Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΡ. (11)



ΜΑΡΤΙΟΣ
ΤΗ ΙΑ’ ΤΟΥ  ΜΗΝΟΣ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σωφρονίου, Πατριάρχου Ἱεροσολύμων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου γ’.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Σωφροσύνης ἐπώνυμος, ἐξ ἐνθέου προγνώσεως, προκληθεὶς Σωφρόνιος, σώφρων γέγονας, ἐπὶ τῶν ἔργων καὶ δίκαιος, ἀνδρεῖος καὶ φρόνιμος, ἀρεταῖς ταῖς γενικαῖς, γενικῶς στεφανούμενος, καὶ διένειμας, προσφυῶς ἑκατέρῳ τῇ ψυχῇ τε, καὶ τῷ  σώματι, καθάπερ, διαιτητὴς ἀκριβέστατος.
Θεολόγου ἐκ στόματος, θεολόγους ἑβρόντησας, διδαχὰς Σωφρόνιε, παμμακάριστε, θεολογήσας τρανότατα, Πατέρα τὸν ἄναρχον, καὶ συνάναρχον Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, συναΐδιον, ἐν μονάδι Τριάδα καὶ Μονάδα, ἐν Τριάδι Θεὸν ἕνα, τῇ οὐσιώδει ταυτότητι.
Τῇ σαρκὶ καθ' ὑπόστασιν, ἑνωθέντα τὸν ἄσαρκον, καὶ Πατρὶ συνάναρχον, Λόγον Πάνσοφε, δίχα τροπῆς καὶ συγχύσεως, σοφῶς ἐδογμάτισας, ἐνεργοῦντα δὲ διττῶς, καταλλήλως ταῖς φύσεσιν, ἐξ ὧν σύγκειται, καὶ ἐν αἷς θεωρεῖται εἷς ὑπάρχων, ἀδιαίρετος τῷ  ὄντι, τοῦτο κἀκεῖνο νοούμενος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου, καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι, μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.
Ἢ Σταυροθεοτοκίον.
ν Σταυρῷ ὡς κατεῖδέ σε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου, ἐξεπλήττετο, καὶ τὶ τὸ ὅραμα, ἔκραζεν· Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν ὁ παράνομος, ὁ πολλῶν σου, θαυμάτων ἀπολαύσας; ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.
Ἀπολυτίκιον.  Ἦχος α’
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα Σωφρόνιε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τό, Θεοτόκε Παρθένε, καὶ τὰ ἕτερα.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τοῦ Ἁγίου καὶ τοῦ Τριῳδίου.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Σωφροσύνης μέλπω τὸν ἐπώνυμον, αἴσιμα ῥέζων.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος δ’
Ὁ Εἱρμὸς.
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανυγηρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Σωφρόνως διέπλευσας, τῆς σωφροσύνης τὸ πέλαγος, ταῖς αὔραις τοῦ Πνεύματος, οἰακιζόμενος, καὶ συνήθροισας, πολλὴν περιουσίαν, σοφίας χαρίσματι, Πάτερ Σωφρόνιε.
ς Ἄγγελος γέγονας, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, καὶ πρόεδρος ἔνθεος, τοῦ θείου Μνήματος, τοῦ πλουτήσαντος, πηγὴν ἀθανασίας, Χριστὸν τὸν ἐγείραντα, πτῶσιν τοῦ γένους ἡμῶν.
Φαιδρότητι λόγων σου, διανοίας ὀξύτητι, τὸν κόσμον ἐφαίδρυνας, θεολογήσας τρανῶς, τρισυπόστα τον, Θεότητος οὐσίαν, Μονάδα τρισάριθμον, Πάτερ Σωφρόνιε.
ημάτων ὁ φθόγγος σου, καὶ τῶν δογμάτων ἡ εὔσημος, κιθάρα διέδραμε, τῆς γῆς τὰ πέρατα, τὸ μυστήριον, τῆς οἰκονομίας, τοῦ Λόγου διδάσκουσα, Πάτερ θεόληπτε.
Θεοτοκίον.
ὢν φύσει ἄκτιστος, καὶ τῷ  Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς. 
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Στηριζομένη, βακτηρίᾳ τῶν λόγων σου Ὅσιε, τὰς ὁρμὰς τῶν δυσσεβῶν, καὶ θεομάχων αἱρέσεων, ἐλαύνει διώκουσα, ἡ Ἐκκλησία Χριστοῦ.
περμαχήσας, τοῦ σεπτοῦ θεοφόρε κηρύγματος, ἀνεδείχθης νικητής, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, σοφῶς δυναμούμενος, Πάτερ Σωφρόνιε.
Νεκρώσας πᾶσαν, φθειρομένης σαρκὸς ἡδυπάθειαν, τὴν ἀκήρατον ψυχήν, δι' εὐσεβείας ἐζώωσας, καὶ ταύτην ἀνέδειξας, ἔνθεον ὄργανον.
θεολόγος, καὶ τερπνὴ καὶ μελίρρυτος γλῶσσά σου, τοὺς τοῦ λόγου ποταμούς, ἀναπηγάζει θεόληπτε, τὰ θεῖα διδάγματα, πᾶσι προχέουσα.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν τὸν Θεόν, Θεοτόκον δοξάζομεν, τῷ  Γεννήματι τῷ  σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, πάναγνε Δέσποινα.
Κάθισμα  Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτήρησας τὸ κατ' εἰκόνα Θεοῦ, Σωφρόνιε Ὅσιε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χάριτας διδαγμάτων, ἀπαστράπτουσα πᾶσι, τοῖς πίστει ἑορτάζουσι Πάτερ τὴν μνήμην σου.
Θεοτοκίον.
καίνισας Ἄχραντε τῷ  θείῳ τόκῳ  σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον.
Σταυρῷ σε ὑψούμενον ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου· πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ  θανάτῳ, ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος ;
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ  παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Μίαν ἄναρχον οὐσίαν, ἐν τρισὶν ὑποστάσεσιν, ἰδικαῖς τελείαις, Πάτερ σὺ σοφῶς ἐδογμάτισας, διαιρουμένην ἀτμήτως, ἑνουμένην τε ἀσυγχύτως, βουλήσει μιᾷ  καὶ Θεότητι.
χων σώφρονας τὰς φρένας, καὶ τὸν νοῦν σωφρονέστερον, οὐ φυρμὸν ἐφρόνεις, Πάτερ οὐ τροπὴν οὐδὲ σύγχυσιν, τῶν ἡνωμένων ἀτρέπτως δύο φύσεων, ἐν ἑνὶ Χριστῷ, μονογενεῖ ἀπαστράπτουσαν.
Λαμπρυνόμενος ἐνθέως, φωτισμῷ  τῷ  τοῦ Πνεύματος, τὴν δεινὴν μανίαν, τὴν τοῦ Νεστορίου διέλυσας, ταυτοβουλίᾳ καὶ γνώμῃ τοῦ τὴν ἕνωσιν, δογματίσαντος, ἐπὶ Χριστοῦ δύο φύσεων.
Πύρρον ἔφλεξας ἀντάρτην,τῶ πυρὶ τῶν δογμάτων σου, ἀθετοῦντα δύο, εἶναι τοῦ Χριστοῦ τὰ θελήματα, ταῖς διαφόροις οὐσίαις τὰ κατάλληλα, ἐνεργείας τε, ἅμα διπλᾶς Πάτερ Ὅσιε.
Θεοτοκίον.
ραιώθης ὑπὲρ πᾶσαν, τῶν Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
Τὴν σεπτὴν ἀνάστασιν, καὶ τάφον τῆς ζωῆς, ἀκλινεῖ πόθῳ θεωρῶν, θεωρίας ἤντλησας κρυφιομύστους, καὶ πιστοῖς μετέδωκας, Ἱεράρχα τῆς ἐλλάμψεως.
λικῶς ἐπόθησας, τὸν μόνον ἀγαθόν, πυρσωθεὶς φέγγει νοητῷ, καὶ πηγὴν ἠγάπησας τῆς ἀφθαρσίας, θεωρίαις Πάνσοφε, πρὸς αὐτὴν ἀνατεινόμενος.
Ναὸς ζῶν καὶ ἔμψυχος, ἐγένου τοῦ Θεοῦ, νεκρωθεὶς πᾶσι τοῖς ἐν γῇ, τὴν τοῦ λόγου τράπεζαν εὐθηνουμένην, κεκτημένος Ὅσιε, καὶ λυχνίαν τὴν τῆς πίστεως.
Θεοτοκίον.
ν δυσὶ νοούμενον, οὐσίαις τὸν Χριστόν, τὸν Υἱὸν τὸν μονογενῆ, τοῦ Θεοῦ τὸν ἄναρχον, σάρκα γενόμενον, ὑπὲρ λόγον τέτοκας, Θεομῆτορ ἀπειρόγαμε.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς. 
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ  δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Πλουσίως, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος, τοῦ παναγίου θεόφρον, ἐν τοῖς χείλεσί σου· ὅθεν ὁ φθόγγος, τῶν σῶν λόγων, τοῦ ποταμοῦ μιμεῖται τὰ ῥεύματα.
ς φοίνιξ, ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, τῇ εὐκαρπίᾳ τῶν λόγων, καθαρῷ τε βίῳ καταγλυκαίνων, τὰς καρδίας, Ἱεράρχα, τῶν πίστει τιμώντων σε.
Νεκροῦται, τῇ ζωτικῇ ῥομφαίᾳ τῆς γλώττης σου, τὸ τῶν αἱρέσεων στῖφος, καὶ θρασεῖα φάλαγξ τῶν θεομάχων, σφαττομένη, θανατοῦται δογμάτων σου ξίφεσιν.
Θεοτοκίον.
μνοῦμεν, Θεοτόκε τὸν ἄχραντον τόκον σου, δι' οὗ σῳζόμεθα πάντες, καὶ θανάτου βρόχων καὶ δεινοτάτης, ἁμαρτίας, καὶ τῶν μυχῶν τοῦ ᾍδου λυτρούμεθα.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
σπευδε τηρεῖν καὶ κεραίαν τοῦ νόμου,
Σωφρόνιος, οὗ παρ᾽ οὐρανοῖς κέρας.
νδεκάτῃ σαόφρων ἔδυ Σωφρόνιος παρὰ τύμβον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πιονίου, Πρεσβυτέρου τῆς ἐν Σμύρνῃ Ἁγίας Ἐκκλησίας.
Στίχοι
ς ἐγκρυφίας ἄρτος ἐξωπτημένος,
Καυθεὶς προσήχθη Πιόνιος Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου Θεοφόρου καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ Διϊππείῳ λεγομένῳ, τοῦ Νεοφανοῦς.
Στίχοι
κ γειτόνων εἶ, Γεώργιε, κἀνθάδε,
Κἀκεῖθεν, οἶμαι, Χριστομύστη, Παρθένῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Λαοδικείᾳ μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εἰς τὴν Κωνσταντινούπολιν ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.
Στίχοι
Κομίζεταί σοι ὄλβος, ὀλβία Πόλις,
πιμάχου τὸ σῶμα τοῦ τρισολβίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Σιναΐτου.
Στίχοι
Πῶς ἂν διῆλθες πλέθρα γῆς τάχος τόσα;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἦς, πάτερ, βίῳ;
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Μετὰ τῆς ἄνωθεν ῥοπῆς, ταῖς αἱρετικαῖς γλωσσαλγίαις, ἀντιταττόμενος Σοφέ, νικηφόρος γενόμενος ἔψαλλες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
λαὸς ἀνάθημα Θεοῦ, τὰς τῶν Ἀσκητῶν φυτουργίας, περιϊπτάμενος, Σοφέ, τὸν λειμῶνα τὸν σὸν κατεφύτευσας, ἀρετῶν ἐμμελέτημα, τῷ  Θεῷ τῷ  ἐν ὑψίστοις καθιερώσας.
Νόμῳ πειθόμενος Χριστοῦ, τῆς σῆς ἐπιστήμης τὸν πλοῦτον, τοῖς δεομένοις εὐσεβῶς, ἀναμέλπων θεόφρον μετέδωκας· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον.
γιασθεῖσα τὴν ψυχήν, καὶ προκαθαρθεῖσα τὸ σῶμα, τῇ ἐπελεύσει ἐπὶ σέ, τοῦ Ἁγίου Πανάμωμε Πνεύματος, τοῦ Ὑψίστου τὴν δύναμιν, ἐν γαστρί σου συλλαβοῦσα τίκτεις ἀσπόρως.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν  δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
εραρχικῆς Ἱερουργίας, τῷ  μύρῳ καθηγιάσθης τῷ  τῆς χάριτος, ἔνθα πεφανέρωται, κόσμου ἡ σωτήριος Ἱεραρχία, πάνσοφε, Πάτερ Σωφρόνιε· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σοφίαν τιμῶν διαφερόντως, στεφάνῳ τῷ  τῶν χαρίτων ἐστεφάνωσαι, δόξαν τὴν ἀμάραντον, πλοῦτον ἀναφαίρετον, τὸ τῆς σοφίας, Ἔνδοξε δῶρον δεξάμενος, καὶ Κύριον ὑμνεῖτε, κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
εροπρεπῶς Ἱερομύστα, τὴν θείαν δικαιοσύνην ἐνδυσάμενος, ἴθυνας Πανόλβιε, Πάτερ γενναιότατα, τὸ τοῦ Δεσπότου ποίμνιον λόγοις καὶ πράξεσι· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μεγαλοπρεπῶς καὶ ὑπὲρ λόγον, ὁ Λόγος ὁ τῷ  Πατρὶ Πάτερ συνάναρχος, λόγον σοι δεδώρηται, λόγους διατρέφοντα, καὶ γλωσσαλγίας λύοντα τὰς τῶν αἱρέσεων, τόν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
γιοπρεπὴς Ναὸς ἐδείχθης, τοῦ Λόγου τοῦ πᾶσαν κτίσιν ἁγιάσαντος, ὄρος πῖον ἅγιον, ὄρος ἐμφανέστατον, εὐλογημένη Δέσποινα μόνη πανύμνητε. Διὸ σε Θεομῆτορ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’  Ὁ Εἱρμὸς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φυσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ῆσις ἐκ χειλέων σου θείων, προερχομένη θεορρῆμον, τὰς τῶν εὐσεβῶν διανοίας, καταγλυκαίνει διὰ τῆς χάριτος, ὥς περ κηρίον στάζουσα, τῶν νοημάτων τὴν εὐπρέπειαν.
νδον οὐρανίων ἀδύτων, περιπολεύεις θεηγόρε, περὶ τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, ἔνθα χορεύουσιν, Ἀγγελικαὶ λαμπρότητες, καὶ τῶν Ἁγίων τὰ στρατεύματα.
Ζωὴν μετερχόμενος Πάτερ, ἐπὶ τῆς γῆς τὴν τῶν Ἀγγέλων, τῆς ἀγγελικῆς ἐν οὐρανοῖς, κατηξιώθης μακαριότητος· ἔνθα Χριστὸν δυσώπησον, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.
ς τῶν ἀρωμάτων φιάλαι, αἱ σιαγόνες σου θεόφρον, νάρδου πιστικῆς πολυτίμου, σοφίας γέμων ὤφθης ἀλάβαστρον, Σῶμα Χριστοῦ τὸ τίμιον, ἀρωματίζων τοῖς σοῖς δόγμασι.
Θεοτοκίον.
Νεφέλην σε κούφην Παρθένε, ὁ Ἡσαΐας ἐθεώρει· ἐπὶ σοὶ γὰρ Κύριος ἐλθών, καθεῖλε πάντα τὰ χειροποίητα, καὶ τὴν αὐτοῦ ἐπίγνωσιν, τοῖς σὲ ὑμνοῦσιν ἐφανέρωσε.
Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον τῆς ἡμέρας, τὸ Μαρτυρικόν.
Καὶ ἡ λοιπή, Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου