Τρίτη 3 Ιουνίου 2014

ΤΡΙΤΗ ΗΧΟΣ ΠΛ. Α΄.



ΤΡΙΤΗ ΗΧΟΣ ΠΛ.Α΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. α'  Χαίροις ἀσκητικῶν
Λύσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοὶ πώρωσιν, καὶ δὸς μοὶ δακρύων ὄμβρους, τῆς μετανοίας ὦς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοὶ καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὔρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.
Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χείρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοὶς πονηροῖς λογισμοίς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοὶς πάθεσι, καὶ ταὶς ἀτόποις, ἡδοναὶς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σώσόν με Σῶτερ βοῶ σοί, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.
Ψῦξον τοὺς ὀχετοὺς Ἰησοῦ, τοὺς θολερούς, καὶ τοὺς χειμάρρους ἀνάστειλον, καὶ ὄμβρους πολλῶν δακρύων, ἐν κατανύξει ψυχῆς, ἀγαθὲ παράσχου τὴ καρδία μου, ἰδοὺ ἀπεμάκρυνα, ἀπὸ σοῦ ὡς ὁ Ἄσωτος, καὶ ἐγυμνώθην, ἀπὸ πάσης θελήσεως, σὴς χρηστότητος, πολυέλεε Κύριε, ἥμαρτον μὴ παρίδης με, μὴ λάβη μὲ τέλεον, ὥσπερ ὑπεύθυνον ὄντα, ὁ ἀλαζὼν καὶ παμπόνηρος, ἐχθρὸς ἀλλὰ τάχει, τῆς αὐτοῦ μὲ τυραννίδος, Δέσποτα λύτρωσαι.
Ἔτερα τοῦ Προδρόμου, ὅμοια
εῦμα σφοδρὸν καὶ πάνυ δεινόν, τῆς καταιγίδος τῶν παθῶν τὴ καρδία μου, ἐχύθη καὶ κατακλύζει, καὶ εἰς βυθὸν ζοφερόν, συνωθεῖ ἀτόπου ἀπογνώσεως, αὐτὸς ἀοράτω, ἐπιστασία σου φάνηθι, καὶ τὴ ἰσχύϊ, τῆς σεπτῆς συμπαθείας σου, τοῦτο ξήρανον, καὶ εἰς τέλος ἀφάνισον, ῥείθρά μοὶ παρεχόμενος, πλημμύρη ἀοίδιμε, τὰ καταρδεύοντα φρένας, καὶ νοῦν καὶ ἔννοιαν ἅπασαν, δι' ὧν ἐκβλαστάνειν, ἱλασμὸν καὶ σωτηρίαν, δίδου μοὶ Πρόδρομε.
λην μου τὴν καρδίαν σοφέ, καὶ τὴν διάνοιαν ἐν σοὶ ἀνατέθεικα, γενοῦ μοὶ θερμὸς προστάτης, καὶ σωτηρίας ἐλπίς, βοηθὸς καὶ φύλαξ, καὶ κραταίωμα, φρουρός ἀσφαλέστατος, κυβερνήτης πανάριστος, λιμὴν καὶ τεῖχος, ἐκ κινδύνων ῥυόμενος, ἐξ ἐχθρῶν δεινῶν, ἀφαρπάζων μὲ Πρόδρομε, ἔχεις γὰρ ἀπροσμάχητον, πρεσβείαν καὶ δύναμιν, ἔχεις παμμάκαρ ἀμέτρους, τοὺς οἰκτιρμοὺς καὶ συμπάθειαν, δι' ὧν σκέπε φρούρει, διαφύλαττε διδοὺς μοί, τὸ μέγα ἔλεος.
Δὸς μοὶ κατατρυφῆσαι τῆς σῆς, εὐπρεπεστάτης, καὶ λαμπρὰς ὡραιότητος, καθάρας τὸν ῥύπον πάντα, τῆς ἐμπαθοῦς βιοτής, διὰ μετανοίας καὶ δακρύων μου, καὶ γάρ σὺ ἐπίστασαι, τῆς ψυχῆς μου τὸν ἔρωτα, τὸν θεῖον πόθον, καὶ τὸ φίλτρον τὸ ἄμετρον, ὅπερ κέκτημαι, μεγαλύνων σὲ Πρόδρομε, πλήρωσόν μου τὴν ἔφεσιν, κὰν μέγα τὸ αἴτημα, κὰν ὑπερβαίνη τὰ μέτρα, τῆς ταλαιπώρου ἀξίας μου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον
Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῶ ῥείθρω τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθ' ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταὶς ἀτόποις, ἡδοναὶς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαράς τὴν καρδίαν μου, λύσον τὸ νέφος βοῶ σοί, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῶ κόσμω τὸ μέγα ἔλεος.
Ἀπόστιχα Κατανυκτικὰ
Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τὶς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς καγῶ; Μακρόθυμε Κύριε, ἐπὶ τὴ ἀσθενεία μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῶ τύπω τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἁγιοί σου Κύριε. Αὐτῶν ταὶς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῶ κόσμω τὴν εἰρήνην κατάπεμψον, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἐστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τὶ ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν, τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα. Διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς Ἱλάσθητι μοί, καὶ σώσόν με.
Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδὴ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
τὸ ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστόν, τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῶ ἁγίω Προδρόμω, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογούντάς σε.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Θρήνησον ψυχή μου, τὴν ἑαυτῆς ῥαθυμίαν, θέλησον λοιπὸν πρὸ τελευτῆς ἐπιστρέψαι, θορύβων ἀπόστηθι βιωτικῶν, Θεῷ προσκολλήθητι τῶ ἀγαθῶ, καὶ σώσει σε, ὡς μόνος φιλάνθρωπος.
Τὸν συνάναρχον Λόγον
Τὴν φωνὴν τοῦ Κυρίου τοῦ ἀρχιποίμενος, ἀκουσώμεθα πάντες οἱ ἁμαρτήσαντες, δι' ἡμᾶς γὰρ ἐπὶ γῆς σαρκὶ ἐπέφανεν, εἰς μετάνοιαν καλῶν, τοὺς κατ' ἐμὲ ἁμαρτωλούς, θαρσεῖτε καὶ μὴ θροεῖσθε, μικρὸς γὰρ ἐστιν ὁ κόπος, ἀλλὰ γλυκεῖα ἡ ἀνταπόδοσις.
Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὧ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστὰ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοὶς πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Τὸ συνάναρχον Λόγον
λισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνὴ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλ' ἐν νηδὺϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενική, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Μαρτυρικὸν
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῶ, τὸν ἀσώματον ἐχθρόν, τὴ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Πήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥύσαι λαόν σου, συνήθως κραυγάζοντά σοὶ ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοίς, ἵνα βοώμέν σοί. Χαῖρε Ἀειπάρθενε.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς,
ἄνευ τῶν Θεοτοκίων.
Ἱλασμόν, Χριστέ, πταισμάτων δίδου. Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
Γὴν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ἄδοντα ψάλλοντα, ἐπινίκιον ὠδήν.
λασμὸν μοὶ δώρησαι, τῶν πεπραγμένων μοὶ Σωτήρ, καὶ ἄνες μοί, πρὸ τοῦ ἔνθεν ἀπελθεῖν, κάθαρον πολλῆς, σηπεδόνος Κύριε, ὁ καθαρίσας λεπρούς, καὶ ἀξίωσον καμὲ ἀμέμπτως παραστήναί σοί, μέλλοντι ἔρχεσθαι, κρίναι ζῶντας καὶ νεκρούς.
Λήμην ἣν περίκειμαι, τοὶς τῆς ψυχῆς μου ὀφθαλμοίς, κωλύουσαν, μὴ ὁρᾶν σου τὰς αὐγάς, ἃς ἐπιφανεῖς, ἐφ' ἡμᾶς ἐξήπλωσας, Ἤλιε ἄδυτε, ταύτην κάθαρον Σωτήρ, καὶ δίδου ἑνοπτρίζεσθαι, Κύριε εὔσπλαγχνε, τῶν χαρίτων σου τὸ φῶς.
Μαρτυρικὰ
γρυπνοι γενόμενοι, τῶν προσταγμάτων τοῦ Χριστοῦ, φύλακες, ἐκοιμίσατε ἐχθροῦ κακίαν ἅπασαν, Ἀθληταὶ μακάριοι, διὸ βαρούμενον ὕπνω τῶν ἁμαρτιῶν, πρὸς μετανοίας δέομαι, θείαν ἐγρήγορσιν, διεγείρατε καμέ.
Σαρκὶ συμπλεκόμενοι, τῶ πολεμήτορι ἐχθρῶ, Μάρτυρες, ἐτροπώσασθε αὐτὸν τῶ ὅπλω τοῦ Σταυροῦ, καὶ αἱμάτων ῥεύμασι κατεποντίσατε, καὶ στεφάνους ἐκ Θεοῦ, τῆς νίκης ἐκομίσασθε, ἄδοντες ψάλλοντες, ἐπινίκιον ὠδήν.
Θεοτοκίον
ύσαι συνηθείας με, ἁγνὴ Παρθένε πονηράς, στήριξον, ἐπὶ πέτραν ἐντολῶν, περιτρεπόμενον μεθοδείαις Δέσποινα, τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ ἀξίωσον καμέ, Χριστῷ εὐαρεστῆσαι καλῶς, ἄδοντα ψάλλοντα, ἐπινίκιον ὤδήν.
Κανὼν τοῦ τιμίου Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Βαπτιστά, τὴν δὲ τὴν παράκλησιν δέχου. Ἰωσήφ.
Ὁ Εἱρμὸς
ππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ἄδοντα.
Βίον καθηγνισμένον, ζωήν τε ἄϋλον, ἐπεδείξω Προφήτα, ἐν ὑλικῷ τῶ σώματι, διὸ δυσωπούμέν σε, μιμητάς σου ἔργασαι, τοὺς ἐν πίστει σὲ μακαρίζοντας.
βυσσον καταδύσας, τῆς εὐσπλαγχνίας Χριστόν, ποταμίοις ἐν ῥείθροις, αὐτὸν δυσώπει Πρόδρομε, ξηράναι τὴν ἄβυσσον, τῶν κακῶν μου δέομαι, καὶ φωτίσαι μου τὴν διάνοιαν.
Πρόδρομε τοῦ Σωτῆρος, ἐκ μετανοίας μοί, ἀφορμᾷς προξενούσας, κατάνυξιν δοθήναί μοί, βορβόρου με πλύνουσαν, ἁμαρτίας αἴτησαι, τὸν φιλάνθρωπον ἱκετεύω σε.
Θεοτοκίον
Τέτοκας ἀπορρήτως, ὠδίνων ἄνευθεν, ὃν Πατὴρ πρὸ αἰώνων, ἀρρεύστως ἀπεγέννησε, πανύμνητε Δέσποινα, ὃν δυσώπει σώζεσθαι, ἀπὸ πάσης βλάβης, τοὺς σοὶ προστρέχοντας.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοὶς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.
Μετανοεῖν σοὶ τῶ Θεῷ ἐπαγγέλλομαι, καὶ πάλιν ἁμαρτάνων τὶ γένωμαι; πῶς σοὶ ἐποφθήσωμαι, ἡνίκα κρίνης τὴν γήν.
τι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκα, τῶ πάντα γινώσκοντι προσέρχομαι, καὶ προσπίπτω σοί, δέξαι μὲ ὥσπερ τὸν Ἄσωτον.
Μαρτυρικὰ
Νενεκρωμένω λογισμῶ οἱ παράνομοι, τοὺς τὴν ζωὴν ποθοῦντας ἠκίζοντο, νικηφόρους Μάρτυρας, Ὁμολογοῦντας Χριστόν.
Χοροὶ Μαρτύρων τοὶς χοροὶς ἠριθμήθησαν, τῶν νοερῶν Ἀγγέλων ἰσάγγελοι, γεγονότες χάριτι, τοῦ θείου Πνεύματος.
Θεοτοκίον
Τῆς μετανοίας πύλας νὺν μοὶ ὑπάνοιξον, πύλη φωτὸς Παρθένε καὶ εἴσοδον, τῶν παθῶν ἀπόκλεισον, τῆς ταπεινῆς μου ψυχῆς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
πήξας ἐπ' οὐδενός, τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
άσεις τοὶς προσιοῦσι πίστει τῶ οἴκω σου, θαυμαστὲ προφήτα πηγάζων πάντοτε, ἴασαι τὰ πάθη τῆς ἐμῆς, καρδίας δυσωπῶ σε, τὰ παναθλίως συμφυέντα μοί, ἐξ ἀπροσεξίας πανόλβιε.
Στενάζω καὶ ὀδυρμοὶς συνέχομαι πάντοτε, ἐννοῶν τὸ βήμά σου τὸ ἀδέκαστον, μόνε δικαιότατε Κριτά, ἐν ὧ μὲ ἱκεσίαις, τοῦ Βαπτιστοῦ σου ἀκατάκριτον, Κύριε Θεὲ μου συντήρησον.
Τῆς νέας καὶ παλαιὰς μεσίτης γενόμενος, μεσιτείαις θείαις ἔνδοξε Πρόδρομε, πεπαλαιωμένον μὲ πολλαίς, βοῶ σοὶ ἁμαρτίαις. Τὴ μετανοία καινοποίησον, ὅπως ἐν αἰνέσει γεραίρω σε.
Θεοτοκίον
γία Παρθενομῆτορ μόνη Πανύμνητε, ἐγκλημάτων μώμου ἡμᾶς ἀπάλλαξον, φώτισον ἡμῶν τὸν λογισμόν, ἁγίασον καρδίαν, καὶ αἰωνίου ἡμᾶς λύτρωσαι, πάντας καταδίκης δεόμεθα.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
κήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
ημάτων σου Κύριε, καταφρονήσας φωταγωγούντων, σκότους ἔργα ἔπραξα, καὶ πτοούμαί σου, τὸ ἐκεῖθεν μέγα κριτήριον.
στίω πτερώσωμεν, ἐνθέου φόβου ψυχῆς τὸ σκάφος, πρὸς λιμένα τε μετανοίας φθάσωμεν, τῶν κακῶν φυγόντες τὰ κύματα.
Μαρτυρικὰ
Σταλάζοντα Μάρτυρες γλυκασμόν, ὤφθητε θεία ὄρη, καὶ παράδεισος θεοφύτευτος, ζωῆς ξύλον, ἔχοντες τὸν Κύριον.
Τοξεύμασιν Ἅγιοι, ὑπομονῆς τε καὶ καρτερίας, κατεσφάξατε πολεμίους δαίμονας, καὶ στεφάνους δόξης ἐλάβετε.
Θεοτοκίον
πάναγνος Δέσποινα, ἁμαρτανόντων ἡ προστασία, τῶν πιπτόντων θεία ἐπανόρθωσις, ὡς Θεὸν τεκοῦσα δοξάζεται.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοί. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Τὰ ἄνω κατοικήσας βασίλεια, ὡς στρατιώτης ἀληθής, τοῦ Βασιλέως Χριστοῦ Βαπτιστά, αὐτὸν δυσώπει ἀπαύστως, λαὸν κατοικτειρῆσαι τιμώντά σε.
γίασεν ἐκ μήτρας σὲ Κύριος, ὁ προειδῶς τὸ εὐγενές, τῆς σῆς καρδίας ἀοίδιμε, αὐτὸν ἱκέτευε πάντας, ἡμᾶς καθαγιᾶσαι δεόμεθα.
Νεκροῖς εὐηγγελίσω τὴν ἔλευσιν, τοῦ νεκρωθέντος δι' ἡμᾶς, αὐτὸν ἱκέτευε Πρόδρομε, νενεκρωμένον ζωῶσαι, καμὲ ταὶς ἁμαρτίαις καὶ σώσαί με.
Δεσμοὶς προσομιλήσας μακάριε, καὶ φυλακαὶς διὰ Χριστόν, δεσμὰ κακῶν μου διάλυσον, καὶ τὰ σεπτὰ μὲ φυλάττειν, προστάγματα δυνάμωσον δέομαι.
Θεοτοκίον
λέησόν με μόνη Πανύμνητε, τὸν ἐλεήμονα Θεόν, ὑπερβολὴ ἀγαθότητος, ἀνερμηνεύτως τεκοῦσα, καὶ ῥύσαι αἰωνίου κολάσεως.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῶ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἤλιε, ἡμεροφαεὶς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.
ξ ἔργων σωτηρία, ἐμοὶ οὐκ ἔστι, πολλὰ γὰρ ἐπὶ τῆς γῆς, ὁ τάλας ἥμαρτον, καὶ τρέμω τὸ φρικτὸν βήμά σου, ὅτε κατακρίναι μέλλεις ὁ Θεός, τοὺς παραβάτας τῶν σῶν ἐντολῶν.
Πῶς ἄφρων ἐγενόμην, πῶς ἐσκοτίσθην ποιῶν τὸ πονηρόν; πῶς οὐ συνήκά σου τὸν φόβον; ἀλλ' εἰς γὴν νένευκα, καὶ ἐξωμοιώθην κτήνεσι πολλοίς; ἐπίστρεψόν με Θεὲ τοῦ παντός.
Μαρτυρικὰ
Τὸ νέφος τῶν Μαρτύρων, διεσκέδασαν τὰ νέφη τῶν πικρῶν βασάνων, καὶ ἠϋγασαν ἡμέραν ἀληθοῦς γνώσεως, καὶ πολυθεϊας ἔλυσαν ἀχλύν, καὶ πρὸς τὸ ἄδυτον ἔφθασαν φῶς.
γίασον τὸν νοῦν μου, ταὶς τῶν ἁγίων Μαρτύρων σου, Χριστὲ πρεσβείαις δέομαι, καὶ δεῖξον φωτισμοῦ ἔμπλεων, καὶ τῆς αἰωνίου δόξης κοινωνόν, ἵνα δοξάζων ὑμνῶ σὲ Σωτήρ.
Θεοτοκίον
Θεὸν ἀρρήτω Λόγῳ, Παρθενομῆτορ ἐκύησας, ἡμῖν πᾶσι μετάνοιαν διδοῦντα, τοὶς πολλὰ πταίουσι, διὰ μεσιτείας σου τῆς ἀγαθῆς, καταφυγὴ τῶν πιστῶν καὶ λιμήν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Τέτοκε στειρεύουσα γαστὴρ σὲ Πρόδρομε, τὰς στειρευούσας καλῶν καρδίας, εὐτέκνους δεικνύοντα, ἐγκάρποις σου λόγοις, διὸ σὲ μακαρίζομεν.
νθησας ὡς εὔοσμον κρίνον ἀοίδιμε, ἐν ταῖς ἐρήμοις, διὸ βοῶ σοί. Τῆς ψυχῆς μου Πρόδρομε, πᾶσαν δυσωδίαν, κακίας ἀποδίωξον.
Νόμου μέσον ἕστηκας σοφὲ καὶ χάριτος, διὸ κραυγάζω. Τροπούμενόν με ἁμαρτίας Πρόδρομε, νόμω οἰκτειρῆσαι, τὸν Κύριον ἱκέτευε.
Θεοτοκίον
Πύλη ἀδιόδευτε τῆς δόξης Ἄχραντε, διάνοιξόν μοὶ τῆς μετανοίας πύλας, προξενούσας μοὶ τὰς θείας εἰσόδους, καὶ τὴν ἐκεῖ κατάπαυσιν.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
ς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, καμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου.
δοὺ καιρὸς ἐπιστροφῆς, καγῶ κατάκειμαι, ὕπτιος ἀεί, ἀναισθησία πολλή, κρατούμενος πάντοτε Λόγε, τὴν πώρωσιν τῆς καρδίας μου, διαλύσας ἐλέησόν με.
Στενάζοντα ὡς ποτέ, τὸν Τελώνην οἴκτειρον, οἰκτίρμον Χριστέ, καὶ ὦς τὴν Πόρνην θερμῶς, δακρύειν ἀξίωσον, ἵνα ἐκπλύνω καγῶ τὸν βόρβορον, τῶν πολλῶν μου ἐγκλημάτων.
Μαρτυρικὰ
Μεγαλομάρτυρες Χριστοῦ, μεγάλως πταίσαντα, μεγάλης φλογὸς τῆς ἐν γεέννῃ ἐκεῖ, μενούσης μὲ ῥύσασθε, ἵνα μεγάλως καγῶ πανένδοξοι, τὴν ὑμῶν δοξάζω μνήμην.
γωνισάμενοι καλῶς, λαμπρῶς ἐστέφθησαν οἱ Ἀθληταί σου, ζωαρχικὴ δεξιά, ὧ Θεὲ καὶ Κύριε, διὸ τούτων σεπταὶς παρακλήσεσι, σῶσον πάντα τὸν λαόν σου.
Θεοτοκίον
Θεοχαρίτωτε σκηνή, τοῦ ἁγιάσματος σεπτὴ κιβωτέ, λυχνία θείου φωτός, ἄρτου ζωῆς τράπεζα, Λόγου παλάτιον ἔμψυχον, οἶκον Πνεύματός με δεῖξον.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Μαινομένην κλύδωνι, ψυχοφθόρω Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
πορρήτοις λάμψεσι, διαλάμπων Πρόδρομε Χριστοῦ, ἐνεργεῖ πρεσβεία σου καταύγασον, τὰς καρδίας τῶν εὐσεβῶς ἀνυμνούντων σε.
αθυμίας ὕπνω με, συσχεθέντα Πρόδρομε Χριστοῦ, καταυγάσας χάριτι διέγειρον, τοῦ προθύμως τὰ θεία πράττειν θελήματα.
πὸ πάσης θλίψεως, ἐναντίας λύτρωσαι ἡμᾶς, τοὺς προστάτην θείόν σε πλουτήσαντας, καὶ πρεσβευτὴν πρὸς τὸν Δεσπότην μακάριε.
Θεοτοκίον
Καταιγὶς χειμάζει με, ἁμαρτίας Ἄχραντε ἁγνή, σπεῦσον ἐξελέσθαι μὲ εἰσάγουσα, μετανοίας πρὸς τοὺς λιμένας Πανάμωμε.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κῆρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.
Τὰς ἀνομίας μου, τὰς ἀδικίας μου Σωτήρ, τὰ ἄπειρα πταίσματα, Χριστὲ συγχώρησον, καὶ μελλούσης μὲ ῥύσαι κολάσεως, διὰ τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν.
σπερ ὁ Ἄσωτος, κατεδαπάνησα νύν, τὸν πλοῦτον ὃν εἴληφα, καὶ λιμῶ φθείρομαι, ὑστερούμενος ἐνθέου βρώσεως, μετανοοῦντα Σωτήρ, δέξαι καὶ σώσόν με.
Μαρτυρικὰ
Νεκρὸν εἰργάσασθε, τὸν πολεμοῦντα ἐχθρόν, τὰ μέλη νεκρούμενοι, πολλαὶς κολάσεσιν, ἀξιάγαστοι Κυρίου Μάρτυρες, διὸ οἱ πιστοὶ εὐσεβῶς, εὐφημοῦμεν ὑμᾶς.
Δαιμόνων φάλαγγας, τυράννων πᾶσαν πληθύν, τοξεύμασι Μάρτυρες, ἐτραυματίσατε, καρτερίας τε καὶ γενναιότητος, καὶ πρὸς ζωὴν ἀληθῆ, μετετέθητε νύν.
Θεοτοκίον
Λιμὴν σωτήριος, ἐδείχθης πάσιν Ἁγνή, παθῶν τὸ κλυδώνιον καταπραϋνουσα, πρὸς γαλήνην τε πάντας μετάγουσα, τῆς μετανοίας σεμνή, τοὺς ἐν γῆ ταπεινούς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παίδας ἑδρόσισε, συμφώνως μελωδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Λόγοις δυσωπούμέν σε, τὸν τοῦ Λόγου Πρόδρομον, πατρώαν ὡς ἔλυσας, φωνὴν ἐν τῷ τίκτεσθαι, διάλυσον τοὺς βρόχους, τῶν ἡμῶν ἁμαρτημάτων.
λιε πολύφωτε, λάμψον μετανοίας μοί, σωτήριον ἔλλαμψιν, καὶ σκότους μὲ λύτρωσαι παθῶν παρενοχλουντων, τὴν ζοφώδη μου καρδίαν.
Στείραν ψυχὴν κέκτημαι, καὶ καρδίαν ἄτεκνον, στεῖρας θεῖον βλάστημα, καρποὺς μετανοίας με, βλαστάνειν ἐκδυσώπει, Βαπτιστὰ Χριστοῦ ἀπαύστως.
Τριαδικὸν
σον τῶ Γεννήτορι, τὸν Υἱὸν δοξάζομεν, καὶ Πνεῦμα τὸ ἅγιον, Τριάδα ἀχώριστον, ἐνθέως μελωδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Θέον ἀπεκύησας, παιδίον Πανάμωμε, Χριστὸν τὴν ἀνάπλασιν, ἡμῶν ἐργαζόμενον, τῶν πεπαλαιωμένων, τὴ ἀρχαία παραβάσει.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
γγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
δοὺ προσώζεσαν, καὶ κατεσάπησαν, οἱ τῆς ψυχῆς μου μώλωπες Χριστέ, καὶ ταλαιπωρήσας, κατεκάμφθην διόλου, φαρμάκοις μετανοίας, Σωτὴρ ἰάτρευσόν με.
Δολίως ὄφις με, ὁ πονηρότατος, ἀποσυλήσας, ἐπλήρωσε κακῶν, καὶ στενάζων κράζω. Μὴ ἀπώση μὲ Λόγε, τὸν κατακεκριμένον, καὶ τεταπεινωμένον.
Μαρτυρικὰ
Οὐ παρετράπητε, κρείττονος στάσεως, τοὺς τοῦ Σταυροῦ δέ, Πανεύφημοι ἐχθρούς, τοὺς ὑποσκελίζειν, ὑμᾶς ὑπολαβόντας, ἑπτώσατε τελείως, σοφοὶ ἀνατραπέντας.
μᾶς πανεύφημοι, Κυρίου Μάρτυρες, οὐ πύρ, οὐ ξίφος, οὐ θῆρες, οὐ λιμός, οὐ τροχὸς μερίζων, οὐδὲ βάσανος ἄλλη, κατίσχυσε χωρίσαι, Θεοῦ τοῦ φιλανθρώπου.
Θεοτοκίον
γγέλών καύχημα, βροτῶν διάσωσμα, ἐγγυητής μου γενοῦ, Μῆτερ Θεοῦ, ὅπως ἐπιστρέψω, καὶ κομίσωμαι λύσιν, τῶν προημαρτημένων, ἐν γνώσει καὶ ἀγνοίᾳ.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
Σοὶ τῶ Παντουργῶ, ἐν τῇ καμίνω Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον, Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δῆμον προχοαίς, ταὶς Ἰορδάνου λούεις, κηρύττων μετάνοιαν, μέγιστε Πρόδρομε, ὅθεν βοῶ σοί. Τὰ τῶν παθῶν μου ῥεῖθρα, ξήρανον πηγὰς μοί, δακρύων ἐπιπέμπων.
ντρομος γενοῦ, ἐννοουμένη ὅλη, ψυχὴ τὸ κριτήριον, τοῦ Παντοκράτορος, κράζουσα, οἰκτίρμον, διὰ τοῦ Βαπτιστοῦ σου, οἴκτειρόν με σῶσον, καὶ τῶν βασάνων ῥύσαι.
Χείλη ῥυπαρά, καὶ μολυνθεῖσαν γλῶσσαν, κινῶ σοὶ πρὸς δέησιν, ἅγιε Πρόδρομε, σπεῦσον ἐν τάχει, βοήθει μοὶ παντοίαις, προσβολαὶς τοῦ πλάνου, ἀπαύστως κλονουμένω.
Τριαδικὸν
μβρισον ἡμῖν, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὁμοούσιε, πταισμάτων ἄφεσιν, ὅπως τυχόντες, παντελοῦς σωτηρίας, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
ψωσας ἡμᾶς, τῶ ὑψηλῶ σου τόκω, βαράθρων συμπτώσεως, θεοχαρίτωτε, ὅθεν φωναὶς σε, χαριστηρίοις πίστει, Κόρη ἀνυμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
τι ἐποίησέ σοὶ μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν, διὸ σὲ Θεοτόκε μεγαλύνομεν.
να σου μεγαλύνω τὸ μακρόθυμον δυνατέ, μακροθύμησον ἔτι ἐπ' ἐμοί, καὶ μὴ ἐκκόψης με, ὡς τὴν ἄκαρπον Λόγε συκήν, κραυγάζω σοί, ὅπως τῆς μετανοίας, καρπούς προσφέρω σοί.
ς φοβερὸς σὺ μόνε κραταιὲ καὶ δυνατέ! καὶ τίς σου ὑποστήσεται τὴν φοβερὰν ἀπειλήν, ὅταν μέλλης εἰς κρίσιν αὐτὸς καθέζεσθαι; ἐν ἢ συντήρησόν με ἀκατάκριτον.
Μαρτυρικὰ
Σωμάτων ἀλγηδόνας ἀλγηδόσι θείαις ὑμῶν, ἐξαίρετε Κυρίου Ἀθληταί, διὸ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη χαλεπώτατα, ἰατῆρες ὡς ὄντες ἐμπειρότατοι.
λιακῶν ἀκτίνων ἐξαστράπτει πλέον ὑμῶν, ἡ θήκη τῶν λειψάνων, τὰς αὐγάς, τῆς θείας χάριτος, καὶ λαμπρύνει καρδίας, καὶ καταυγάζει ψυχάς, τῶν πίστει Ἀθλοφόροι εὐφημούντων ὑμᾶς.
Θεοτοκίον
Φωτοειδὴς νεφέλη προηγουμένη νέου λαοῦ, πρὸς γὴν ἐπαγγελίας ἀληθῶς, θεοχαρίτωτε ἀνεδείχθης, καὶ πύλη εἰσάγουσα πρὸς ζωήν, διὸ σὲ Θεοτόκε μεγαλύνομεν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς
σαϊα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
δοὺ ἡ εὐπρέπεια, τοῦ σοῦ οἴκου, οἵα οὐρανός, γνωρίζεται ἐπὶ γῆς, Πρόδρομε Χριστοῦ, ἐν ὧ ἀφικόμενος, ἀγλαϊαις θείαις φρυκτωρείς, τοὺς καθ' ἑκάστην σε, νύν ἐν τούτῳ, μακαρίζοντας.
ς ὑπάρχων γνήσιος, τοῦ Δεσπότου, φίλος Βαπτιστά, φιλεῖν μὲ τοῦτον εὐθεῖ, γνώμη ἀκλινεῖ, παμμάκαρ καρδίωσον, καὶ τὰ πάθη τὰ φθοροποιά, ἀποβδελύττεσθαι, συνωθοῦντα πρὸς ἀπώλειαν.
Σὺ οὐκ ἔφυς κάλαμος, ἐναντίοις, πνεύμασι σοφέ, κλονούμενος, ἀλλ' ἡμῶν, θεῖος στηριγμός, καὶ ἄσειστον ἔρεισμα, Ἐκκλησίας, ἣν ταὶς σαὶς εὐχαίς, τήρει ἀκλόνητον, ἀποπαύων ἄπαν σκάνδαλον.
τοῦ Κτίστου ἔλευσις, ἐπὶ θύραις, τὶ οὖν πενθεῖς, σαυτὴν ἀθλία ψυχή, ζώσα ἀμελῶς; ἀνάνηψον βόησον, τῶ Κυρίω. Φείσαί μου Σωτήρ, ταὶς παρακλήσεσι, τοῦ Προδρόμου ὡς φιλάνθρωπος.
Θεοτοκίον
Φωτοφόρον ὄχημα, τοῦ Ἠλίου, ὤφθης ἀληθῶς, τοῦ λάμψαντος ἐκ τῶν σῶν, ἄχραντε ἁγνή, λαγόνων καὶ λύσαντος, τῆς ἀπάτης σκότος χαλεπόν, ὅθεν ἐν πίστει σε, κατὰ χρέος μεγαλύνομεν.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Οἴμοι! τὶ ὡμοιώθην ἐγὼ τὴ ἀκάρπω συκῆ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τὴ ἐκκοπὴ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθείσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμὸν μοὶ παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῶ ἀέρι ἐνεκαρτέρησαν, τῶ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ταὶς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νύν... Θεοτοκίον
ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Ληστὴς ἐν τῷ Σταυρῶ, Θεὸν εἴναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλεία σου.
ς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥύσαι ἀγαθέ, κολάσεως δέομαι. 
Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαίς, πταισμάτων ῥυσθείημεν.
Μαρτυρικὸν
Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμω ψυχή, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.
Δόξα...
κατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταὶς πρεσβείαις μὲ σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοί.
Καὶ νύν... Θεοτοκίον
Διὰ παντὸς ταὶς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου μὲ παντός, καθάρισον Δέσποινα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου