ΜΑΡΤΙΟΣ
ΤΗ Δ’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία προσόμοια Στιχηρὰ
τοῦ Ὁσίου.
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ θεόφρον Γεράσιμε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ
πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος,
τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως, τῷ λογισμῷ σθένει
δουλωσάμενος, τοῦ θείου Πνεύματος.
Ὅσιε Πάτερ Γεράσιμε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι,
πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες, ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ
ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, καὶ Μοναστῶν, στίφη προσενήνοχας,
Χριστῷ σῳζόμενα.
Πάντα τὸν βίον διήνυσας, ἐν ἡσυχίᾳ πολλῇ, καὶ ἐν πένθει καὶ
δάκρυσι, Μοναστῶν γενόμενος, ἀλείπτης διὰ πίστεως, ἀκτημοσύνῃ κατακοσμούμενος,
καὶ ἐγκρατείᾳ ὡραϊζόμενος, ξένος καὶ πάροικος, ἐπὶ γῆς δεικνύμενος· ὅθεν καλῶς,
εὗρες τὴν ἀπόλαυσιν, θεομακάριστε.
Δόξα... Καὶ νῠν... Θεοτοκίον.
Σὲ δυσωποῦμεν πανάχραντε, τὴν προστασίαν ἡμῶν. Συσχεθέντας
ἐν θλίψεσι, μὴ παρίδῃς τέλεον, ἀπολέσθαι τοὺς δούλους σου· ἀλλά γε σπεῦσον, τοῦ
ἐξελέσθαι ἡμᾶς, τῆς ἐνεστώσης ὀργῆς καὶ θλίψεως, ὦ θεοδόξαστε, Θεοτόκε ἄχραντε·
σὺ γὰρ ἡμῶν, τεῖχος καὶ βοήθεια ἀκαταμάχητος.
Ἢ Σταυροθεοτοκίον.
Ἥλιος τέκνον ἠμαύρωται, καὶ ἡ Σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον,
ζοφερῶς μετέβαλε, γῆ κλονεῖται· Καὶ ῥήγνυται, φρικτῶς ναοῦ σου, τὸ καταπέτασμα·
κἀγὼ πῶς Τέκνον, μὴ διαρρήξομαι, σπλάγχνα καὶ ὄμματα, πῶς δὲ μὴ τὸ πρόσωπον,
καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ κατὰ τὴν τάξιν.
Ἀπολυτίκιον. Ἦχος α’
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς
ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν, Γεράσιμε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια
χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων
σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ πᾶσιν ἰάματα.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν τοὺς Κανόνας,
ὡς σύνηθες.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς
θεοτοκίοις. Γεωργίου.
Ὠδὴ α’ Ἦχος δ’
Ὁ Εἱρμὸς.
Ἄσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγυπτίων,
ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.
Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την
νηστείαν ἔχοντες, γενναίως πατήσωμεν, τὰ τούτου μηχανήματα.
Ἐλλάμψει τοῦ Πνεύματος θεοφόρε, καταυγασθείς, τὰ νοητὰ τῆς
ψυχῆς σου ὄμματα, πρὸς φῶς ἐνητένισας, δι' ἀρετῆς τὸ ἄδυτον.
Τῶν παρόντων Πάτερ δι' ἀκτησίας, τὸ γεηρὸν ἀποβαλὼν ἄχθος ὡς
ἀσώματος, Γεράσιμε ἤνυσας, τὸν δρόμον τῆς ἀσκήσεως.
Θεοτοκίον.
Γῆθεν πρὸς οὐράνιον πολιτείαν, ἡμᾶς ἀνείλκυσεν Ἁγνή, ὁ ἄχραντος
τόκος σου, νηστείας ταῖς πτέρυξιν, εἰς οὐρανοὺς
ἀναγαγὼν ἡμᾶς.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν.
Τῶν παθῶν τὰ θηρία, διὰ νηστείας ἀποκτείναντες, Χριστῷ δι'
ἀπαθείας, καὶ καθαρότητος ἐγγίσωμεν.
Πρὸς τὸν ἄϋλον πόθον, τὸν τοῦ Κυρίου, Πάτερ Ὅσιε, ἀεὶ ἐνατενίζων,
ὕλης προσκαίρου κατεφρόνησας.
Τὸν Χριστὸν ἐν τῇ γλώσσῃ, ἔχων ἀεὶ Πάτερ Γεράσιμε, τὸ ἀληθὲς
τῶν λόγων, διεβεβαίου ἐν τοῖς θαύμασι.
Θεοτοκίον.
Ἐν νηστείαις καὶ πόνοις, τὸ ἀσθενὲς ἡμῶν τῆς φύσεως, ῥωννύουσα
Παρθένε, κατὰ παθῶν τοῦτο ἐνίσχυσον.
Κάθισμα Ἦχος
α’
Τοῦ λίθου σφραγισθέντος.
Τὴν κλίμακα τῶν θείων ἀρετῶν διανύσας, πρὸς νοητῆς θεωρίας
ἀνελήλυθας ὕψος, καὶ θείων μυστηρίων τοῦ Χριστοῦ, ἐμφάσεις ὑπεδέξω καθαράς, διὰ
τοῦτο, θεοφόρε, σὲ εὐσεβῶς τιμῶμεν καὶ βοῶμεν· Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα
τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον.
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε
Θεοτόκε σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἀπὸ
παθῶν, πειρασμῶν τε καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντας· Δόξα τῷ
ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ
τοῦ τόκου σου.
Ἢ Σταυροθεοτοκίον.
Σταυρῷ σου προσπαγέντος ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν
Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα
κοπτομένη μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτὸν τῆς ἀνοχῆς ἐξίστατο βοῶσα· Δόξα
τῇ πρὸς ἀνθρώπους σου στοργῇ, δόξα τῇ σῇ χρηστότητι, δόξα τῷ ἐν τῷ θανάτῳ σου
βροτοὺς ἀθανατίζοντι.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Τῆς σῆς ἐπὶ τῆς γῆς παρουσίας, Χριστὲ ὁ Θεός, προμηνύων ὁ
προφήτης τὴν ἔλευσιν, μετὰ χαρᾶς ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Τῆς σῆς ἐν τοῖς βροτοῖς εὐσπλαγχνίας, Χριστὲ ὁ Θεός, δεῖγμα
παρέσχου τὸν καιρὸν τῆς ἐγκρατείας Σωτήρ, δι' οὗ ψυχὰς καὶ σώματα καθαίρεις, καὶ
ἁγιάζεις τῶν δούλων σου.
Τῶν ἀρετῶν τὴν κλίμακα ἀνύσας Σοφέ, μυστικωτέρας θεωρίας, ἠξίωσαι·
διὸ καὶ χάριν εἴληφας ὁρᾶν, καὶ πρὸ καιροῦ τὰ ἐσόμενα.
Ἱδρῶσι τῶν ἀγώνων σου τῶν ἐνθέων, τὴν ἄγονον κατήρδευσας ἔρημον,
καὶ καρποφόρον ἔδειξας, ἀνθρώπους τῷ Χριστῷ συγκομίζουσαν.
Θεοτοκίον.
Ὡς στήριγμα Πιστῶν δεδομένη, Παρθένε ἁγνή, παρὰ Χριστοῦ τοῦ
σὲ δοξάσαντος, δύναμιν ἐν τῷ καιρῷ περίζωσον, ἡμᾶς τῆς ἐγκρατείας ὑμνοῦντάς σε.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Ὁ ἀνατείλας τὸ φῶς,
καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ
Θεοῦ.
Τῆς χαμαιζήλου ἡμᾶς, προσπαθείας οἰκτίρμον, νηστείᾳ, ἀφαρπάσας,
πρὸς τὸ ὕψος ἕλκυσον, Ἰησοῦ τῆς σῆς ἀγαπήσεως.
Τῶν προσευχῶν ταῖς
προσβολαῖς, παρατάξεις δαιμόνων, κατέτρωσας γενναίως, καὶ Χριστὸν Γεράσιμε,
σὺ ἀνύμνεις Υἱὸν τοῦ Θεοῦ.
Τὴν τῶν παθῶν διασχών, θεοφόρε ὁμίχλην, φωτὶ τῷ τῆς ἁγνείας,
καὶ τῆς καθαρότητος, νοητῶς ἐπλησίασας.
Θεοτοκίον.
Ῥύπου ἡμᾶς νοητοῦ, διὰ τῆς ἐγκρατείας, ἐκπλύνασα Παρθένε,
καθαροὺς παράστησον, δοξολογεῖν τὸν Υἱὸν τοῦ Θεοῦ.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους Χριστὲ ὁ Θεός,
κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε, καὶ σῶσόν με μόνε φιλάνθρωπε.
Τῆς ἐγκρατείας τῇ αἴγλῃ, ἐλλαμφθέντας ἡμᾶς καταξίωσον, ἰδεῖν
τῆς ἐγέρσεως Σῶτερ, τῆς σῆς τὴν θείαν δόξαν καὶ τὴν λαμπρότητα.
Ὡς ἑωσφόρος ἐκλάμψας, ἐν τῷ σκότει τοῦ βίου Γεράσιμε, ἀνθρώπους
εἰς φῶς πολιτείας, Ἀγγέλων ἀσωμάτων ἐχειραγώγησας.
Τῇ εὐχῶν βακτηρίᾳ, κεφαλὰς νοουμένων συνέθλασας, θηρῶν
παναοίδιμε Πάτερ, καὶ θήρας τῆς ἐκείνων ἀνθρώπους διέσωσας.
Θεοτοκίον.
Γνόντες τῶν πάντων Δεσπότην, διὰ σοῦ Θεοτόκε, ἐρρύσθημεν
πλάνης τῶν εἰδώλων, καὶ πόθῳ, κυρίως σε Μητέρα Θεοῦ δοξάζομεν.
Τὸ Μαρτυρικὸν τοῦ ἐνδιατάκτου ἤχου.
Συναξάριον.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου
τοῦ ἐν τῷ Ἰορδάνῃ.
Στίχοι
Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,
Θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.
Τῇ δὲ τετάρτῃ Γεράσιμος βιότοιο ἀπέπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς
τῆς αὐτοῦ ἀδελφῆς.
Στίχοι
Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη
Ἰουλιανή, σύγγονοι τετμημένοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος
οἱ ἀπὸ δημίων, ξίφει τελειοῦνται.
Στίχοι
Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,
Σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἐλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,
Ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Ὁ ἐν τῷ ὄρει τῷ
Μωσεῖ συλλαλήσας, καὶ τύπον τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Δι' ἐγκρατείας ἀναβάντες πρὸς ὄρος, ἐνθέου πολιτείας καὶ
σωφροσύνης, τὸν φωτοδότην Κύριον, νοητῶς ἐνοπτρισώμεθα.
Ἐν ἀκηράτοις ἀρετῶν παραδείσοις, χορεύσας θεοφόρε, ἄνθη
θαυμάτων, ἐδρέψω πᾶσιν ἄφθονον, τούτων χάριν δωρούμενος.
Τὴν κατ' εἰκόνα θεοφόρε ἀξίαν φυλάττων, φοβερὸς ἀνημέροις
θηρσίν, ἐδείχθης ᾄδων ἀπαύστως τῷ Θεῷ εὐχαριστήρια.
Θεοτοκίον.
Ἰσχὺν καὶ κράτος κατ' ἐχθρῶν νοουμένων, νηστείᾳ καὶ ἀγῶσι
Θεοκυῆτορ, ἡμᾶς αἰνοῦντας Ἁγνή, καὶ ὑμνοῦντάς σε περίσωσον.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν
τῇ καμίνῳ λέγοντες μεγάλη τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁ Βασιλεὺς τοῦ παντός, Δέσποτα Κύριε, καὶ ἡμᾶς βασιλεῦσαι,
παθῶν καὶ ἡδονῶν τῶν σαρκικῶν, ὡς ἀγαθός, διὰ νηστείας καὶ πόνων ἀξίωσον, ἵνα
σε εὐλογῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν Βασιλέα Χριστόν, ἐν τῇ καρδίᾳ σου ἀπὸ βρέφους θεόφρον
δεξάμενος, χαρίτων τῶν αὐτοῦ, καὶ ἐπιλάμψεων θείων ὤφθης, καταγώγιον τερπνόν,
τοῦτον δοξάζων ἑκάστοτε.
Ἐν τῇ φλογὶ τῶν παθῶν Πάτερ Γεράσιμε, μηδαμῶς σε φλεχθέντα,
δρόσος ἡ τῶν χαρίτων τοῦ Χριστοῦ ἐξ οὐρανοῦ, ὅλον κατήρδευσε πόθῳ, τοῦτον ἀνυμνοῦντα,
ἐκτενῶς Θεὸν τῶν ὅλων.
Θεοτοκίον.
Ὁ σαρκωθεὶς ἐκ τῶν σῶν, ἄχραντε Δέσποινα, παναγίων αἱμάτων,
αὐτὸς ἀποκαθαίρει μολυσμῶν σαρκικῶν, διὰ νηστείας καὶ πόνων ἡμᾶς δυναμῶν, ταῖς σαῖς ἀπαύστοις ἱκεσίαις Θεοτόκε Παρθένε.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Τὸν ἄσπορον τόκον σου, Θεοτόκε Ἄχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν,
ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Ὁ πλοῦτος τῆς χάριτος, τοῦ Ἁγίου Πνεύματος εἰς πάντας
προστίθεται, τοὺς πόνοις ἐγκρατείας τοῦτον συλλέγοντας.
Τὴν ἄϋλον Ὅσιε, ὑλικῷ ἐν σώματι, ζωὴν καὶ πολιτείαν διήνυσας,
δοξάζων τὸν δυναμοῦντά σε Κύριον.
Ὅλην σου τὴν ἔφεσιν, τῆς ψυχῆς Γεράσιμε, πρὸς μόνα τὰ ἄφθαρτα
ἔχων, κατηξιώθης ὧν ἐπόθησας.
Σὺν Ὁσίοις Ὅσιε, Χριστῷ παριστάμενος αὐτὸν καθικέτευε, ὑπὲρ
τῶν ἐκτελούντων τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Ὕπερθεν ἐκλάμπουσα, ἡ σὴ χάρις Δέσποινα, φωτίζει τοὺς σὲ ἀκαταπαύστως,
Θεομῆτορ μεγαλύνοντας.
Τὸ
Φωταγωγικὸν τοῦ ἤχου, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία,
ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου