ΜΑΡΤΙΟΣ
ΤΗ ΙΓ’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου
Κωνσταντινουπόλεως.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου.
Λόγῳ τὰ πάθη Πανόλβιε, καθυποτάξας σαφῶς, τὴν ψυχὴν κατελάμπρυνας,
ἀρετῶν ἐν χρώμασι, καὶ δογμάτων ὀρθότητι, τὸν τῆς σοφίας πλοῦτον δρεψάμενος, καὶ
διανείμας τοῖς σοὶ προστρέχουσι, λύχνος πολύφωτος, γεγονὼς τῇ χάριτι, θεοπρεπῶς,
ὤφθης ἐγκαλλώπισμα, τῇ Ἐκκλησίᾳ Χριστοῦ.
Νίκην κατ' ἐχθρῶν ἀράμενος, δικαιοσύνης λαμπρῷ, νῦν στεφάνῳ
κεκόσμησαι, Νικηφόρε πάνσοφε, τῆς ἁγνείας διδάσκαλε, τῆς εὐσεβείας στῦλος ἀκράδαντος,
τῆς Ἐκκλησίας ἀκαταμάχητος, πύργος γενόμενος, τῶν ἀφρόνων ἅπασαν, αἱρετικῶν, φάλαγγα
κατέστρεψας, θεόφρον Ὅσιε.
Ἔνδον τῶν ἀδύτων πέφηνας, εἰς οὐρανοὺς ἀναβάς, ἀρετῶν ἐποχούμενος,
Θεορρῆμον ἅρμασι, διφρηλάτης αἰθέριος, ὡς ὁ Θεσβίτης νῦν ἀνυψούμενος, οὗ καὶ τὸν
ζῆλον ἐκμιμησάμενος, ξίφει τοῦ Πνεύματος, τῆς αἰσχύνης ἅπαντας, τοὺς ἱερεῖς, ἄριστα
κατέσφαξας, μακαριώτατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Χαίροις οἰκουμένης καύχημα, χαῖρε Κυρίου ναέ, χαῖρε ὄρος
κατάσκιον, χαῖρε καταφύγιον, χαῖρε λυχνία χρυσῆ, χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων
σεμνή, χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, χαῖρε Παράδεισε, χαῖρε θεία τράπεζα,
χαῖρε σκηνή, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ἡ πάντων ἐλπίς.
Ἢ Σταυροθεοτοκίον.
Ἥλιος ἰδὼν σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελὴματι,
καὶ ἡ γῆ ἐσείετο, καὶ πέτραι διερρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ
δυνάμεις πᾶσαι ἐξίσταντο, ἅπερ ὡς ἔβλεψεν, ἡ Παρθένος Δέσποινα, ἐν στεναγμοῖς·
Οἴμοι ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον:
Ἀπολυτίκιον. Ἦχος δ’
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον
ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει
τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικηφόρε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Οἱ Κανόνες τοῦ Ἁγίου, καὶ τοῦ Τριῳδίου. Ὁ κανὼν
τοῦ Ἁγίου.
Ποίημα Ἰγνατίου
Ὠδὴ α’ Ἦχος β’
Δεῦτε Λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν,
καὶ ὁδηγήσαντι, τὸν Λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».
Ἁμαρτιῶν, τάφῳ δεινῷ συσχεθέντα με, τῇ ἀθανάτῳ νεύσει σου
καὶ τῇ εὐσπλάγχνῳ σου, ἀναστήσας παλάμῃ, ζώωσον ὡς οἰκτίρμον, καὶ πολυέλεος.
Τὰς γενικάς, τῶν ἀρετῶν τελειότητας, τετραμερῶς κτησάμενος,
καὶ ὡς ἐν ἅρματι, ἐπιβὰς Θεοφόρε, εἰς νύσσαν θεωρίας, ἤρθης ἐκ πράξεως.
Σὺ τῆς ζωῆς, τῆς ἀκηράτου δεξάμενος, ἐκ τοῦ κρατῆρος Ὅσιε,
τὸ θεῖον ἔπιε, καὶ νηφάλιον πόμα· διὸ καὶ τῆς σοφίας, δοχεῖον γέγονας.
Ἀπελαθείς, θρόνου καὶ δόξης καὶ ποίμνης σου, χειρὶ βιαίᾳ Ὅσιε,
τῶν τῆς αἱρέσεως, θυμοφθόρων θηρίων, νυνὶ πρὸς τὴν οἰκείαν, μάνδραν εἰσήλασας.
Θεοτοκίον.
Τὸν τοῦ Πατρός, Λόγον τῷ λόγῳ συνείληφας, καὶ ὑπὲρ λόγον τέτοκας,
καὶ μετὰ κύησιν, ὑπὲρ φύσιν καὶ λόγον, Παρθένος ὡς πρὸ τόκου, πάλιν διέμεινας.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων Σε.
Τῷ ὅπλῳ τοῦ Σταυροῦ θωρακισάμενος, τὸ θεῖον ἐκτύπωμα τοῦ
Σωτῆρος, περιγράφων προσεκύνεις εὐσεβῶς, πατρικοῖς ἐφεπόμενος θεσπίσμασιν.
Ποίμνη τὸν ποιμένα σε ποθήσασα, τὸν ταύτης κατ' ὄνομα
συγκαλοῦντα, καὶ τοὺς λύκους ἐκδιώκοντα, τῇ τῆς πίστεως ῥάβδῳ σοὶ προστρέχει
Σοφέ.
Ὡς πάλαι Ἰωσὴφ τοῦ θείου σώφρονος, τὸ σῶμα ὁ Ἰσραὴλ συγκομίζει·
οὕτω νῦν ἡ Ἐκκλησία Χριστοῦ, τὴν σορὸν τῶν λειψάνων σου σεβάζεται.
Θεοτοκίον.
Ναὸς καὶ ἱερὸν κατοικητήριον, τοῦ Λόγου ὑπάρχουσα Θεοτόκε,
τῶν πταισμάτων ἱλαστήριον, Παναγία γενοῦ μοι Θεονύμφευτε.
Κάθισμα.
Ἦχος γ’
Θείας πίστεως.
Νίκαις ἔστεψας τὴν Ἐκκλησίαν, πλάνην ἔτρεψας κακοδοξίας,
Νικηφόρος φερωνύμως γενόμενος, καὶ ἁγιάζεις τοῦ κόσμου τὰ πέρατα, συγκομιδῇ τοῦ
ἁγίου λειψάνου σου, Πάτερ Ὁσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Θεοτοκίον.
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί
σου, ἀλλὰ Θεὸς ἐναθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ
τοῦ τόκου φυλάξας Πανάμωμε, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Ἡ ἀμίαντος ἀμνὰς τοῦ
Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς
ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς
πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά
σε, μόνε φιλάνθρωπε.
Κιβωτὸς ἁγιάσματος, ἐξ ἧς πηγὴν ἰάσεων ἀντλοῦμεν, ἡ σορός
σου γέγονε τοῖς τιμῶσί σε.
Τὰς αἱρέσεις ἐδίωξας, καὶ τὴν τῆς ποίμνης μάνδραν ἠσφαλίσω,
διδαχαῖς ἐνθέοις περιφραξάμενος.
Κατὰ χρέος τιμῶμέν σου, τὴν τῶν Λειψάνων Μάκαρ μυροθήκην, ὡς
ζωῆς πηγάζουσαν, εὐωδίαν πιστοῖς.
Θεοτοκίον.
Νοητὸν σε Παράδεισον, τῆς ζωῆς τὸ ξύλον δεξαμένην, ἐν
γαστρὶ Παρθένε Χριστὸν δοξάζομεν.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ
φωτὶ τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.
Ἐχθροὶ αἰσχύνονται νῦν, αἱρεσιάρχαι σὺν αὐτοῖς μαίνονται,
τὴν σὴν σορὸν ὁρῶντες θεόφρον, πιστῶς τιμωμένην, ὑπὸ Βασιλέως καὶ πάσης τῆς ποίμνης
σου.
Ἡ ἱερά σου σορός, τὰ
τῶν δαιμόνων πονηρὰ πνεύματα, ὡς φοβερὰ μάστιξ ἐκδιώκει, καὶ νίκην κατ' αὐτῶν,
Νικηφόρε δόξης, θεόθεν κομίζεται.
Τοῦ συνειδότος ἐν σοί, τὸ χωνευτήριον πυρὶ Πνεύματος, ἀναφλεχθέν,
ὡς χρυσὸν τῇ πίστει, σὲ ἔδειξε λαμπρόν, τῶν αἱρετιζόντων, ἐλέγχον τὸ κίβδηλον.
Θεοτοκίον.
Ὡραιωθεῖσα Σεμνή, τῇ ἐπελεύσει τοῦ σεπτοῦ Πνεύματος, Θεὸν
μαζοῖς θηλάζεις, καὶ τοῦτον συνέχεις ἀγκάλαις, τὸν πᾶσαν τὴν κτίσιν, παλάμαις
συνέχοντα.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας
σου, ἐπικαλοῦμαι ἄβυσσον· ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Ὑπὲρ πίστεως πάθη ὑπέμεινας, ὑπὲρ τῆς Πατέρων σεπτῆς παραδόσεως,
ὑπερορίας ἤνεγκας, δι' ὧν δόξαν ἐκτήσω ὑπέρτιμον.
Ἡ ἑδραία σου πίστις καὶ ἔνστασις, τὰς τῶν τυραννούντων ἀνοίας
διέσεισε, στῦλος πυρὸς δὲ γέγονε, τῇ σεπτῇ Ἐκκλησίᾳ Μακάριε.
Ὡς φαιδροὺς μαργαρίτας καὶ λίθους Σοφέ, ὑπερδιαυγεῖς τὴν
σορὸν καὶ τὴν κόνιν σου, ἡ Ἐκκλησία φέρουσα, ὀρθοτόμῳ στεφάνῳ καλλύνεται.
Θεοτοκίον.
Τὸν ἀπόρρητον τρόπον τοῦ τόκου σου, γλῶσσαι γηγενῶν καὶ Ἀγγέλων
γεραίρουσι, τῶν ποιημάτων Δέσποινα, ὑπερτέραν σε πάντων δοξάζουσαι.
Συναξάριον.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
Νίκης ἑορτὴν ἡ πόλις Νικηφόρε,
Δοχὴν ἄγει σου Λειψάνου Νικηφόρου.
Χοῦς τρισκαιδεκάτῃ Νικηφόρου ἄστυ εἰσήχθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἱερομάρτυρος Πουπλίου ἐπισκόπου Ἀθηνῶν.
Στίχοι
Στολὴν ἔβαψας αἱμάτων ῥείθροις, μάκαρ,
Καὶ λαμπρὸς ὤφθης νῦν Κυρίῳ ἢ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀφρικανοῦ, Πουπλίου,
καὶ Τερεντίου, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ Παυλοπετρείῳ.
Στίχοι
Συμμάρτυρας τρεῖς, ὧν διὰ ξίφους τέλος,
Ἴσα στεφάνοις τοῖς ἰάμβοις χρὴ στέφειν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἄβιβος ὁ ἐξ Ἑρμουπόλεως, λίθῳ
προσδεθείς, καὶ ἐν ποταμῷ βληθείς, τελειοῦται.
Στίχοι
Βληθεὶς Ἄβιβος εἰς ποταμὸν σὺν λίθῳ,
Ἐκπλεῖ ποταμὸν συρφετώδη τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χριστῖνα ἡ ἐκ Περσίδος,
μαστιζομένη τελειοῦται.
Στίχοι
Μάστιξ τὸ τύπτον· σάρξ
τὸ πάσχον Χριστίνης.
Χριστοῦ χάριν χέουσα κρουνοὺς αἱμάτων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου
Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι
ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῇ θείᾳ ῥοπῇ, ἀδιάφθορα τηρεῖται τὰ ἐντάφια, καὶ τὰ ὀστᾶ
σου θείῳ νεύματι, τὴν ἁρμονίαν μὴ λύσαντα, πᾶσαν ἀκαθάρτων πνευμάτων, διασκεδάζει
κακόνοιαν. Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Συντρέχει Ποιμήν, Βασιλεύς τε εὐσεβὴς καὶ τῶν ἐν τέλει
πληθύς, καὶ ὑποθέντες τῇ ἐνδόξῳ σου, σορῷ αὐχένας θεόληπτε, ὥσπερ κιβωτῷ παναγίᾳ,
δορυφοροῦσι καὶ ψάλλουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ θεῖος σηκός, τῶν τοῦ Λόγου Μαθητῶν ὑποδεχέσθω σεμνῶς, τῶν
Ἀποστόλων τὸν συνόμιλον, καὶ τῶν Μαρτύρων τὸν σύσκηνον, τῶν Ἱεραρχῶν τὴν κρηπῖδα,
καὶ τὸν Ὁσίων ὁμότροπον· Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁρῶν Μωϋσῆς, βάτον ἄφλεκτον πυρὶ ἀναπτομένην, ἐν τῷ Σιναίῳ
Μῆτερ πάναγνε, προδιετύπου τὴν μήτραν σου· πῦρ γὰρ συλλαβοῦσα τὸ θεῖον, οὐ
κατεφλέχθης, ἀλλ' ἔτεκες, τὸν τοῦ φωτὸς δημιουργόν, Θεὸν καὶ Ἄνθρωπον.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,
καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα, Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῷ λιμένι τῆς ζωῆς, ἐκ πολλῶν τρικυμιῶν ἔφθασας Πάτερ,
τῇ τοῦ Πνεύματος αὔρᾳ, καὶ τὸ τοῦ φόρτου καλόν, ἀβρόχῳ ποδί σου διέσωσας, καὶ νῦν
ἀπολαύεις τῆς ἐκεῖσε γαλήνης.
Τάφον ὁρῶντες οἱ πιστοί, εἰς κοινὸν θυσιαστήριον ληφθέντα,
ἐν ᾧ θεῖαι τελοῦνται ὁλοκαυτώσεις, πιστῶς, καὶ ἔνδον, νεκρὸν ἱερώτατον, τὸν
θαυματουργὸν ὑπερυψοῦμεν.
Χαίρει τὸ ποίμνιον φαιδρῶς, ἑορτάζει Μοναστῶν λαμπρὰ χορεία,
καὶ πιστῶν Βασιλέων ἡ εὐσεβὴς πορφυρίς, καὶ πᾶσα δυναστῶν ὁμήγυρις, ἐπὶ τῇ σεμνῇ
κομιδῇ τῶν σῶν λειψάνων.
Θεοτοκίον.
Λόγῳ τὸν Λόγον ἐν γαστρί, τῶν τὰ πάντα συστησάμενον τῷ λόγῳ,
συλλαβοῦσα ἀσπόρως Θεοκυῆτορ Ἁγνὴ Παρθένε, ὑπὲρ λόγον τέτοκας, ὃν ὑπερυψοῦμεν εἰς
πάντας τούς αἰῶνας.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι
τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα
δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ἐπὶ τῇ σῇ πανηγύρει, καὶ τοῖς ἐπαίνοις σου Πάτερ,, Ἀγγέλων
συγχορεύουσα πληθύς, τὸν ὑπεράγιον Κύριον, εὐχαρίστως δοξάζει, καὶ τὴν εἰρήνην ἄνωθεν
ἡμῖν, ἐξαιτεῖται τοῖς πίστει, τιμῶσί σου τὸ λείψανον.
Ἡ τῶν λειψάνων σου χάρις, ὡς σεπτὸν ἰατρεῖον, τῇ ἀσθενείᾳ
γένοιτο ἡμῖν, καὶ ἡ πρεσβεία Πανεύφημε, ἱλαστήριον πᾶσι, καὶ πρὸς Θεὸν ὁδὸς καὶ
ὁδηγός, τοῖς ἐν πίστει καὶ πόθῳ, τιμῶσί σε μακάριε.
Νικητικαῖς πανοπλίαις, τοὺς πιστοὺς θωρακίσας, Παντάναξ τῇ
χειρί σου Βασιλεῖς, κατὰ βαρβάρων ἐνίσχυσον, καὶ τὴν σὴν Ἐκκλησίαν, ὡς ἀσφαλῆ
κρηπῖδα τῶν πιστῶν, τοῦ Ὁσίου πρεσβείαις, ὀρθοτομοῦσαν, φύλαττε.
Θεοτοκίον.
Ὡς κραταιὰν προστασίαν, ὡς ἐλπίδα καὶ τεῖχος, καὶ ἄγκυραν
καὶ σκέπην ἀσφαλῆ, καὶ ἀπροσμάχητον ἔρεισμα, καὶ ἀχείμαστον ὅρμον, καὶ μόνον
καταφύγιον, Ἁγνή, κεκτημένον σε πάντες, σῳζόμεθα Πανύμνητε.
Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον σὺν τῷ Μαρτυρικῷ.
Καὶ ἡ
λοιπὴ Ἀκολουθία ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου