ΣΑΒΒΑΤΟ ΗΧΟΣ Β΄
Στιχηρὰ Δεσποτικα Προσόμοια
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν
Ὅταν ἐν τῇ δόξη σου Χριστέ, ἔλθης μέτ' Ἀγγέλων ἁγίων, κρίναι
τὰ σύμπαντα, ὅτε παραστήσονται, γυμνοῖ σοὶ ἅπαντες, ἀποδοῦναι ὧν ἔπραξαν, τὴν ἀπολογίαν,
τότε τοὶς προβάτοις με, σύνταξον Λόγε τοὶς σοίς, λύσιν παρασχῶν μοὶ ἐνταῦθα, τῶν
πλημμελημάτων μου πάντων, ὧν πὲρ ἐν τῷ βίω ἐπλημμέλησα.
Ῥῆξον τὰς σειράς
μου τῶν παθῶν, ξήρανον ψυχῆς σηπεδόνας, μόνε φιλάνθρωπε, δώρησαί μοὶ δάκρυα τῆς
κατανύξεως, τὴν καρδίαν μου φώτιτισον, τὴν ἐσκοτισμένην, λύτρωσαί με δέομαι ἐκ
περιστάσεως, ζάλης, συμφορῶν ἐναντίων, καὶ ἐκ πειρασμῶν πολυτρόπων, τοῦ δεινοῦ ἐχθροῦ
καὶ κοσμοκράτορος.
Λάβε ὧ ψυχή μου κατὰ νοῦν, τὴν φοβερωτάτην ἐκείνην, ὥραν τῆς
κρίσεως, ὅτε τρόμος λήψεται, τὴν κτίσιν ἅπασαν, καὶ καθίση ὁ Ὕψιστος ἐν θρόνῳ ἀστέκτω,
λόγον εἰσπραξάμενος, τῶν πεπραγμένων ἡμῖν, σπεῦσον, διαλλάγηθι ἔνθεν τῶ, κριτὴ
τῶν ὅλων βοῶσα. Ἥμαρτόν σοὶ Κύριε, καὶ σώσόν με.
Ἔτερα τῆς Θεοτόκου ὅμοια
Ὅλος ἐκ νεότητος ἐγώ,
πάθεσιν αἰσχύνης δουλεύσας, καὶ ἀσωτία πολλή, τέλεον ἠμαύρωσα, τὸ κατ' εἰκόνα
Θεοῦ, καὶ πτοοῦμαι Πανύμνημνητε, τὴν μέλλουσαν δίκην, ὅτε παραστήσομαι τῶ σῶ Υἱῶ
καὶ Θεῷ, νὺν οὖν, πρὸ τοῦ τέλους μοὶ δίδου, κάθαρσιν Ἁγνὴ τῶν παθῶν μου, καὶ
πλημμελημάτων ἀπολύτρωσιν.
Φρίττω τὸ κριτήριον Ἁγνή, καὶ τὴν τοῦ πυρὸς τιμωρίαν, τὴν
αἰωνίζουσαν, καὶ τὴν ἀπαραίτητον, ὄντως ἀπόφασιν, τὸν βρυγμὸν τῶν ὀδόντων τε,
καὶ τοῦ ἀκοιμήτου, σκώληκος Πανάμωμε, τὴν ἀγριότητα, ὅθεν, ἐν ὄδύνῃ καρδίας, σὲ
καθικετεύω Παρθένε, τῆς φρικτῆς με ῥύσαι κατακρίσεως.
Ὅτε τῶν τοῦ σώματος
μελῶν, μέλλη ἡ ψυχή μου βιαίως, διαχωρίζεσθαι, τότε μοὶ παράστηθι, καὶ τῶν ἀσάρκων
ἐχθρῶν, τὰς βουλὰς διασκέδασον, καὶ τούτων τὰς μύλας, σύντριψον ζητούντων με,
καταπιεῖν ἀφειδῶς, ὅπως ἀκωλύτως διέλθω, τοὺς ἐν τῷ ἀέρι ἐστώτας, ἄρχοντας τοῦ
σκότους, Θεονύμφευτε.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ
βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ
στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν
ψυχῶν ἡμῶν.
Ἀπόστιχα Μαρτυρικὰ
Τῶν ἁγίων μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν
ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασώζεται.
Χοροὶ μαρτύρων ἀντέστησαν, τοὶς τυράννοις λέγοντες. Ἡμεῖς
στρατευόμεθα τῶ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς,
οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.
Μεγάλῃ ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς Πίστεως! οὐ μόνον
γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε,
ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Νεκρώσιμον
Ὡς ἄνθος μαραίνεται,
καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾷς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος,
νεκροὶ ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ
Θεός, τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν ἁγίων σου κατάταξον
σκηναίς, τὰ πνεύματα τῶν σῶν δούλων Χριστέ.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ φωτός, φύλαξόν
με ὑπὸ τὴν σκέπην σου.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ὁ φαιδρύνας τοὺς Ἁγίους
σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος
Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον,
ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
Ἀθλοφόροι Κυρίου,
μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοὶς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι
τὰ πνεύματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ
παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἀπόστολοι Μάρτυρες,
καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν
πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν
ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια!
τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν
τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὸν Ἄμωμον
Καθίσματα ἕτερα
Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι
περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων
κατήργησαν. Αὐτῶν ταὶς ἱκεσίαις καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ. Σωτήρ,
καὶ σῶσον ἡμᾶς.
Νεκρώσιμα
Εὐσπλαγχνίας ὑπάρχουσα
Ὁ νεκρῶν καὶ τῶν ζώντων
ὡς Θεός, ἐξουσίαν ἁπάντων ἐσχηκῶς Ζωοδότα, πρόσχες ταὶς δεήσεσι τῶν δούλων σου,
δείξόν σου τὰ σπλάγχνα τὰ φιλάνθρωπα, καὶ δίδου τὴν ἄφεσιν ψυχαίς, ἃς μετέστησας,
ἐπ' ἐλπίδι τὴ εἰς σέ, ὁ δι' εὐσπλαγχνίαν ὑπεράγαθος.
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴτι ἐν βίῳ,
ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς
μεταστάσι, δοῦναι τήν ἀνάπαυσιν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες,
εὐσεβῶς μεγαλύνομεν.
Κανὼν εἰς πάντας τοὺς Ἁγίους
Ὠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Τὴν Μωσέως ὠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ
σκεπαστῆς, ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν.
Διωγμοὺς χαλεπούς, καὶ αἰκισμοὺς σφοδροὺς καρτερικῶς, ἐνεγκόντες
Ἀθληταί, πᾶσαν τὴν πλάνην ἐκ τῶν περάτων, σθένει θεϊκῶ ἐδιώξατε.
Οἱ Θεοῦ λειτουργοί, καὶ Ἱεράρχαι φέγγει νοητῶ, ἀπαστράπτοντες
σαφῶς, πρὸς φῶς ὡδήγησαν εὐσεβείας, πάντων εὐσεβῶν τὰ πληρώματα.
Ὑπερήφανον νοῦν,
ταπεινωθέντες Ὅσιοι καλῶς, κατεκλίνατε εἰς γήν, καὶ ὑψωθέντες ἐνθέοις τρόποις,
πᾶσι ταπεινοῖς βοηθεῖτε ἀεί.
Νεκρώσιμον
Λαμπροτάτου φωτός, καὶ αἰωνίου δεῖξον κοινωνούς, εὐφροσύνης
ὡς Θεός, οὓς πὲρ μετέστησας τῶν προσκαίρων, δούλους σου πιστούς, ὁ Θεὸς ἡμῶν.
Θεοτοκίον
Αἱ ἀσκήσει στερρῶς, ἠγωνισμέναι καὶ ἀθλητικῶς, καθελοῦσαι
τὸν ἐχθρόν, σεμναὶ Γυναῖκες Θεοκυῆτορ, σὲ περιεστῶσαι, εὐφραίνονται.
Κανὼν εἰς Κοιμηθέντας οὗ ἡ Ἀκροστιχίς.
Τοὶς τεθνεῶσι δεύτερον πλέκω μέλος.
Ὁ Εἱρμὸς
Τῶ τὴν ἄβατον
Τῶ θανάτω σου, καταπατήσας θάνατον, θείας ζωῆς ἀνέβλυσας ἀϊδιότητα,
ἣν παράσχου ἀγαθέ, ταὶς τῶν κοιμηθέντων ψυχαίς, ταὶς τῶν Μαρτύρων σου, πρεσβείαις
ἄφεσιν, πταισμάτων χαριζόμενος.
Ὁ τὸ πλούσιον, ἀεὶ
πηγάζων ἔλεος, τοὶς εὐσεβῶς φιλάνθρωπε προσδεχομένοις σε, ἐν τῷ οἴκω σου Χριστέ,
ἐν τῇ θαυμαστή σου σκηνή, τόπον ἀνέσεως παράσχου Δέσποτα, τοὶς δούλοις σου ὡς εὔσπλαγχνος.
Ἰσχυρότατος, κατὰ
θανάτου γέγονας, ὅθεν αὐτὸν ἐδέσμευσας, ἡμᾶς ῥυσάμενος, καὶ νὺν ῥύσαι τῆς αὐτοῦ,
τοὺς κεκοιμημένους φθορὰς ὡς ὑπεράγαθος, τῆς σῆς ἑλλάμψεως, τὴν μέθεξιν δωρούμενος.
Θεοτοκίον
Στερεώσασα, τὴν κλονουμένην φρένα μου, Μήτηρ Θεοῦ βεβαίωσον,
θείοις προστάγμασι, τοῦ τεχθέντος ἐκ τῆς σῆς, καθηγιασμένης γαστρός, καὶ καταργήσαντος,
τοῦ ἄδου Δέσποινα, τὸ ζοφερὸν βασίλειον.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με,
γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τὴ εὐσπλαγχνία σου.
Πυρωθέντες τῶ πυρί, τῆς ἀγάπης τοῦ Χριστοῦ οἱ Ἀθλοφόροι, τῶν
βασανων τὴν πυράν, δροσισμῶ τοῦ παντουργοῦ, ἔσβεσαν Πνεύματος.
Ἁγιώτατοι Χριστοῦ,
Ἱεράρχαι καὶ σεπτοί, Ὁσίων δῆμοι, ὑπὲρ πάντων ἡμῶν, τὸν φιλάνθρωπον Θεόν, ἐκδυσωπήσατε.
Ἱερώτατος χορός, τῶν
ἐνθέων Προφητῶν ἐμεγαλύνθη, καὶ Γυναίων πληθύς, ἐναθλήσασα στερρῶς, δόξης ἐπέτυχον.
Νεκρώσιμον
Νεκρωθεὶς ἐπὶ Σταυροῦ, ἐδωρήσω τοὶς θνητοὶς ἀθανασίαν, ἢς
τυχεῖν τοὺς πρὸς σέ, καταξίωσον Χριστέ, μεταχωρήσαντας.
Θεοτοκίον
Μετὰ πάντων Προφητῶν, καὶ Γυναίων ἱερῶν, Θεὸν Παρθένε, τὸν
τεχθέντα ἐκ σοῦ, δυσώπει ἐκτενῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἐν πέτρᾳ μὲ τῆς πίστεως
στερέωσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμα μου ἐν
τῷ ψάλλειν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ταὶς τῆς σῆς ὡραιότητος λαμπηδόσιν, αὐγάζεσθαι τοὺς πίστει
κεκοιμημένους, εὐδόκησον ὁ πλούσιος ἐν ἐλέει, μετὰ Μαρτύρων σου, σὺ γὰρ ὁ Θεὸς ἡμῶν,
καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ἐν τόποις ἀναψύξεως,
ὡς οἰκτίρμων, ἐν χώρα Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου, ἀξίωσον αὐλίζεσθαι τοὺς σοὺς
δούλους, τοὺς σοὶ κραυγάζοντας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν
σου Κύριε.
Θαλάμοις οὐρανίοις περιπολεύειν, φρονίμοις ταὶς παρθένοις
συνεισελθόντας, ὑπόδεξαι τοὺς δούλους σου λαμπαδούχους, οὓς πὲρ μετέστησας, τῶ
σῶ βουλήματι, ἐκ τῶν προσκαίρων Δέσποτα, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Νεκρωθέντα, καὶ πρὸς γὴν μὲ ἀποστραφέντα, ἀνέστησας τεκοῦσα
τὸν ζωοδότην, ἀνήγαγες ἐξ ἄδου μὲ κατωτάτου, τὸν Θεοτόκον σὲ πίστει δοξάζοντα,
καὶ τιμῶντα Πάναγνε, σὲ τὴν Πανύμνητον.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε
βοῶν. Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ θαιμάν, καὶ ἐξ ὅρους ἁγίου,
κατασκίου ἐπεδήμησας Χριστέ.
Οἱ τοῦ Χριστοῦ τὰ παθήματα, εὐκλεεῖς Ἀθλοφόροι, μιμησάμενοι
καλῶς, κατατεινόμενοι ἔχαιρον, πολλαὶς βασάνοις, τὰς αἰωνιζούσας ἀντιδόσεις
σκοποῦντες, ὧν τυχόντες, μακαρίζονται ἀεί.
Νόμους τηροῦντες τοῦ Πνεύματος, Ἱεράρχαι προφρόνως, ἐπωκείλατε
λαούς, ὡς κυβερνῆται πανάριστοι, πρὸς θεῖον ὅρμον, καὶ μετατεθέντες ἐκ τῶν κάτω
θορύβων, πρὸς γαλήνην μετηνέχθητε ζωῆς.
Γὴς παρεπίδημοι ὤφθητε, μεταθέντες Πατέρες, τὸ πολίτευμα ὑμῶν
ἐν οὐρανοῖς, καθὼς γέγραπται, εὐσεβοφρόνως, καὶ σαρκὸς τὰ πάθη, χαλινώσαντες πόνοις
ἐγκρατείας, τὴ δυνάμει τοῦ Χριστοῦ.
Νέκρωσιν θείαν ποθήσασαι, τὴν ζωὴν τὴν ἀγήρω, προξενοῦσαν ἀληθῶς,
διὰ βασάνων καὶ θλίψεων, καὶ ἐγκρατείας, τίμιαι Γυναῖκες, ἠξιώθητε ταύτης,
δυσωποῦσαι τὸν Χριστὸν ὑπὲρ ἡμῶν.
Νεκρώσιμον
Ἣν μετεβίβασας Κύριε,
τῶν προσκαίρων τοῦ βίου, πολυάριθμον πληθύν, ἐν ὀρθοδόξῳ λατρεύσασαν, Λόγε τὴ πίστει,
πάση σωζομένων, τὴ πληθὺϊ συνάψας, αἰωνίου καταξίωσον ζωῆς.
Θεοτοκίον
Ὄρος κατάσκιον βλέπει
σε, ἀρεταὶς ὁ Προφήτης, Θεοτόκε Ἀββακούμ, ἐξ οὗ ἐπέφανεν ἀνθρώποις ὁ Θεός, ἀφράστως
ἀρετή, καλύψας οὐρανούς, καὶ τὸ γένος ἀνθρώπων, διασώσας ἐκ φθορᾶς.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ὑμνῶ σε, ἀκοὴν γὰρ
Κύριε, εἰσακήκοα καὶ ἐξέστην, ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα, διὸ
τὴν πολλήν σου ἀγαθότητα, τὴν εἰς ἐμὲ δοξάζω πολυέλεε.
Ἐλπίδι, καὶ ἀγάπη
ζήσαντας, καὶ φρονήματι ὀρθοδόξω, τῆς ὑπὲρ νοῦν δόξης σου ἀξίωσον τοὺς σοὺς οἰκέτας
Χριστέ, τὴ πολλὴ φιλανθρωπία σου, τῶν εὐκλεῶν Μαρτύρων ταὶς δεήσεσιν.
Ὡς ἔχων, τῆς τρυφῆς
ἀέναον, τὸν χειμάρρουν ἀεὶ ποτίζεις, τοὺς ἐκλεκτοὺς Κύριε, μεθ' ὧν καὶ νὺν τοὺς
μεταστάντας Χριστέ, τὴ ἀφάτω εὐσπλαγχνία σου, παρὰ τὸ ὕδωρ θρέψον τῆς ἀφέσεως.
Σὺ ζώντων, κυριεύεις Δέσποτα, καὶ θανάτου ἐξουσιάζεις. Σὺ
τοὺς ἐκ γῆς χώματι, δυνάμει σου ἐξανέστησας, διὸ τοὺς πρὸς σὲ μεταφοιτήσαντας, ἐν
ταῖς αὐλαίς σου Σῶτερ κατασκήνωσον.
Θεοτοκίον
Ἰάσω, τὸ τῆς Εὔας
σύντριμμα, καὶ τὴν πάλαι ταλαιπωρίαν, τὸν κτίστην γὰρ τέτοκας, τοὺς πτώματι
καταρραγέντας ἡμᾶς, ἀνορθῶσαι τὸν δυνάμενον, Θεογεννῆτορ μόνη Μητροπάρθενε.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῶ φωτὶ τῶν
ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.
Σὲ ποθοῦντες οἰκτίρμον, ἐμίσησαν πάντα κόσμον, οἱ γενναῖοι
Ἀθλοφόροι, προσομιλοῦντες βασάνοις, ἀπαρνήσει τῆς σαρκός.
Ἱεράρχαι Προφῆται,
καὶ Ὅσιοι θεοφόροι, ταὶς τοῦ Πνεύματος ἀκτίσι, φωταγωγοῦντες τὴν κτίσιν, σκότος
λύετε παθῶν.
Οἱ ὅσιοι Πατέρες, Προφῆται καὶ Ἱεράρχαι, καὶ ἀοίδιμοι Γυναῖκες,
σοὶ τῶ Δεσπότη τῶν ὅλων, εὐηρέστησαν Χριστῷ.
Νεκρώσιμον
Ἱκετεύομεν Σῶτερ,
οὓς ἐξ ἡμῶν προσελάβου, ἐν τῷ χορῶ τῶν ἐκλεκτῶν σου κατασκηνώσας, μετόχους δεῖξον
κρείττονος ζωῆς.
Θεοτοκίον
Παναγία Παρθένε, τὸ καύχημα τῶν Μαρτύρων, καὶ Ὁσίων καὶ
Δικαίων, πάσης ἡμᾶς τυραννίδος, ἐξελοῦ τῶν πειρασμῶν.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ὁ τοῦ φωτὸς χορηγός,
καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς, ἐκτός
σου γὰρ ἄλλον Θεὸν οὗ γινώσκομεν.
Νενεκρωμένους ἡμᾶς, καὶ τεθειμένους ἐν φρουρᾷ, ἥγειρας ἐκ
ζοφερῶν τοῦ ἄδου κευθμώνων, ἁρπάσας ἀγαθέ, καὶ δέίξας ἁγίων Μαρτύρων στρατεύματα.
Διὰ τὸ σῶσαι ἡμᾶς, ὡς παραγέγονας Χριστέ, δέξαι νύν, τοὺς
εὐσεβῶς πρὸς σὲ μεταστάντας, καὶ κόλποις Ἀβραάμ, καὶ μετὰ Λαζάρου αὐτοὺς κατασκήνωσον.
Ἔλυσας Δέσποτα, τὸν
χρόνιόν μου καὶ μακρὸν πόλεμον, τὸν πρὶν πρὸς σέ, μεσίτης καὶ πρέσβυς εἰρήνης
γεγονῶς, καὶ νὺν τοὺς σοὺς δούλους, οἰκτείρας ἀνάπαυσον.
Θεοτοκίον
Ὑπὸ τὴν σκέπην
σου, οἱ πεποιθότες ἐπὶ σοί, ζήσονται. Μήτηρ Θεοῦ, τὸν γὰρ ζωοδότην ἐγέννησας ἡμῖν,
τὸν ζωοποιοῦντα, τὰ πάντα βουλήματι.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Βυθῶ ἁμαρτημάτων, συνέχομαι Χριστέ, καὶ τρικυμία τοῦ βίου
χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνὰν ἐκ τοῦ θηρός, καμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον
Σωτήρ.
Στερρότητι καρδίας, ἐχθρὸν οἱ ἀθληταί, καταπαλαίσαντες, τοῦτον
κατέβαλον, καὶ ἔλαβον νίκης στέφος ἐκ Θεοῦ, διὸ ἐκτενῶς πρεσβεύουσι, τοῦ σωθῆναι
νὺν ἡμᾶς.
Χριστοῦ τοὺς Ἱεράρχας, τιμήσωμεν πιστῶς, καὶ τοὺς Ὁσίους αὐτοῦ
μακαρίσωμεν, σωζόμενοι ταὶς δεήσεσιν αὐτῶν, ἐκ πάσης ὀργῆς καὶ θλίψεως, καὶ κακίας
τοῦ ἐχθροῦ.
Ἐνήθλησε Γυναίων, ὁ
ἔνθεος χορός, καὶ ἐν ἀσκήσει Θεὸν ἐθεράπευσε, καὶ ἔτυχε Βασιλείας οὐρανῶν. Αὐτῶν
προσευχαὶς τὸν κόσμον σου, σῶσον μόνε Ἰησοῦ.
Νεκρώσιμον
Ὁ πλάσας ζωοδότα,
τὸν ἄνθρωπον ἐκ γῆς, τοὺς ἐξ ἡμῶν μεταστάντας ἀνάπαυσον, τὴν ἄφεσιν παρεχόμενος
αὐτοῖς Χριστέ, τῶν κακῶν ὡς εὔσπλαγχνος, καὶ οἰκτίρμων Ἰησοῦ.
Θεοτοκίον
Ἁγία Θεοτόκε, ἁγίασον
ἡμῶν, τοὺς λογισμούς, καὶ τὸ φρόνημα στήριξον, καὶ σῶσον ἐκ τῶν βελῶν τοῦ
πονηροῦ, ἀτρώτους ἡμᾶς δοξάζοντας, σοῦ τὸ ἔλεος ἁγνή.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων
κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ
φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
Τῆς ἀφράστου καὶ θείας λαμπρότητος, ἔνθα τῶν Μαρτύρων χοροὶ
καταξίωσον, οὓς ἀπὸ γὴς μετέστησας, παντουργῶ σου βουλήσει φιλάνθρωπε.
Ἑλλαμφθῆναι τῶ κάλλει
τῆς δόξης σου, τοὺς καταλιπόντας τὸν βίον ἀξίωσον, καὶ πρὸς τὸ φῶς σου Δέσποτα,
μετακεχωρηκότας τὸ ἄφραστον.
Θεοτοκίον
Ῥυομένη προθύμως ἐπίφανον,
τοὺς προσκαλουμένους σε, Πάναγνε Δέσποινα, ἡ τὸν Χριστὸν γεννήσασα, τὸν ζωῆς καὶ
θανάτου δεσπόζοντα.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνω, ὑπέψαλλον βοῶντες.
Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας
ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπομονὴ κατέβαλον,
οἱ Ἅγιοι τὸν Βελίαρ, ὑπενεγκόντες πᾶσαν πείραν βασάνων χαλεπῶν, ὅτι ἐν ἀληθείᾳ
τὸν Θεὸν ἠγάπησαν, τὸν παθόντα διὰ τὰς ἁμαρτίας ἡμῶν. Αὐτῶν προσευχαίς, σῶσον πάντας
Λόγε, πειρασμῶν καὶ κινδύνων.
Φωτοειδεῖς Ἱεράρχαι, καὶ Ὅσιοι καὶ Προφῆται, καὶ Ἱερομαρτύρων
ἡ ἀξιάγαστος πληθύς, καὶ Γυναικῶν ἁγίων, ἅγιος κατάλογος, ἐν ἀσκήσει καὶ ἀθλήσει
λάμψας φαιδρώς, ὑπὲρ ἡμῶν ἀεί, δέησιν ποιεῖσθε, ὅπως ἐλεηθῶμεν.
Νεκρώσιμον
Ἔνθα ὀδύνη πέφευγε,
στεναγμός τε καὶ λύπη, ὅπου τὸ φῶς ἐκλάμπει, Χριστέ, τοῦ σοῦ προσώπου, ἔνθα ἁγίων
δῆμοι, νὺν περιχορεύουσι, τάξον πάντας τοὺς μεταστάντας ἀφ' ἡμῶν, τὰ πταίσματα
αὐτῶν, πάντα παραβλέψας, ὡς μόνος ἐλεήμων.
Θεοτοκίον
Μετὰ μαρτύρων ἄχραντε, καὶ Ὁσίων Πατέρων, καὶ Προφητῶν πασῶν
τε, τῶν ὁσίων Γυναικῶν, τὸν ἐν ἁγίοις μόνον ἐπαναπαυόμενον, ἐκδυσώπει ἡμᾶς
καθαγιᾶσαι ἁγνή, ἁγίαις ἐν φωναῖς, τοὺς δοξολογοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἀντίθεον πρόσταγμα
παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε,
θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος, καὶ ὑπερένδοξος.
Ὁ ὧν καταβέβηκας, ἐπὶ τὸ σῶσαι, τὸ πάλαι πλανώμενον, ἀνθρώπων
γένος Κύριε, διὸ σὲ οἱ Μάρτυρες, ἀεὶ καθικετεύουσι, τούτους οὓς μετέστησας ἐκ γῆς,
ἐν γῆ πραέων, Σῶτερ ἀνάπαυσον.
Νεκρώσει τὴν νέκρωσιν, ἀπετινάξω, ἐν νεκροῖς ἐλεύθερος, αὐτὸς
μόνος γενόμενος, καὶ νὺν τῆς νεκρώσεως, τῆς ἁμαρτίας Δέσποτα, λύτρωσαι τοὺς δούλους
σου, δεικνύς, καὶ κληρονόμους, τῆς Βασιλείας σου.
Πολλή σου καὶ ἄφατος, ἡ εὐσπλαγχνία, ἀμέτρητος ἄβυσσος, ἡ
τῆς φιλανθρωπίας σου, πταισμάτων οὖν ἄφεσιν, τοὶς μεταστάσι Χριστὲ δίδου, καὶ τὴ
χάριτι τὴ σὴ κεκαθαρμένους, αὐτοὺς ἀνάδειξον.
Θεοτοκίον
Λυχνία γεγένησαι, τῆς θείας δόξης, ἀπαύγασμα φέρουσα, Παρθένε
διὰ Πνεύματος, ἡμῖν φανερούμενον, καὶ τὴν τοῦ ἄδου ἀχλύν, φέγγει τῆς θεότητος αὐτοῦ,
ἐξαφανίζον θεοχαρίτωτε.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Τὸν ἐν τῇ βάτω Μωσή, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῶ ὄρει,
προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥεύσαν τὸ αἷμα ὑμῶν,
καθηγίασε πᾶσαν, Ἀθλοφόροι τὴν κτίσιν, καὶ ἐξήρανε σαφῶς, τὴν χύσιν τῆς ἀπάτης,
καὶ τῶν πιστῶν τὰς ψυχάς, κατήρδευσε πλουσίως.
Ὤφθη χορὸς Ἀσκητῶν,
Ἱερέων τε δῆμος, καὶ Γυναίων ἁγίων, Προφητῶν τε εὐκλεῶν, ὁμότιμος Ἀγγέλων, ἀγγελικῶς
ἐπὶ γῆς, ἐν Πνεύματι βιώσας.
Νεκρώσιμον
Οὓς ἐξ ἡμῶν Ἰησοῦ, προσελάβου ἐν κόλποις, Ἀβραὰμ κατατάξας,
μετὰ πάντων ἐκλεκτῶν, ἀνάπαυσον, παρέχων, ἁμαρτημάτων αὐτοῖς, ὡς πανοικτίρμων λύσιν.
Θεοτοκίον
Θεοκυῆτορ ἁγνή, μετὰ πάντων Μαρτύρων, Προφητῶν καὶ ὁσίων,
καὶ ἁγίων Γυναικῶν, καὶ Ἱερομαρτύρων, κατοικτειρῆσαι ἡμᾶς, τὸν Σωτήρα δυσώπει.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε,
τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας,
Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Ἔδειξας ἡμῖν, τοῦ
δυσμενοῦς θανάτου, τὰς διεξόδους ὡς ἀθάνατος, τὴ θεία δυνάμει σου, τὰς εἰσόδους
δὲ ἐγνώρισας, τὰς τῆς ζωῆς ἀθάνατε, ἢς πὲρ οἱ Μάρτυρές σου, νὺν ἐπαξίως ἐπέτυχον.
Κάλλους νοητοῦ, τοῦ σοῦ κατατρυφῆσαι, τοὺς μεταστάντας
καταξίωσον, τὸ αἶσχος τὸ δύσμορφον, ἐκκαθαίρων, ὡς φιλάνθρωπος, τῆς ἁμαρτίας Δέσποτα,
μόνος γὰρ ἀνεδείχθης, τῆς ἁμαρτίας ἐλεύθερος.
Ὤρθωσας ἡμᾶς,
Χριστὲ τοὺς πεπτωκότας, εἰς χοῦν θανάτου, τῶ θανάτω σου ζωὴν χαριζόμενος, καὶ
τρυφὴν τὴν ἀτελεύτητον, καὶ χαρμονὴν ἀϊδιον, ἢς νὺν τοὺς μεταστάντας, ὡς ἐλεήμων
ἀξίωσον.
Θεοτοκίον
Μέγα καὶ φρικτόν, ὑπάρχει Θεομῆτορ, τῆς σῆς λοχείας τὸ
μυστήριον, Θεὸν γὰρ ἐγέννησας, ὃν ὁ θάνατος οὐκ ἔστεξε, καὶ τάφος οὐ διέλυσεν, ὅθεν
σὲ Παναγία, πάντα τὰ ἔθνη δοξάζομεν.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως,
προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.
Ἰσχυροὶ κατὰ παθῶν,
δυνατοὶ κατὰ ἐχθρῶν, φανέντες Ἀθλοφόροι, ἀπηνέγκατε νίκην, ἀθλήσαντες νομίμως,
καὶ στεφθέντες ἐκ Θεοῦ.
Ὡς Θεοῦ Ἱερουργοί,
καὶ Ποιμένος τοῦ καλοῦ, μιμηταὶ γεγονότες, ἐποιμάνατε αὐτοῦ, τὰ θρέμματα ὁσίως,
Ἱεράρχαι εὐκλεεῖς.
Σὺν ὁσίοις Ἀσκηταῖς, καὶ Προφήταις ἱεροῖς, τιμήσωμεν Γυναίων,
ἀθλησάντων τὰ πλήθη, καὶ τῶν ἐν ἀσκήσει, καθελόντων τὸν ἐχθρόν.
Νεκρώσιμον
Ἡ πανένδοξος Χριστέ,
τῶν Ὁσίων σου πληθύς, ἀπαύστως δυσωπεῖ σε. Οὓς μετέστησας πίστει, μετόχους αἰωνίου,
δεῖξον Κύριε ζωῆς.
Θεοτοκίον
Φιλοικτίρμονα Θεόν, ἡ κυήσασα σαρκί, μετὰ πάντων Ἁγίων,
καθικέτευε ἀεί, κινδύνων ἡμᾶς σῶσαι, Μητροπάρθενε ἁγνή.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἡ τὸν πρὸ Ἠλίου
φωστήρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν,
ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἔχων ἐξουσίαν καὶ
ζώντων, καὶ νεκρῶν ζωαρχικώτατε, τοὶς ἀπὸ γὴς πρὸς σὲ μεταφοιτήσασι, κληρουχίαν
ἐν οὐρανοῖς, παράσχου καὶ λαμπρότητα, τὴν τῶν ἁγίων Δέσποτα, καὶ τῶν ἐνδόξων Ἀθλοφόρων
σου.
Λόγος ὧν ὁ πάλαι, τὸ εἴναί μοὶ διδοὺς ζωαρχικώτατε, καὶ τὸ
εὒ εἶναι πάλιν χαριζόμενος, ἐν τοῖς κόλποις τοὶς ὀρεκτοίς, Ἀβραὰμ τοῦ προπάτορος,
τοὺς μεταστάντας δούλους σου, ὡς ἐλεήμων κατασκήνωσον.
Ὅλος χρηματίζεις
Σωτήρ μου, γλυκασμὸς φωτοειδέστατος, ὅλος ὑπάρχεις ἔφεσις ἀκόρεστος, τὸν χειμάρρουν
τὸν τῆς τρυφῆς, καὶ ὕδωρ τῆς ἀφέσεως, τοὺς κοιμηθέντας πότισον, ἀκαταπαύστως σὲ
δοξάζοντας.
Θεοτοκίον
Σὲ τὴν Θεοτόκον ἀξίως, οἱ πιστοὶ νὺν μακαρίζομεν, τοὶς
θεοπνεύστοις λόγοις σου ἑπόμενοι, σὺ γὰρ μόνη τοὶς ἐπὶ γῆς, Θεὸν ἐκυοφόρησας, τὸν
τοῦ θανάτου λύσαντα, τὴν δυναστείαν Μητροπάρθενε.
Στιχηρὰ τῶν Αἴνων Μαρτυρικὰ
Τὸν Σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον
ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον,
τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
Τῶν ἁγίων σου τὰ πλήθη, δυσωπούσί σε Χριστέ, ἐλέησον Σωτὴρ
τὰς ψυχὰς ἡμῶν.
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὧ ἀθλοφόροι Μάρτυρες,
ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ
τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Νεκρώσιμον
Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι
πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεὼν αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα,
ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χείρας ἐκτείνουσα, οὐκ ἔχει τὸν
βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοὶς
μεταστάσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ὅτε ἐκ τοῦ ξύλου
Ὅλην τὴν ζωήν μου ἐν
κακοῖς, καταδαπανήσας ὁ τάλας, νὺν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς
πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ τὸ κριτήριον τοῦ
σοῦ Υἱοῦ καὶ Θεοῦ, οὗ πὲρ ἐξελοῦ μὲ Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα
ἐπίστρεψον, καὶ σώσόν με.
Ἀπόστιχα τῶν Αἴνων
Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν
Ῥύμην τοῦ θανάτου
καὶ φθοράν, σοῦ τῶ ζωηφόρω θανάτω, καθεῖλες Δέσποτα, πᾶσι δὲ ἐπήγασας, ζωὴν αἰώνιον,
καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω, ὅθεν σου δεόμεθα, καὶ νὺν ἀνάπαυσον, πίστει
τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀθανάτου σου δόξης, τούτους καταξίωσον, Φιλάνθρωπε.
Ἴνα τοὺς ἀνθρώπους
κοινωνούς, θείας βασιλείας ἐργάση, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον, καταδεξάμενος,
διὰ τοῦτο δεόμεθα, τὴ σὴ εὐσπλαγχνία, μετόχους ἀνάδειξον τῆς βασιλείας σου, πίστει
τοὺς πρὸς σὲ μετασταντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον,
Φιλάνθρωπε.
Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως,
βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα
κόσμον, αἵματι τιμίω σου, διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, μετὰ τῶν
ἁγίων ἁπάντων, τῆς ἀπολυτρώσεως ἀξίωσον.
Τρόμω, τῶ φρικτῶ καὶ φοβερῶ, θρόνω σου Χριστὲ παρεστῶτες,
οἱ ἀπ' αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται
δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τῶν πρὸς σὲ
μεταστάντων, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Δεῦτε τὴν Μητέρα τοῦ φωτός, ὕμνοις ἀσιγήτοις βοῶντες, πάντες
δοξάσωμεν, αὕτη γὰρ ἐκύησε τὴν σωτηρίαν ἡμῶν, καὶ τὸ χαῖρε προσάξωμεν, ὡς μόνη
τεκούση, πάντων ἀρχαιότατον, τὸν πρὸ αἰώνων Θεόν. Χαίροις ἡ τὴν Εὔαν τεκοῦσα, πάλιν
ἀναπλάσαντα. Χαίροις, ἄχραντε Παρθένε ἀπειρόγαμε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ καὶ βοώμέν σοί. Μνήσθητι
ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.
Τοῦ Χριστοῦ τὰ παθήματα, μιμησάμενοι Μάρτυρες, πάθη ποικίλα
βροτῶν, ἀεὶ θεραπεύετε.
Σὺν Προφήταις Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, τῶ πάντων
Δημιουργῶ, καλῶς εὐηρέστησαν.
Μετὰ πάντων ἀνάπαυσον, τῶν Ἁγίων σου Κύριε, οὓς προσελάβου
πιστούς, δεόμεθα δούλους σου.
Δόξα...
Ὧ τριὰς ὁμοούσιε,
τοὺς ὑμνούντάς σε οἴκτειρον, ἐκ τῶν σκανδάλων ἐχθροῦ, πάντας λυτρουμένη ἀεί.
Καὶ νύν... Θεοτοκίον
Τὰς δεήσεις τῶν δούλων
σου, μὴ παρίδης Πανάμωμε, σώζουσα ἡμᾶς ἐκ πολλῶν πταισμάτων καὶ θλίψεων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου