Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΦΕΒ.11



ΦΕΒΡΟΥΑΡΙΟΥ
ΤΗ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου.
  
 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια πέντε, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ν τῇ ἀσκήσει βλαστήσας, Ὅσιε Βλάσιε, Ἱερωσύνης δόξῃ, ὥσπερ φοίνιξ δικαίων, ἐξήνθησας παμμάκαρ, καρποὺς θεϊκούς, μαρτυρίου προσάγων Θεῷ, τὴν τῶν εἰδώλων κατάλυσιν ἐμφανῶς, καὶ ἀνθρώπων τὴν οἰκείωσιν.
Ποιμαντικῶς, διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, ἀθλητικούς ἀγῶνας, ὑπομείνας γενναίως, ἓν δι' ἀμφοτέρων, στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Θείῳ ῥωσθεῖσαι γυναῖκες, ζήλῳ τῆς πίστεως, τοῖς ὑπερτίμοις ἄθλοις, τῆς καλῆς μαρτυρίας, ἐστέφθησαν σὺν τέκνοις, θαῦμα φρικτόν! τὴν κεφαλὴν γὰρ ποθοῦσαι Χριστόν, καὶ ἐν αὐτῷ νυμφευθεῖσαι ὑπὲρ αὐτοῦ, τὰς κεφαλὰς ἐναπετμήθησαν.
ς προμηθέα σε πάντων, ὑμνοῦμεν Βλάσιε, καὶ λογικῶν θρεμμάτων, καὶ ἀλόγων πασχόντων· πάντας γὰρ ἰσχύεις, θεράπον Χριστοῦ, εὐεργετεῖν καὶ ἰᾶσθαι πιστῶς· τὴν γὰρ τοῦ Πνεύματος χάριν πεπλουτηκώς, δαψιλεύεις τὰ θαυμάσια.
Χριστὸς τὸ ζῆν σοι παμμάκαρ, καὶ τὸ θανεῖν ἀληθῶς, κέρδος ἐδείχθη πίστει, κατὰ Παῦλον τὸν μέγαν, Βλάσιε θεόφρον, ἐπεὶ δι' αὐτόν, προθυμότατα τέθνηκας, καὶ σὺν αὐτῷ βασιλεύεις διὰ παντός, εἰς ζωὴν τὴν ἀτελεύτητον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
πὶ τὴν σὴν εὐσπλαγχνίαν, προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πᾶσί μου τοῖς κακοῖς, ἣν ἐνδείκνυται Θεόνυμφε.
Ἢ Σταυροθεοτοκίον
ναρτηθέντα ὡς εἶδεν, ἐπὶ σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;
Ἐὰν δὲ τύχῃ ἐκτὸς τῆς τεσσαρακοστῆς, λέγε τὰ ἑξῆς, Ἰδιόμελα.
Δόξα... Ἦχος πλ. β' Τοῦ Στουδίτου
Βλαστήσας ἐν τῇ ἀσκήσει τῶν θείων ἀρετῶν, φερωνύμως Βλάσιε, ἐξήνθησας δαυϊτικῶς, ὥσπερ φοίνιξ ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, καὶ ὡσεὶ κέδρος ἐπληθύνθης τοῖς κατορθώμασιν, ὡς ἄμπελος δὲ εὐθηνοῦσα ἐν οἴκῳ Θεοῦ, τῷ καιρῷ τοῦ μαρτυρίου, τεμνόμενος βασάνων ποιναῖς, ἐκ καρποῦ τῶν ἀγώνων σου, ἔβλυσας ἡμῖν οἶνον νοητόν, ἐξ οὗ πιόντες, εὐφροσύνης ἐνθέου τὰς καρδίας πληρούμεθα, καὶ συμφώνως συνελθόντες, ἐν τῇ σεβασμίᾳ μνήμῃ τῆς σῆς τελειώσεως, μακαρίζοντες εὐφημοῦμέν σε, αἰτούμενοι λαβεῖν διὰ σοῦ τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Τριήμερος ἀνέστης
Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.
Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ'
ς καλὸς παιδοτρίβης, καὶ διδάσκαλος τῆς εὐσεβείας, τῇ ἐνεργείᾳ καὶ δυνάμει τῶν θείων λόγων σου, γυναῖκας φιλοθέους ὑπείληψας πρὸς ἀγῶνας μαρτυρικούς, τὸ ἀσθενὲς τῆς φύσεως αὐτῶν ῥωννύων ἐν Χριστῷ, μεθ' ὧν τὸν δρόμον τῆς ἀσκήσεως καλῶς τελέσας, εἰς νυμφῶνα οὐράνιον φαιδρῶς συναγάλλῃ, διπλῷ στεφάνῳ τῆς θείας δόξης σεμνυνόμενος, καὶ ἐξαιτούμενος σὺν αὐταῖς τὴν εἰρήνην ἡμῖν δοθῆναι, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ὡς γενναῖον ἐν Μάρτυσιν
πομβρίαις Πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταγλύκανον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀνομίας τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχουσαν, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῆς ἀειζώου πρεσβείας σου.
Ἢ Σταυροθεοτοκίον
ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βλάσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγεται ὁ Κανών, οὗ ἡ ἀκροστιχίς.
Ὕμνοις κροτῶ σε Μάρτυς, εὐσεβοφρόνως. Ὁ Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.
μνοις τὴν φωσφόρον καὶ σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, ἀνευφημοῦντος πιστῶς, Χριστοῦ Ἱερομάρτυς, τὸν νοῦν μου καταύγασον, αἴγλῃ φαεινοτάτῃ, παρρησίαν ἔχων πρὸς τὸν Κτίστην.
Μίαν χαρακτῆρσιν ἐν τρισίν, ὁμολογῶν Θεότητα, πολυθεΐας ἀχλύν, ἀπήλασας καὶ ὄρθρος, αὐγάζων εὐσέβειαν, ὤφθης Ἱερομάρτυς, τοῖς ἐν ζόφῳ πλάνης κρατουμένοις.
Νύκτα ἀθεΐας ἀστραπαῖς, τοῦ ἱεροῦ κηρύγματος, ἀπομειώσας φωστήρ, κοσμούμενος ἐδείχθης, θαυμάτων λαμπρότησι, φέγγει τε μαρτυρίου, καὶ τὴν κτίσιν πᾶσαν καταυγάζεις.
Θεοτοκίον
Ὅλην καθαρὰν σε εὐρηκώς, ὁ καθαρὸς ἐσκήνωσεν, ἐν τῇ νηδύϊ σου, ἁγνὴ Παρθενομῆτορ, καὶ σάρξ ἐχρημάτισε, δίχα τῆς ἁμαρτίας, ἵνα πλάνης ἡμᾶς ἀπαλλάξῃ.

Ὠδὴ γ' Ὁ Εἱρμὸς
στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.
Οἱ ταῖς ἀκάνθαις συμπνιγόμενοι τῶν τοῦ βίου, ἀπαύστως Βλάσιε συμπτωμάτων, τῆς πρεσβείας τῇ δρεπάνῃ καθαίρονται, προστάτην σε προσκαλούμενοι.
Τῇ πρὸς τὸ θεῖον ἀνανεύσει ὁλικωτάτῃ, βασάνων ἤνεγκας τρικυμίαν, ξεομένης τῆς σαρκός σου, ὡς πάσχοντος ἑτέρου, σὺ διακείμενος.
ς Ἱεράρχης, ὡς ἀήττητος Ἀθλοφόρος, ὡς θείᾳ δόξῃ ἠγλαϊσμένος, ἀκροτάτῳ ἐφετῷ νῦν παρίστασαι, πρεσβεύων ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον
Σὲ τὴν φανεῖσαν, ὑπερέχουσαν τῶν κτισμάτων ὡς πάντων οὖσαν ἁγιωτέραν, ἐν αἰνέσει γενεαὶ μακαρίζουσιν, ἀνθρώπων Θεομακάριστε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
κβλαστήσας ὡς δένδρον πανευθαλές, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, πολλοὺς κατεφύτευσας, πρὸς τὴν γῆν τὴν σωτήριον, καὶ ὡς κριὸς ποιμνίου, καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δι' εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς αὐτὸν Πάτερ Βλάσιε. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Διὰ κόσμον Παρθένε τὸν κοσμικόν, καὶ ταγμάτων τῶν ἄνω καλλωπισμόν, ἐν κόσμῳ ἐκύησας, τὸν τοῦ κόσμου Κοσμήτορα· πρὸ γὰρ τούτου Κόρη, ὑπῆρχον ἀκόσμητα, ὡς βροτῶν μὴ βλέπειν, δυναμένων τὸν Κύριον· ὅθεν ἀμφοτέρων, κοσμιότης κοσμία, ὡράθης Μητρόθεε, κοσμιότητι Τόκου σου· τὸν γὰρ κόσμον ἐκόσμησας, κόσμῳ τῷ ἀρχαίῳ δι' αὐτοῦ, καὶ Ἀγγέλων πάντα τὸν διάκοσμον, κατακοσμεῖς ὑπερκάλως, ἐν σοὶ κοσμοσώτειρα.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.
χων τὴν ψυχήν, ἀΰλῳ φωταυγείᾳ, Μάρτυς καὶ ποιμήν, φαιδρῶς αὐγαζομένην, δικαστικῶν πρὸ βημάτων ἔστης ἀνδρείως, ὁμολογῶν Θεοῦ τὴν σάρκωσιν.
Μύστης Ἱερεύς, καὶ Μάρτυς στεφηφόρος, στῦλος ἀκλινής, καὶ βάσις εὐσεβείας, καὶ ἀληθείας ἑδραίωμα ἐγνωρίσθης, τῇ Ἐκκλησίᾳ, Μάρτυς Βλάσιε.
ρνας λογικούς, ἐποίμανας ὁσίως, θῦμα δὲ δεκτόν, προσήχθης τῷ Δεσπότῃ, ὁλοκαυτούμενον ἄνθραξι μαρτυρίου, Ἱερομύστα πανσεβάσμιε.
ήσει σου σοφῶν, χειλέων ἀπεφράγη, χείλη πονηρά, λαλοῦντα βλασφημίαν, εἰς τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, Ἱεροκήρυξ ἀξιάγαστε.
Θεοτοκίον
Τόμον σε καινόν, προεῖδεν ὁ Προφήτης, ἔχοντα Θεοῦ, τὸν Λόγον γεγραμμένον, τὸν διαρρήξαντα Κόρη τῆς ἁμαρτίας, τῶν Προπατόρων τὸ χειρόγραφον.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον, φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε.
πέμεινας ἀνδρείως, τῆς σαρκὸς τὰς αἰκήσεις ἀοίδιμε, ἐν τῷ δεινῶς τραυματίζεσθαι, τὴν πλάνην τραυματίζων, καὶ ταράσσων ἐχθρούς, τῇ πρὸς Θεὸν ἀνυψώσει Ποιμήν ἀξιάγαστε.
Σταυρῷ τὸν προσπαγέντα, ἐν τῷ πάθει σου εἰκονίζων Μακάριε, τὰς τῆς σαρκὸς ἀλγηδόνας, ὑπέφερες γενναίως, καὶ νικητὴς γεγονώς, συνηριθμήθης ἀξίως, Μαρτύρων στρατεύμασιν.
νθέῳ πεποιθήσει, προσευχῶν σου μάστιξι, θῆρα Πάτερ συνώθησας, ἀποβαλέσθαι τὴν θήραν, ἣν ἀδίκως συνέσχε, πιστοῦ γυναίου πληρῶν, συμπαθεστάτῃ καρδίᾳ τήν αἴτησιν Βλάσιε.
Θεοτοκίον
μνοῦμέν σε Μαρία, τὴν θεώσασαν τῶν ἀνθρώπων τὸ φύραμα, τῇ ὑπὲρ νοῦν σου λοχείᾳ, καὶ ἀναπλάσασαν καταφθαρέντας ἡμᾶς, καὶ συντριβέντας ἀπάτῃ τοῦ ὄφεως Πάναγνε.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Συνήθλησέ σοι χορός, σεπτῶν γυναίων ἀοίδιμε· ῥωσθεῖσαι γὰρ τοῦ Σταυροῦ, δυνάμει συνέτριψαν, ἐχθροῦ πολυμήχανον, κεφαλὴν καὶ νίκης, ἀνεπλέξαντο τὸ διάδημα.
ρρώσθη τὸ ἀσθενές, Θεοῦ δυνάμει καὶ χάριτι· ἰδοὺ γὰρ νεανικῶς, γυναῖκες ἠρίστευσαν, τὸν ὄφιν πατήσασαι, τὸν ποτὲ τὴν Εὔαν, Παραδείσου ἐξοικίσαντα.
Βυθίσασαι πονηρῶν, δαιμόνων ἄψυχα ξόανα, ἐπουρανίου ναοῦ, κειμήλια ἔμψυχα, ἑαυτὰς προσήξατε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον
θρόνος ὁ τοῦ Θεοῦ, τῶν Χερουβὶμ ὁ ὑπέρτερος, νεφέλη ἡ τοῦ φωτός, ψυχῆς μου τὰ ὄμματα, Παναγία φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
θεῖος βλαστός, τὸ ἄνθος τὸ ἀμάραντον, ἀμπέλου Χριστοῦ, τὸ κλῆμα τὸ πολύφορον, θεοφόρε Βλάσιε, τοὺς ἐν πίστει τελοῦντας τὴν μνήμην σου, εὐφροσύνης πλήρωσον τῆς σῆς, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
ώμῃ Θεοῦ ἐνισχυθείς, ὦ θεόφρον, ὡς ἱερὸς Ἱεράρχης καὶ λειτουργὸς αὐτοῦ, ἐν πράξεσι θείαις ἀναδέδειξαι, τῶν ἀθλοφόρων ἐν ταῖς χορείαις, ἀθλοφόρος ὡράθης καὶ στεφανίτης, τῆς Ἀαρὼν ὑπερήρθης θυσίας, ὡς μύστης Χριστοῦ, σὺν Ἄβελ αἷμα τὸ θεῖον ἀνακράζει Θεῷ τὴν σφαγήν σου, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας.
Στίχοι
Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους,
λγοῦσι λαιμοῖς ῥευμάτων εἴργει βλάβας.
νδεκάτῃ Βλασίου τάμεν αὐχένα χαλκὸς ἀτειρής.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ, μετὰ τῶν ἑπτὰ γυναικῶν, ξίφει τελειοῦνται.
Στίχοι
Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας!
Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν.
Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος,
Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ Προφήτου, τοῦ Πατρὸς τοῦ τιμίου Προδρόμου.
Στίχοι
Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίου,
Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τὴν ὀρθοδοξίαν.
Στίχοι
Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην,
Χριστὸς Βασιλεὺς ἀξιοῖ θείου στέφους.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες δὲ ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φωτισμοῦ θείου ἔμπλεων, κτησάμενος καρδίαν, ἀπροσκόπτως παρέδραμες, προσκόμματα τῆς πλάνης, ἐχθρῶν διαβήματα, ὑποσκελίσας Σοφέ, τῇ παρουσίᾳ σου.
αντισμῷ τῶν αἱμάτων σου, πλάνης φλὸξ ἀπεσβέσθη, τῇ ἐλλάμψει τῶν λόγων σου, ἡ κτίσις ἐφωτίσθη, κραυγάζουσα Βλάσιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Οὐ σκιαῖς οὐκ αἰνίγμασιν, ὃν ἐπόθησας βλέπεις, πρὸς δὲ πρόσωπον, πρόσωπον λυθέντων τῶν ἐσόπτρων, καὶ μέλπεις γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νυσταγμῷ κρατηθέντα με, Παρθένε ἀμελείας, ἁμαρτίας κατέλαβεν, ὕπνος θανατηφόρος· διὸ μετανοίας με, πρὸς ζωηφόρον αὐγήν, Ἁγνὴ ἐξέγειρον καὶ σῶσόν με.
Ὠδὴ η' Ὁ Εἱρμὸς
στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ Ἥλιος, σὲ δοξάζει Σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.
ς κριὸς ἐθελόθυτος, ὡς ἱερεῖον δεκτόν, ὡς ἀμνὸς ἄκακος, χαίρων προσήχθης τῷ τυθέντι ἀμνῷ, εἰς ἡμῶν λύτρωσιν, καὶ Μαρτύρων συνήφθης ὁμηγύρει, μέλπων σύν Ἀγγέλοις, τὴν ἱερωτάτην Παμμάκαρ ὑμνῳδίαν.
Σταλαγμοῖς τῶν αἱμάτων σου, ἀποξηράνας βυθὸν ἀθεΐας Μάρτυς, ἔβλυσας κόσμῳ, ἰαμάτων κρουνούς, παύοντας καύσωνα, παθημάτων παντοίων, τῶν ἐν πίστει σοι καταφευγόντων, καὶ ὑπερυψούντων Χριστὸν εἰς τοὺς αἰῶνας.
Οὐκ ἀρνούμεθα Κύριον, τὸν ἐπὶ πάντων Θεόν, ἱερῶν γυναίων χορός, ἐβόα ὁ Μακάριος· ὅθεν ξεόμεναι, καὶ πυρὶ ὁμιλοῦσαι, καὶ σιδήρῳ κάρας ἐκτμηθεῖσαι, ἔχαιρον ὑμνοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
ερὰν σε προήγγειλαν, Παρθενομῆτορ φωναί, ἐσομένην Κόρη, τοῦ Ποιητοῦ σου, ὑπὲρ φύσιν τροφόν, γέννησιν ἄρρητον, ὡς καὶ σύλληψιν ξένην κεκτημένην· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
ς ὑπερφυεῖ κλίμακι, τῷ αἵματι Μάρτυς, ἐπιβὰς τὰς ἄνω μονάς, κατέλαβες ὡραῖος, ἀγλαΐαις ἀποδειχθεὶς τῶν ἀγώνων, καὶ τῷ στεφοδότῃ σου παρίστασαι.
Σὲ τὸν φωταυγῆ Ἥλιον, ποθοῦσαι γυναῖκες, καὶ τῶν ἡδυπνόων Χριστὲ ὀσφρανθεῖσαί σου μύρων, διὰ πάθους τὸ σὸν εἰκόνισαν πάθος, καὶ τῆς ἀφθαρσίας ἠξιώθησαν.
μεροφαὴς ὡς ἀστήρ, ταῖς ἄνω χορείαις αὐλιζόμενος Βλάσιε, τὴν φωσφόρον σου μνήμην, τοὺς γεραίροντας ζοφερῶν ἐγκλημάτων, ῥῦσαι ταῖς πρεσβείαις σου δεόμεθα.
Θεοτοκίον
Φέρεις ἐν ἀγκάλαις, Χριστὸν τὸν διακρατοῦντα, οἰκουμένην πᾶσαν, χειρὶ ἁγνὴ Παρθενομῆτορ, ὃν ἱκέτευε ὡς Υἱόν σου καὶ Κτίστην, σῶσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Ἐξαποστειλάριον
Ἐν πνεύματι τῷ ἱερῷ
Μαρτύρων σε ὡράϊσμα, ἱερέων τὸ κλέος, γινώσκομεν πανόλβιε, Βλάσιε Ἱεράρχα· ὡς θῦμα γὰρ προσήνεγκας, σεαυτὸν καὶ τέθυσαι, τῷ διὰ σὲ εἰς θυσίαν, ἑκουσίως ἐλθόντι, ἀγαθότητι ἀφράστῳ, καὶ βουλήσει ἀρρήτῳ.
Ἕτερον
Τοῖς μαθηταῖς συνέλθωμεν
Δεῦτε καὶ δῶμεν σήμερον, τῷ Χριστῷ δόξαν πάντες· αὐτὸς γὰρ ὁ Θεὸς ἡμῶν, τέρασι παραδόξοις, καὶ θαύμασι πολυτρόποις, τὸν σοφὸν Ἱεράρχην, καὶ Μάρτυρα ἐδόξασε, Βλάσιον, ὃν τιμῶντες, καὶ τὴν αὐτοῦ, ἱερὰν πανήγυριν ἐκτελοῦντες, ἁμαρτιῶν λυτρούμεθα, ταῖς αὐτοῦ ἱκεσίαις.
Θεοτοκίον
Ζητῶν με τὸ πλανώμενον, πρόβατον παραβάσει, Θεὸς ὁ πλαστουργήσας με, σοῦ τὴν ἄφθορον μήτραν, ὑπέδυ ἄχραντε Κόρη, καὶ λαβὼν με ἐπ' ὤμων, εἰς οὐρανοὺς ἀνύψωσε, συνεδρίᾳ τιμήσας τῇ Πατρικῇ, οὗ τὴν ἀνυπερβλητον εὐσπλαγχνίαν, καὶ σὲ τὴν Θεομήτορα, προσκυνῶ καὶ δοξάζω.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου