰάκωβε.
Θεοτοκίον.
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, σοὶ χωρητὸν γενόμενον,
δι' ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι τοὺς ἀνυμνοῦντας σε.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ὁ βίος σου τερπνός, ὁ λόγος ἔνθεος, ἀγάπης τῷ ἅλατι ἠρτυμένος, ἡ καρδία εὐκατάνυκτος· διὰ
τοῦτό σε πίστει μακαρίζομεν.
Χριστοῦ τοῦ δι' ἡμᾶς φανέντος σώματι, τὸν θεῖον σεβόμενος
χαρακτῆρα, διωγμοὺς Πάτερ ὑπέμεινας, καὶ κινδύνους καὶ πόνους παμμακάριστε.
Ὡς θῦμα καθαρὸν σαυτὸν προσήγαγες, Κυρίῳ νεκρώσει τῆς ἁμαρτίας,
καὶ θυσίας ἀναιμάκτους αὐτῷ, Ἱεράρχης ὡς ἔννομος προσήγαγες.
Θεοτοκίον.
Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ θείου μάννα
καὶ θρόνον, καὶ παλάτιον τερπνότατον, τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.
Κάθισμα.
Ἦχος γ’
Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα τῶν διδαγμάτων σου, καὶ τὴν λαμπρότητα τῶν
νοημάτων σου, καὶ οὓς ὑπέστης διωγμούς, σεπτὰ δι᾽ ἐκτυπώματα, Πάτερ
ἐκπληττόμενοι, κατὰ χρέος τιμῶμέν σε, Ἰάκωβε πανεύφημε, θυηπόλε τοῦ Κτίστου
σου· διὸ σὺν ὑμνῳδίαις βοῶμέν σοι· Σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία
ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον.
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε,
ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά
σε, μόνε φιλάνθρωπε.
Τῶν δακρύων τοῖς ῥεύμασι, διηνεκῶς λουόμενος Παμμάκαρ,
καθαρὸν δοχεῖον ὤφθης τοῦ Πνεύματος.
Ὁλονύκτοις δεήσεσι, τὰς ἡδονὰς τοῦ σώματος κοιμίσας, ἀπαθείας
ὤφθης λύχνος ἀκοίμητος.
Ταπεινός τε καὶ μέτριος, καὶ συμπαθὴς ἀκέραιος καὶ σώφρων,
Ἱεράρχα Ὅσιε ἐχρημάτισας.
Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα,
πειρασμῶν καὶ θλίψεων πάντας λύτρωσαι.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριε, ἐν τῷ
φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Δόξης ἐρῶν ἀληθοῦς, τὸ ἐν ἀνθρώποις ὑψηλὸν Ὅσιε, περιφανῶς
Πάτερ ἐβδελύξω, καὶ γέγονας φωστήρ, ταπεινοφροσύνης ἐμπρέπων φαιδρότητι.
Ἀναστηλῶν σεαυτόν, ταῖς ὁλονύκτοις προσευχαῖς ἵστασο, τῷ τῆς ψυχῆς ὄμματι τὰς θείας, δεχόμενος αὐγάς,
Πάτερ Ἱεράρχα θεόφρον Ἰάκωβε.
Ἐν ἐγκρατείᾳ πολλῇ, ἐν ἀγρυπνίᾳ ἐκτενεῖ Ὅσιε, ἐν προσευχῇ
καὶ κακοπαθείᾳ, ἐζήτησας Θεόν, τὸν σὲ πρὸς τὰς ἄνω μονὰς μεταθέμενον.
Θεοτοκίον.
Τὴν πληγωθεῖσάν
μου, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς, Ἄχραντε, ὡς συμπαθὴς ἴασαι καρδίαν, ἡ τὸν ἐπὶ
Σταυροῦ σαρκὶ πληγωθέντα, ἀρρήτως κυήσασα.
Ὠδὴ ς ’ Ὁ Εἱρμὸς.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Οἱ κρουνοὶ τῶν δακρύων σου Ὅσιε, θάλασσαν δεινῶν παθημάτων
ἐξήραναν, καὶ τὴν ἐκεῖ παράκλησιν, τῇ σεπτῇ σου ψυχῇ προεξένησαν.
Ἀνεξίκακος πρᾶος ἀκέραιος, ὅσιος ἡδὺς ταπεινόφρων καὶ μέτριος,
καὶ φωτισμοῦ ἀνάπλεως, παναοίδιμε Πάτερ γεγένησαι.
Τῇ τῶν θείων ποιμένων ἡ μνήμη σου, Πάτερ συνδεδόξασται, οἷα
Ποιμένος καλοῦ, Ποιμὴν σοφὲ Ἰάκωβε, ὡς ὁσίως τὴν ποίμνην ποιμάναντος.
Θεοτοκίον.
Ὁ βουλήσει τὸ πᾶν ἐργασάμενος, μήτραν βουληθεὶς ἀπειρόγαμον
ᾤκησε, τοὺς τῇ φθορᾷ νοσήσαντας, ἀφθαρσίᾳ πλουτίσας ὡς εὔσπλαγχνος.
Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου
Ἐπισκόπου, τοῦ Ὁμολογητοῦ.
Στίχοι
Λύπας ἐνεγκὼν σῆς χάριν σκιᾶς, Λόγε,
Βίου σκιώδους Ἰάκωβος ἡρπάγη.
Κρύψαν ὑπὸ χθόνα εἰκαδ' Ἰάκωβον κατὰ πρώτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου
Κωνσταντινουπόλεως.
Στίχοι
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων Μαρτύρων Φιλήμονος καὶ Δομνίνου.
Στίχοι
Τμηθεὶς Φιλῆμον, καὶ Δομνῖνον σὸν φίλον,
Φιλεῖν κεφαλῆς τὴν τομὴν ἀπειργάσω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βηρίλλου, ἐπισκόπου
Κατάνης.
Στίχοι
Διπλᾶ θανὼν εὕρατο Βήριλλος στέφη,
Ὡς κυριεύσας καὶ παθῶν καὶ δαιμόνων.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Σεραπίων, ὁ ἀπὸ Σιδῶνος, ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Δοὺς πάντα χερσὶν ἐνδεῶν Σεραπίων,
Τέλος δίδωσι καὶ τὸ Πνεῦμα Κυρίῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου
Παῖδες κατεφρόνησαν ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι
ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πολλοὺς διωγμούς, ἀνενδότους πειρασμοὺς Πάτερ ὑπέμεινας, Εἰκονομάχους
ἐκτρεπόμενος, ὡς ζηλωτὴς ἐνδικώτατος, πάντας τοὺς ὁρῶντας φωτίζων, καὶ κραυγάζων,
Ἰάκωβε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Χριστοῦ τὴν φρικτήν, παρουσίαν ἐννοῶν ἐν κατανύξει, πάντα
τὸν βίον διετέλεσας, ἕως οὗ εὗρες μακάριε, κάθαρσιν πταισμάτων τελείαν, καὶ αἰωνίαν
παράκλησιν, καὶ φωτισμὸν ἀληθινόν, καὶ δόξαν ἄρρητον.
Ποιμένος Χριστοῦ, ἐν πραότητι ψυχῆς ὤφθης ἀρνίον, καὶ ὑπὸ
τούτου ποιμαινόμενος, Ποιμὴν προβάτων ἐν Πνεύματι, Πάτερ λογικῶν ἀνεδείχθης, σὺν
αὐτοῖς μέλπων πάντοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Μαρία σεμνή, ἀειπάρθενε Ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις,
ἁμαρτανόντων ἡ λύτρωσις, σῶσον μὲ τὸν ἄσωτον σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,
καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ὁ καθαρώτατός σου νοῦς, καθαραῖς προσομιλῶν φωτοχυσίαις, τῶν
δαιμόνων τὸ σκότος, καὶ τῶν παθῶν τὴν ἀχλύν, ἐμφρόνως ἐξέκλινεν Ὅσιε, Χριστὸν ἀνυμνεῖτε,
κραυγάζων εἰς αἰῶνας.
Πεπυρωμένα τοῦ ἐχθροῦ, βέλη ἔσβεσας Σοφὲ ταῖς ἐπομβρίαις,
τῶν ἀπαύστων δακρύων· καὶ πυρωθεὶς τῇ Χριστοῦ, ἀγάπῃ παμμάκαρ κατέφλεξας, τὰς ὑλομανούσας,
τῶν ἡδονῶν ἀκάνθας.
Τοῦτο τὸ ποίμνιον Σοφέ, ὃ συνήγαγες ταῖς σαῖς διδασκαλίαις,
καὶ τοὺς πίστει τελοῦντας τὴν ἱερὰν καὶ σεπτήν, καὶ πλήρη φωτὸς θείαν μνήμην
σου, φύλαττε εὐχαῖς σου, πειρασμῶν καὶ κινδύνων.
Θεοτοκίον.
Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν
ψυχήν μου τακεῖσαν τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα σε δοξάζω,
εἰς πάντας τούς αἰῶνας.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι
τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα
δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Μετὰ πολλοὺς τοὺς καμάτους, μετὰ πόνους μυρίους, ἱδρῶτάς
τε καὶ θλίψεις ἀληθῶς, πρὸς τὸν λιμένα κατέπαυσας, τὸν οὐράνιον φέρων, τὸν πλοῦτον
τῶν ἐνθέων ἀρετῶν, ἱερώτατε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα.
Ἡμερινὸν ὡς ἀστέρα, ὡς Πνεύματος οἶκον, ὡς ῥόδον εὐωδίας
μυστικῆς, Πάτερ ὑπάρχων ἀνάπλεων, ὡς ὑψίκομον δένδρον, ὡς δόξης αἰωνίου κοινωνόν,
ὡς σοφὸν Ἱεράρχην, τιμῶμέν σε Ἰάκωβε.
Αἱ τῶν δακρύων λιβάδες, ἐν τῇ γῇ τῆς καρδίας, πεμπόμεναι
πλουσίως ἀληθῶς, στάχυν ἐξέθρεψαν ὥριμον, τὰς ψυχὰς τῶν ἐν πίστει, τιμώντων σε ἐκτρέφοντα
ἀεί, Ἱεράρχα θεόφρον, Πατὴρ ἡμῶν, Ἰάκωβε.
Θεοτοκίον.
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ
καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς
με· δυπωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ ὁ
κλεινὸς Ἰάκωβος.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Καὶ ἡ
λοιπὴ Ἀκολουθία, ὡς σύνηθες καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου