Τρίτη 20 Μαΐου 2014

ΜΗΝΑΙΟ ΦΕΒ. (28)



ΦΕΒΡΟΥΑΡΙΟΥ
ΤΗ ΚΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου.

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε.
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νῦν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὕρω Δέσποινα, εὐφραινόμενος πάντοτε.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν τὸν Κανόνα, οὗ ἡ Ἀκροστιχίς.
Τῆς πίστεως βάσιν σε γινώσκω Πάτερ. Θεοφάνους.
Ὠδὴ α' Ἦχος δ' ὁ Εἱρμὸς
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Τὴν βάσιν, ἐπὶ τὴν πέτραν θέμενος, Πάτερ τῆς πίστεως, τῶν πειρασμῶν οὐκ ἔπτηξας ὁρμάς, ἀλλ' ἀσάλευτος ἔμεινας, ὡς ἀρετῆς ὑπέρμαχος, τῆς βασιλείας ὡς ἐπώνυμος.
χάρις, τοῦ παναγίου Πνεύματος, σὲ δυναμώσασα, τῶν ἀλγεινῶν μαστίγων καρτερεῖν, τὰς νιφάδας ἐνίσχυσε, καὶ νικηφόρον ἔδειξε, κατὰ τυράννου ματαιόφρονος.
Συνάθλου, καὶ στρατιώτου ἔμφρονος, Πάτερ ἐπέτυχες, ταῖς ἀρεταῖς προκόπτοντος ἀεί, μεθ' οὗ χαίρων πανόλβιε, τῆς σταθηρᾶς ἀθλήσεως, διηγωνίσω τὸ μαρτύριον.
Θεοτοκίον
Προστάτιν, καὶ σωτηρίας πρόξενον, καὶ τεῖχος ἄρρηκτον, σὲ τῆς ἐμῆς προβάλλομαι ζωῆς, Θεοτόκε πανύμνητε, τὴν τὸν Θεὸν γεννήσασαν, τὸν εὐεργέτην πάσης κτίσεως.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
θύνας ἐπιμελῶς, τὴν σὴν καρδίαν πρὸς Θεὸν Ὅσιε, ἀσκητικῇ χάριτι, καὶ ὁμολογίᾳ διέπρεψας.
Στρατείαν ἀναλαβών, καὶ πανοπλίαν τοῦ Σταυροῦ ἔτρεψας, τὸν νοητὸν δράκοντα, καὶ τὸν αἰσθητὸν Πάτερ λέοντα.
Τηρήσαντες εὐσεβῶς, τὸ κατ' εἰκόνα τῆς ψυχῆς Ὅσιοι, τὴν τοῦ Χριστοῦ ἄχραντον, σέβοντες εἰκόνα ἠθλήσατε.
Θεοτοκίον
Εὐλόγηται διὰ σοῦ, ἡ πρὶν κατάρας καὶ φθορᾶς μέτοχος, φύσις ἡμῶν Ἄχραντε, καὶ τῆς ἀφθαρσίας μετείληφεν.
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Τὴν πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἕλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ᾽ ὤμων ἀράμενος, τὴν τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι' ἐγκρατείας Ὅσιε ἀπάσης τε, κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, θεηγόρε Βασίλειε.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον, αὐτόμελον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· Βάτον ἐν πυρὶ ἀκατάφλεκτον, Ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Ἢ Σταυροθεοτοκίον
Παρεστῶσα τῷ Σταυρῷ, ἡ παναμώμητος Ἀμνάς, τοῦ Ἀμνοῦ καὶ Λυτρωτοῦ, θρήνοις συνέκοπτεν αὐτήν, καὶ ἀτενίζουσα ἔλεγεν ἐκπληττομένη· Τὶ τοῦτο τὸ καινόν, καὶ ξένον θέαμα, γλυκύτατε Υἱέ, πῶς φέρεις ταῦτα ἑκών, ὀνειδισμοὺς καὶ μάστιγας καὶ ὕβρεις, καὶ ἐπονείδιστον θάνατον· Δοξολογῶ σου, τὴν ὑπὲρ λόγον, Υἱὲ μου συγκατάβασιν.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
ς ὡραία σου παμμάκαρ ἡ καρτερία, ἐν πολιᾷ νεότητος ἐπιδεικνυμένη, Ὅσιε στερρότητα, μεθ' ἧς ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Συνημμένος δι' ἀγάπης τῷ σῷ Δεσπότῃ, καὶ τὴν αὐτοῦ βοήθειαν περιβεβλημένος, πόνων οὐκ ᾐσθάνου σαρκός, κραυγάζων δὲ ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.
Βασιλείας ὡς ἐπώνυμος οὐρανίου, τὴν πρὸς αὐτὴν ἀπάγουσαν ὁδὸν ἐπορεύθης, σύμπνοον εὑράμενος, Προκόπιον κράζοντα· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Σὺ Ὅσιε λαμπρῶς, ἠγωνίσω Βασίλειε, τοῦ Λέοντος ἐκφαυλίσας, τὸ ἀμείλικτον θράσος, καὶ γνώμην τὴν ἀγνώμονα.
σόρροπον εὑρών, διανύεις τὴν ἄθλησιν, Προκόπιον τὸν ἐν πόνοις, προκοπαῖς πολυτρόποις, ἐνθέως στεφανούμενον.
Νῦν βλέπεις καθαρῶς, τὸν Χριστὸν ὃν ἐπόθησας· οὗ πόρρωθεν τὰς ἐμφάσεις, νοητῶς ἐθεώρεις, Παμμάκαρ ἱερώτατε.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
ρωτι, Βασιλείας τῆς ἄνω λαβόμενος, τοῦ ἐπὶ γῆς Βασιλέως, ἀλογίστου γνώμης καὶ προσταγμάτων, καὶ δογμάτων, θεοφόρε γενναίως ἠλόγησας.
Γυμνὸς μέν, τῶν ἐπὶ γῆς ἐμφρόνως ἠγώνισαι, ἐνδεδυμένος δὲ θείαν, δυναστείαν ὤφθης στεφανηφόρος, ὡς νικήσας, τῶν ἀθέων τυράννων τὴν ἔνστασιν.
Θεοτοκίον
δοὺ νῦν, τῶν Προφητῶν πληροῦν ται κηρύγματα, σοῦ τῆς Παρθένου τεκούσης, τὸν Προφήταις πάλαι, κεκηρυγμένον, καὶ πληροῦντα τὰ προρρηθέντα Πνεύματος χάριτι.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
ξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σοφέ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας ὁσίως, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, καὶ τὰς νόσους ἰᾶσθαι τῇ χάριτι, Βασίλειε παμμάκαρ ἱερώτατε.
Συναξάριον
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου.
Στίχοι
Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων,
Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν.
Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτῃ Βασίλειον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Προτέριος σφάττεται τοῖς καλάμοις,
ξυγράφου κάλαμος ὢν κατὰ πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.
Στίχοι
Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ,
Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας.
Στίχοι
Καταξιοῦνται Μαράνα τε καὶ Κύρα,
Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους,
οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφᾶς καὶ Εὔβουλος ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Χριστοῦ φυτεία Χρισταπόστολοι δύο,
Χριστῷ σύνεισιν Εὔβουλος Νυμφᾶς ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βάρσος, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πανήγυριν ῥέοντος ἐκλιπὼν βίου,
Σύνεστι Βάρσος Ἀγγέλων πανηγύρει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀβίρκιος ξίφει τελειοῦται.
Στίχοι
Χριστοῦ λατρευτῆς αὐχένα τμηθεὶς ξίφει,
Θεῶν λατρευτὰς Ἀβίρκιος αἰσχύνει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Γεωργηθέντα, καὶ καθαρθέντα δι' ἀσκήσεως Πάτερ, καὶ ἀθλήσει λάμψαντα καρτερῶς, ὁ Χριστὸς σε προσεδέξατο· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντα καὶ Κύριος.
Νενευρωμένος, θείᾳ δυνάμει Πάτερ ἤλεγξας, πάντας τοὺς σεπτὸν εἰκόνισμα τοῦ Χριστοῦ, ἀθετοῦντας ὡς παράφρονας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον
ς Θεοτόκον, καὶ Βασιλίδα πάσης κτίσεως, πάντες οἱ Πιστοὶ ὑμνοῦμέν σε τὴν ἁγνήν, καὶ τὸ Χαῖρέ σοι κραυγάζομεν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὡς ὁλοκαύτωμα τέλειον, τῷ πυρὶ τῆς συνειδήσεως, καὶ τῇ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνῃρημένους κατιδὼν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ς τις περιδέξιος ἡμῖν, τοῖς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε· τῇ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Πύλην φωτοφόρον οὐρανῶν, σὲ ὀνομάζομεν, δι' ἧς διῆλθε Θεός, καὶ σεσωμάτωται Πάναγνε, ὁ ἀσώματος τὸ πρότερον, καθὸ Θεός, καὶ τῷ Πατρὶ ὡς ὁμοούσιος, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
πασαν τὴν αἴσθησιν Πάτερ, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα, καὶ Παραδείσου τρυφὴν ἄληκτον.
Τῷ σῷ μαθητῇ καὶ συνάθλῳ, συναπολαύων Ἀθλοφόρε, τῆς τῶν μακαρίων ἐλπίδος, καὶ δι' αἰῶνος συνευφραινόμενος, τοὺς τὴν ὑμῶν πανήγυριν, ἐπιτελοῦντας ἐποπτεύοιτε.
κ γῆς πρὸς οὐράνιον λῆξιν, Στεφανηφόροι μεταστάντες, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, καὶ τῶν Ἀγγέλων θεῖα στρατεύματα, τῶν μαθητῶν τὸν σύλλογον, ὑμῶν πρεσβείαις διασώσατε.
Θεοτοκίον
ῆξον τὰς σειρὰς τῶν πταισμάτων, τῶν σὲ ὑμνούντων Θεομῆτορ, παῦσον τὰς ὁρμὰς τῶν πειρασμῶν, τῆς ἁμαρτίας θραῦσον τὸν τάραχον, τὴν καταιγίδα σύντριψον, τήν τῶν κινδύνων Μητροπάρθενε.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου