Τρίτη 3 Ιουνίου 2014

ΠΕΜΠΤΗ ΗΧΟΣ Β΄.



ΠΕΜΠΤΗ ΗΧΟΣ Β΄
Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Λόγου τοῦ φανέντος ἐπὶ γῆς, σάλπιγγες καθάπερ ὀφθέντες, θεῖοι Ἀπόστολοι, τούτου τὸ σωτήριον πάσιν ἐφάνατε, καὶ λαοὺς συνηθροίσατε, πρὸς ἔνθεον πίστιν, πλάνης ὀχυρώματα καταστρεψάμενοι, ὅθεν καὶ ἀξίως τὰ γέρα, καὶ νικητικῶς τοὺς στεφάνους, ὄντως ἐκομίσασθε μακάριοι.
Δῆμοι τῶν Ἀγγέλων ἀληθῶς, χαίροντες ἐκρότησαν ἄνω, τοὺς ἱεροὺς Μαθητάς, βλέποντες κηρύττοντας, ἐν παρρησίᾳ πολλή, τοῦ Κυρίου τὴν σάρκωσιν, καὶ πᾶσι βοῶντας. Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ πρὸ αἰώνων ἐστί, σάρκα προσλαβῶν ἑκουσίως, σύνθρονος Πατρὶ δὲ ὑπάρχων, καὶ τῶ θείω Πνεύματι ὁμότιμος.
Πάσης οἰκουμένης ἁλιεῖς, τὴν ἠγκιστρωμένην ψυχήν μου, ταὶς μεθοδείαις ἐχθροῦ, τάχος ἐκλυτρώσασθε, καὶ ἀπογνώσει μὲ νύν, κινδυνεύοντα σώσατε, καρποὺς μετανοίας, φέρειν ἐνισχύοντες, θεῖοι Ἀπόστολοι, ὅπως τοῦ πυρὸς τῆς γεέννης, πείραν μὴ λαβὼν Βασιλείας, τῆς τῶν οὐρανῶν ἀξιωθήσωμαι.
Ἔτερα, τοῦ Ἁγίου Νικολάου, ὅμοια
Πλήθει πειρασμῶν περισχεθείς, καὶ ταὶς τρικυμίαις τοῦ βίου, περικυκλούμενος, σάλω τε ποντούμενος τῶν περιστάσεων, καὶ ταὶς λύπαις βαλλόμενος, ἐν σοὶ τήν ἐλπίδα, πᾶσαν ἀνατίθημι, Πάτερ Νικόλαε, πάντων τῶν δεινῶν μοὶ παράσχου, λύσιν ταὶς πρεσβείαις σου μάκαρ, ταὶς πρὸς τὸν Δεσπότην σου ἐντεύξεσιν.
Νέφει ἀθυμίας σκοτεινῶ, καὶ στενοχωρίας ὁμίχλη, νυνὶ καλύπτομαι, θλίψεως ἀλλεπάλληλοι διαταράττουσιν, ὁ δὲ φόβος κινδύνων με, δεινῶς περιέχει, δέομαί σου σώσόν με, θεομακάριστε, σὲ γὰρ ὀνομάζω προστάτην, καὶ σοῦ τὴν βοήθειαν Πάτερ, ἐπικαλουμένω μοὶ κατάπεμψον.
Χάριν εἰληφῶς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοὶς σοὶ προστρέχουσι, φυγαδεύσεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τὴ προστασία σου, ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνούντάς σε.
Δόξα... Καὶ νύν... Θεοτοκίον ὅμοιον
Πᾶσα τῆς ζωῆς ἡμῶν ἰσχύς, σὺ ὑπάρχεις ἄχραντε Μήτηρ, καὶ καταφύγιον, πάντων τῶν ὑμνούντων σε, σὺ εἶ ἀντίληψις, μὴ οὖν μάτην λογίζοιντο, τὴν σὴν προστασίαν, οἱ κατακαυχώμενοι κατὰ τῶν δούλων σου, σὺ γὰρ πρὸς Θεὸν προστασία, δέδοσαι, διὸ μὴ παρίδης, διασῶσαι Δέσποινα τοὺς δούλους σου.
Ἀπόστιχα Ἀποστολικὰ
μεγάλυνας Σωτήρ, ἐν τῇ οἰκουμένη τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοὶς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἀλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, δι' ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοί, λέγοντες, Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νὺν τοὶς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σώζεις ἐκ κινδύνων, τη πρεσβεία τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοί.
Μαρτυρικὸν
Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν, τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν ῥύσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀποστολικὰ
Ἦχος β'
σοφίσας ὑπὲρ ῥήτορας τοὺς ἁλιεῖς, καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάση τὴ γῆ, ἀφάτω φιλανθρωπία, Χριστὲ ὁ Θεός, δι' αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου, καὶ τοὶς πιστοὶς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Σαγηνεύσαντες τὰ ἔθνη οἱ ἁλιεῖς, καὶ διδάξαντες τὰ πέρατα σὲ προσκυνεῖν, σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὲ ὁ Θεός, δι' αὐτῶν στερέωσον Πίστιν τὴν ἔνθεον, καὶ τοὶς λαοὶς κατάπεμψον νὺν τὰ ἐλέη σου, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Ἀειπάρθενε, Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον ἔτεκες, διὸ κατὰ χρέος σε, πάντες εὐσεβῶς μεγαλύνομεν.
Μετὰ τὴν β' Στιχλογίαν ἕτερα Ἀποστολικὰ
Εὐσπλαγχνίας ὑπάρχουσα
Εὐσπλαγχνία πτωχεύσας ὁ Θεός, πλουτιστὰς ἐξαπέστειλεν ὑμᾶς ἐν τῷ κόσμω, φαίνοντας πτωχεία τοῦ κηρύγματος, πλοῦτον τὸν οὐράνιον τοὶς πέρασι, δι' ὧν καὶ πλουτήσαντες, τὴν πίστιν τὴν ἔνθεον, ἀνυμνοῦμεν εὐσεβῶς, τὴν θείαν ὑμῶν μνήμην Ἀπόστολοι.
Τῆς σοφίας ὑπάρχοντες Θεοῦ, Μαθηταὶ καὶ αὐτόπται, τῶν σοφῶν καὶ ῥητόρων, ἄσοφον σοφίαν ἐξεφαύλισαν, τὴ ἰδιωτεία τοῦ κηρύγματος, τὰ ἔθνη σοφίσαντες, οἱ θεῖοι Ἀπόστολοι, ὀρθοδόξως ἀνυμνεῖν, τὸν Δημιουργὸν καὶ μόνον Κύριον.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Βοηθὸς τοὶς ἐν θλίψει θεοκυῆτορ, καὶ προστάτις ὑπάρχεις τοὶς ἐν ἀνάγκαις, ἀπεγνωσμένοις ἐλπίδα παρέχουσα, καὶ ἀνιάτων τὰς νόσους καθαίρουσα, Θεοτόκε Πανύμνητε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Μετὰ τὴν γ' Στιχολογίαν
ἕτερα Καθίσματα τοῦ Ἁγίου Νικολάου
Ταὶς τῶν θαυμάτων ἀκτίσι Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος.
Μαρτυρικὸν
πόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ μετὰ φρικτὴν λοχείαν ἁγνεύουσα, σοὶ προσπίπτω Ἄχραντε, μετὰ φόβου κράζων καὶ πίστεως. Ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ πάσης ἀνάγκης μὲ διάσωσον.  
Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς
ν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.
Τοῦ φωτὸς τοῦ θείου ἀστραπαί, πίστει χρηματίσαντες, φωτοειδεῖς τοῦ Σωτῆρος Ἀπόστολοι, ὅλον με φωτίσατε, σκοτιζόμενον ἡδονῶν ἀμαυρότησι, καὶ ἐν ἀμελείᾳ, πάντα μου τὸν βίον διανύοντα.
Μαθηταὶ καὶ φίλοι τοῦ Χριστοῦ, φίλον μὲ γενόμενον, τοῦ δυσμενοῦς διὰ κακῶν οἰκείωσιν, τούτου ἐκλυτρώσασθε, συγκινούντές μου τὴν ψυχὴν εἰς ἀγάπησιν, τοῦ πεφιληκότος, γένος τῶν βροτῶν δι' ἀγαθότητα.
Ταπεινὴ ψυχή μου πρὸ θανής, σπεῦσον μετανόησον, καὶ σεαυτὴν νενεκρωμένην πένθησον, ὅπως ὁ τὸν Λάζαρον, τετραήμερον ἀναστήσας ὡς εὔσπλαγχνος, καὶ σὲ ἀναστήση, ταὶς τῶν Ἀποστόλων παρακλήσεσιν.
Θεοτοκίον
γαθὸν κυήσασα Θεόν, πάντας ἀγαθύνοντα, τοὺς τὴ φθορὰ κεκρατημένους Πάναγνε, τοῦτον καθικέτευε, Παναμώμητε, σὺν Προφήταις καὶ Μάρτυσι, καὶ τοὶς Ἀποστόλοις, πάντας λυτρωθῆναι παραβάσεως.
Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχίς.
Σοί, Νικόλαε, θεῖον ἑξάδω μέλος.
Εἱρμὸς ὁ αὐτὸς
Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκῶς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμὸν μοὶ δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν, ὅπως εὐφημήσω, χαίρων σου παμμάκαρ τὸ μνημόσυνον.
δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοὶς πιστοὶς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τὴ σὴ σκέπη Νικόλαε, καὶ προσκαλουμένους, πίστει σὲ καὶ πόθω παναοίδιμε.
Θεοτοκίον
σωθῆναι πόθον μοὶ ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῶ πλαστουργῶ, ὡς αἰχμάλωτον εἴλέ με, διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα, σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ Θεώσαντα γεγέννηκας.
Ὠδὴ γ'  Ὁ Εἱρμὸς
ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν, στειρεύουσα Ἐκκλησία, τὴ παρουσία σου, ἐν ἢ ἐστερεώθῃ ἡ καρδία μου.
Διδάσκαλον κτησάμενοι, τὴν σοφίαν ἔνδοξοι, τὴν τοῦ Πατρὸς ἐν Πνεύματι, τῶν Ἑλλήνων ἀπεμωράνατε, τὴν σοφίαν θεόπται ἀξιάγαστοι.
Τὴν στείρωσιν πανεύφημοι, τῆς ψυχῆς μου λύσατε, καὶ εὐτεκνίαν πράξεων, ἐναρέτων φέρειν, ποιήσατε, ὡς τοῦ Λόγου αὐτόπται πανσεβάσμιοι.
Δεινῶς μὲ φαρμαχθέντα νύν, τῶ ἰοβόλω δήγματι, τοῦ δυσμενοῦς θεράπευσον, ἱκεσίαις τῶν Ἀποστόλων σου, Εὐεργέτα τῶν ὅλων πολυέλεε.
Θεοτοκίον
Χριστὸν τὸν ὑπεράγαθον, ἐκδυσώπει Πάναγνε, σὺν Ἀποστόλοις ἅπασι, πάσης βλάβης καὶ περιστάσεως, καὶ κινδύνων ῥυσθῆναι τοὺς ὑμνούντάς σε.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασώζεις τοὺς σοὶ προστρέχοντας, χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ.
λάσθητι τοὶς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωροϋμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταὶς πρὸς σὲ μεσιτείαις πολυέλεε.
Θεοτοκίον
Κατεύνασον τόντάραχον, τῶν παθῶν μου Δέσποινα, καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Θεὸν ἡ τέξασα, ἐν ὧ ἐστερεώθῃ ἡ καρδία μου.
Ὠδὴ δ'  Ὁ Εἱρμὸς
λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί. Δόξα τὴ δυνάμει σου Κύριε, εἰνώντά με καὶ λιμῶ, καθ' ἑκάστην τηκόμενον, σωτηρίου βρώσεως ἔμπλησον, μόνε Ἀθάνατε, θείαις παρακλήσεσι, τῶν εἰς τὸν σύμπαντα κόσμον κηρυξάντων σε.
Εἰς θάλασσαν κοσμικήν, ἐπεβίβασας ἅπαντας, ὡς ἵππους φιλάνθρωπε, τοὺς εὐκλεεῖς Ἀποστόλους σου, ταύτης συνταράσσοντας, τῆς ἁλμυρᾶς ἀπιστίας πικρὰ ὕδατα.
Τὸν Ἥλιον τοὶς ἐν σκότει, Χριστὸν ἀνατείλαντες, ἐν σκότει μὲ κείμενον, τῆς ἁμαρτίας φωτίσατε, εἵργοντες πανεύφημοι, τὰς πονηρὰς ἐνθυμήσεις τῆς καρδίας μου.
Θεοτοκίον
Πανύμνητε ἡ Θεόν, ὑπερύμνητον τέξασα, ὑπὲρ τῶν ὑμνούντων σε, σὺν Ἀποστόλοις ἱκέτευε, ὅπως λυτρωθείημεν, ἁμαρτιῶν καὶ κινδύνων καὶ κολάσεως.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
μιλήσας καθαρῶς, ταὶς ἀκτίσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι προϊστάμενος, καὶ πάντας σώζων τοὺς πίστει σὲ δοξάζοντας.
Λυτρούμενος ἐκ θανάτου, ὡς ὤφθης τὸ πρότερον, νεανίας ὅσιε, οὕτω καὶ νὺν μὲ διάσωσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε.
πήστραψας ἀρετῶν, λαμπηδόνας πανόλβιε, μιμητὴς πανάριστος, τοῦ σοῦ Δεσπότου γενόμενος, σώζεις δὲ καλούμενος, τοὺς εὐλαβεία καὶ πόθω σὲ δοξάζοντας.
Θεοτοκίον
λήλυθεν ἐπὶ σοί, ὁ Δεσπότης τῆς κτίσεως, σωματωθησόμενος, καὶ διασώζων ὡς εὔσπλαγχνος, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ σὲ πάντες Θεοτόκον πιστοὶ σέβομεν.
Ὠδὴ ε'  Ὁ Εἱρμὸς
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ τὸν ἀρχίφω γὰρ Δέσποτα, τὴν πρὸς τὸν Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
μέγας ποιμήν, μέσον λύκων ἔστειλεν ὡς πρόβατα, αὐτοὺς μεταπλάττοντα, τὴ θεοσθενεία τοῦ βαπτίσματος, καὶ τῶ κάλλει τῶν λόγων, τοὺς θείους Μαθητὰς αὐτοῦ.  
Τῶ θείω φωτί, τὰς ἐν ζόφῳ πλάνης ἐφωτίσατε, καρδίας Ἀπόστολοι, ὅθεν ἱκετεύω, σκοτισθέντα μὲ ἡδονῶν ἀμαυρώσει, φωτίσατε μακάριοι.
θλία ψυχή, πρὸ τοῦ τέλους σπεῦσον μετανόησον, Κυρίω κραυγάζουσα. Ἥμαρτόν σοὶ Δέσποτα συγχώρησον, διὰ τῶν Ἀποστόλων, καὶ σώσόν με ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Φωτὶ μὲ τῶ σῶ, τὸν ἐν σκότει κείμενον καταύγασον, Φωτὸς οἰκητήριον, καὶ σὺν Ἀποστόλοις καθικέτευε, ἀπὸ πάσης ἀνάγκης, ῥυσθῆναι ταὶς πρεσβείαις σου.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τὴ ἐπιλάμψει σου, ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Θεοπρεπεῖ, πολιτεία, τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκω ψήφω, θανατωθῆναι παραστὰς ἐλυτρώσω, τῶ Δεσπότη Χριστῷ κραυγάζοντας. Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.
ν οὐρανοῖς, τὴν ἀϊδιον δόξαν νὺν ἐποπτεύων, καὶ τῆς ἀπορρήτου θείας αἴγλης, ταὶς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τὴ προστασία σου, ὅσιε θεράπον Χριστοῦ πανσεβάσμιε.
Θεοτοκίον
να τὴν σήν, ἐκζητήσης εἰκόνα συγκεχωσμένην, τοὶς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθῶν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοὶς σοὶ κραυγάζουσιν. Ἕτερον ἐκτός σου Θεὸν οὐ γινώσκομεν.  
Ὠδὴ ς'  Ὁ Εἱρμὸς
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαχγνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
Οἱ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, τὴν κατατακεῖσαν ψυχήν μου τῶ καύσωνι, τῆς ἁμαρτίας δέομαι, μαθηταὶ τοῦ Σωτῆρος ποτίσατε.
Οὐρανοὶ νοητοὶ χρηματίσαντες, δόξαν τοῦ Θεοῦ διηγεῖσθε τὴν ἄρρητον, θεοφεγγεῖς Ἀπόστολοι, ἢς τυχεῖν ἡμᾶς πάντας πρεσβεύσατε.
ν πελάγει δεινῶς κυματούμενος, σοὶ τῶ τοῦ παντὸς κυβερνήτη, προσέρχομαι, διά των Ἀποστόλων σου, σωτηρίας πρὸς ὅρμον μὲ ἴθυνον.
Θεοτοκίον
Μετὰ πασῶν τῶν ἄνω Δυνάμεων, μετὰ Προφητῶν, Ἀποστόλων, Μαρτύρων σου, εἰς ἱλασμὸν προσάγω σοί, τὴν Μητέρα σου, οἴκτειρον, σώσόν με.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
τῆς νίκης Νικόλαε στέφανος, τὴ σὴ κορυφὴ ἀξίως ἐπιτίθεται, ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσωσον.
Νεκρωθέντα μὲ μάκαρ τοὶς πταίσμασι, καὶ ταὶς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεῖς διάσωσον, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον
πὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.
Ὠδὴ ζ'  Ὁ Εἱρμὸς
ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Πυρὶ θείου πνεύματος προσαναφθέντες, τῆς πλάνης τοὺς ἄνθρακας, Ἀπόστολοι ἐσβέσατε, Θεοῦ δὲ τὸν ἔρωτα, ἐν ταῖς φρεσὶ τῶν πιστῶν, πάντων ἐπανήψατε, διὸ μεγαλοφώνως ὑμᾶς γεραίρομεν.
Τὸν κόσμον μισήσαντες καὶ τὰ ἐν κόσμῳ, Χριστὸν ἠγαπήσατε, ἐν κόσμῳ μετὰ σώματος, βροτοὶς ὁμιλήσαντα, ὃν ἱκετεύσατε, πάντων τῶν ἐν βίῳ μὲ δεινῶν, ἐλευθερῶσαι, θεῖοι Ἀπόστολοι.
Κριτὰ δικαιότατε καρδιογνώστα, ὁ μόνος τὰ κρύφια, εἰδώς μου πλημμελήματα, ἐν ὥρα τῆς κρίσεως μὴ κατακρίνης με, μηδὲ πέμψης μὲ εἰς πύρ, ταὶς ἱκεσίαις τῶν Ἀποστόλων σου.
Θεοτοκίον
Τὸ πὺρ τῆς θεότητος οὐ κατεφλέχθης, ἀρρήτως κυήσασα, Παρθένε ἀπειρόγαμε, διὸ καθικέτευε σὺν Ἀποστόλοις ἁγνή, διαιωνιζούσης μὲ φλογός, ἐλευθερῶσαι τὸν σὲ δοξάζοντα.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρὰ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ξυρῶ πειρασμῶ περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ἄδου προσεπέλασα, ταὶς ἀθυμίαις βαλλόμενος, σώσόν με πρεσβείαις σου μάκαρ, καὶ ἀνάστησον ψάλλειν σοί. Σὲ μακαρίζω ἱερέ, Χριστοῦ θεράπον ἀεί.
δύτου φωτός, ταὶς ἀϋλοις ἀστραπαὶς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῶ τῶν θλίψεων, κεκρατημένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐσεβείας, καθοδήγησον ψάλλοντας. Σὲ μακαρίζομεν ἀεί, θεράπον ὄντως Χριστοῦ.
Θεοτοκίον
Δυσώπει Χριστόν, τὸν Υἱόν σου καὶ Θεὸν θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταὶς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ, τῶ τιμίω, ἀναρρύσασθαι ψάλλοντας. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'  Ὁ Εἱρμὸς
Κάμινός ποτε, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας, Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Σωματοειδῶς, ὑμῖν ἐπιφοιτῆσαν, πυρὸς ἐν εἴδει Παράκλητον, Πνεῦμα ἀπειργάσατο, ὡς λαμπάδας φλογιζούσας μὲν ἀθέους, φωτιζούσας δέ, πάντας τοὺς εὐσεβοῦντας, θεῖοι τοῦ λόγου Ἀπόστολοι.
Πάθει τὰ δεινῶς, χειμάζοντα Οἰκτίρμον, τὴν ἀδιόρθωτον καρδίαν μου, θεράπευσον δέομαι, τὴν ψυχήν μου φωταγώγησον, τὸν νοῦν μου καθοδήγησον, ῥέποντα εἰς κακίαν, τῶν Μαθητῶν σου δεήσεσιν.
Στέναξον ψυχή, καὶ δάκρυσον συντόνως, καὶ σεαυτὴν πρὸ τέλους πένθησον, πρὸ τοῦ καταλάβη σε, ὁ κλαυθμὸς ὁ ἀπαράκλητος, καὶ βόησον τῶ Κτίστη σου. Δέσποτα οἴκτειρόν με, τῶν Ἀποστόλων δεήσεσιν.
Θεοτοκίον
Κάμινός ποτε, μὴ φλέξασα τοὺς Παίδας, τὴν σὴν λοχείαν προεικόνιζε, Παρθένε Πανάχραντε, διὰ τοῦτο ἱκετεύω σε, σὺν Ἀποστόλοις πρέσβευε, ἅπασι καὶ Προφήταις, πυρὸς γεέννης ῥυσθήναί με.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοὶς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταὶς πρὸς τόν Σωτήρα, Χριστὸν ἱερομύστα.
Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν ἀϋλων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον, Ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος ἡμῶν ἱερομύστα.
Θεοτοκίον
ξασθενεῖ μου νὺν ὁ νούς, εἰς τὰ βάθη ἐμπεσῶν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοίς, ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῶ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.
Ὠδὴ θ'  Ὁ Εἱρμὸς
νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν Πανύμνητον, Θεοτόκον μεγαλύνομεν.  
μὲ τὸν κατάκριτον, ἐμὲ τὸν ἀδιόρθωτον, τὸν τῶν σῶν προσταγμάτων καταφρονήσαντα, καὶ ταὶς τῶν δαιμόνων ἀπάταις, φρενοβλαβῶς ἐξακολουθοῦντα, ἐπίστρεψον Κύριε, προσευχαὶς τῶν Ἀποστόλων σου.  
πόστολοι ἔνδοξοι, Ἀπόστολοι μακάριοι, μαθηταὶ τοῦ Σωτῆρος, κήρυκες πάνσοφοι, πάσης μὲ λυτρώσασθε βλάβης, πάσης ὀργῆς, πάσης ἁμαρτίας, πάσης περιστάσεως, καὶ ποικίλης παραβάσεως.
Ψυχὴν ἀδιόρθωτον, προσφέρων καὶ συνείδησιν, συγχωσθεῖσαν τὴ ὕλη τῶν παραπτώσεων, καὶ μεμολυσμένην καρδίαν, καὶ λογισμὸν κατεσπιλωμένον, βοῶ σοὶ φιλάνθρωπε. Οἴκτειρόν με τῶ ἐλέει σου.
Θεοτοκίον
πόστολοι Πάναγνε, τὸν σὸν Υἱὸν ἐκήρυξαν, εἰς τὸν σύμπαντα κόσμον, Θεὸν καὶ ἄνθρωπον, ὅθεν σὺν αὐτοῖς ἐκδυσώπει, τὴ φοβερὰ ἡμέρα τῆς δίκης, ῥυσθῆναι κολάσεως, τοὺς πιστῶς Σὲ μεγαλύνοντας.
Κανὼν τοῦ Ἁγίου Νικολάου
Εἱρμὸς ὁ αὐτὸς
Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασώζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως παμμακάριστε.
ς ἐν Παραδείσῳ τῆς τρυφῆς, νὺν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς Θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύεις, παθῶν ἐκλυτρούμενος, θεοφόρε πανσεβάσμιε.
Θεοτοκίον
Σοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ ἁγνὴ συνέλαβες, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτω καθ' ἕνωσιν, ἑνωθεῖσαν ἀδιάρρηκτον.

Ἀπόστιχα τῶν Αἴνων Ἀποστολικὰ
μεγάλυνας Χριστέ, ἐν τῇ οἰκουμένη τῶν κορυφαίων Ἀποστόλων τὰ ὀνόματα, ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα, ἔδωκαν τοὶς ἐπὶ γῆς ἰάματα, καὶ αἱ σκιαὶ αὐτῶν μόναι, τὰ πάθη ἐθεράπευον, ὁ ἐξ ἀλιέων ἐθαυματούργει, καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει, τῆς χάριτος τὰ δόγματα, δι' ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος.
Οἱ ἐξ ἀδίκων πράξεων, πάντοθεν πολεμούμενοι, καὶ πρὸς σὲ καταφεύγοντες, τὸν ὄντως ὄντα Θεόν, τὴν φωνὴν τῶν σῶν Μαθητῶν, προσφέρομέν σοὶ λέγοντες. Σῶσον ἡμᾶς, Ἐπιστάτα, ἀπολλύμεθα, δεῖξον καὶ νὺν τοὶς ἐχθροῖς ἡμῶν δεόμεθα, ὅτι σκέπεις λαόν, καὶ σώζεις ἐκ κινδύνων, τὴ πρεσβεία τῶν Ἀποστόλων, παρορῶν ἁμαρτίας, διὰ πολλὴν ἀγαθότητα, Κύριε δόξα σοί.
Μαρτυρικὸν 
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὧ ἀθλοφόροι Μάρτυρες, ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ τῶν πεινώντων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν πάντες, πάσης ἡμᾶς ῥύσαι περιστάσεως.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ 
Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ ληστου καὶ βοώμέν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.
Τὰ τοῦ κόσμου πληρώματα, διελθόντες Ἀπόστολοι, σκότους τοῦ τῆς πλάνης βροτούς, ἐρρύσασθε Πάνσοφοι.
Τὴ σαγήνη τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, ἀνθρώπους μύσται σοφοί, σαφῶς ἀνειλκύσατε.
Μαρτυρικὸν
Τοὺς τὸν δρόμον τελέσαντας, καὶ τὴν πίστιν τηρήσαντας, τοὺς Ἀθλοφόρους Χριστοῦ, συμφώνως ὑμνήσωμεν.
Δόξα...
σουργὸν τῶ Γεννήτορι, τὸν Υἱὸν σὺν τῶ Πνεύματι, ἅπαντες νὺν οἱ πιστοί, ἐν φόβῳ δοξάσωμεν.
Καὶ νύν...
ποστόλων τὸ καύχημα, Ἀθλητῶν ἐγκαλλώπισμα, σὺ εἶ Παρθένε ἁγνή, καὶ κόσμου διάσωσμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου