ΔΕΥΤΕΡΑ
ΗΧΟΣ ΠΛ Δ΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ πῶς διάγω ἀμέριμνος, τὸν τῆς ζωῆς μου καιρόν, μετεώρως παρέρχομαι, μὴ εἰς
νοῦν βαλλόμενος, τὰς πολλὰς ἁμαρτίας μου, μὴ τοῦ θανάτου, τὴν φοβερὰν ἀπειλήν, καὶ
τῆς ἐτάσεως, τὸ ἀδέκαστον! ὢ τίς με ῥύσεται, πυρὸς αἰωνίζοντος, εἰμὴ Θεέ, μόνε ὑπεράγαθε,
σὺ οἰκτειρήσῃς με;
Οἴμοι ψυχή μου ταλαίπωρε, πόσα θρηνήσεις ἐκεῖ, ἐνθυμοῦσα τὰς πράξεις σου, ὅταν
εἰς αἰώνιον, βασιλείαν οἱ δίκαιοι, καλῶνται σὺ δέ, εἰς πῦρ αἰώνιον, κατακριθήσῃ,
διὰ τὰς πράξεις σου! Στέναξον δάκρυσον, ἀπεντεῦθεν πρόσδραμε, τῷ λυτρωτῇ, Χριστῷ
καὶ ἀπόνιψαι, τὰς ἁμαρτίας σου.
Ἕως καιρός σοι ἐνέστηκεν, ὁ τῆς παρούσης ζωῆς, ὦ ψυχὴ μετανόησον,
καὶ ἐνταῦθα πόνησον, διὰ τὰς ἁμαρτίας σου, ἵνα ἐκεῖσε, εὕρῃς ἀνάπαυσιν, καὶ αἰωνίου,
ῥυσθῇς κολάσεως, Κύριε Κύριε, ἀγαθὲ καὶ εὔσπλαγχνε, τῶν ἐκλεκτῶν, μοίρας με ἀξίωσον,
γενέσθαι μέτοχον.
Ἕτερα Προσόμοια τῶν Ἀσωμάτων
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης
Κύριε, σὲ τῶν Ἀσωμάτων οἱ δῆμοι, ἀκαταπαύστως δοξάζουσι, τῷ σῷ ἐνηδόμενοι κάλλει,
καὶ τῇ ἀφράστῳ ὡραιότητι, καὶ τρισηλίῳ αὐγῇ, πλουσίως αὐγαζόμενοι, ὧν ταῖς
πρεσβείαις καὶ προστασίαις, σῶσον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Κύριε, τὰς παναρμονίους χορείας, σὺ τῶν Ἀγγέλων ὑπέστησας, τῷ παντοδυνάμῳ σου
Λόγῳ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, ἀμεταπτώτοις αὐγαῖς, τὰς ἐλλάμψεις χαριζόμενος,
ὧν ταῖς πρεσβείαις καὶ προστασίαις, σῶσον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Κύριε, σὲ τὰ Σεραφεὶμ ἀνυμνοῦσι, καὶ Ἐξουσίαι καὶ Ἄγγελοι, Ἀρχαὶ Κυριότητες
θρόνοι, καὶ Δυνάμεις καὶ Ἀρχάγγελοι, καὶ Χερουβεὶμ τὰ φρικτά, τὸν αἶνόν σοι
προσάγουσιν, ὧν ταῖς πρεσβείαις καὶ προστασίαις, σῶσον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον,
χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ
Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα,
τῶν δοξαζόντων σε.
Ἀπόστιχα Κατανυκτικὰ
Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν, ἐγὼ δέ σοι προσπίπτω,
ὡς ὁ Τελώνης κράζων, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου,
ἀνάνηψον βοῶσα, πρὸς τὸν σὸν εὐεργέτην, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν
πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε παλάτιον ἔμψυχον, περιστερὰ λογική, χαῖρε πόλις τοῦ Κτίστου σου, χαῖρε
καταφύγιον, τῶν πιστῶν καὶ προπύργιον, ἡ προστασία, τῶν πεποιθότων ἐν σοί, καὶ σωτηρία,
καὶ ἀπολύτρωσις, χαῖρε ἡ γέφυρα, πάντας ἡ μετάγουσα, πρὸς οὐρανόν, χαῖρε
παντευλόγητε, ἁγία Δέσποινα.
Μετὰ τὴν α' Στιχολογίαν Καθίσματα
Κατανυκτικά, Δεσποτικὰ
Ἦχος πλ. δ'
Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, ὅτι κατὰ
μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐμοὶ οὐχ ὑπάρχει σωτηρία, διὰ τοῦτο δέομαι.
Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με.
Τὴν Σοφίαν καὶ Λόγον
Τὴν ἡμέραν ἐκείνην, τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου, γρηγόρησον, ἀνάπτουσα, λαμπάδα
σου, ἐν ἐλαίῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα·
Ἰδοὺ ὁ Νυμφίος σου. Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς καὶ μείνῃς, ἔξωθεν κρούουσα,
ὡς αἱ πέντε Παρθένοι, ἀλλ' ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ, ἐν
ἐλαίῳ πίονι, καὶ δῴη σοι, τὸν νυμφῶνα τὸν θεῖον τῆς δόξης αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ὁ τῶν ὅλων Δεσπότης, καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας, σάρκα
λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν,
ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ
πάσης κολάσεως, τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι
τῇ σκέπῃ σου.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ὡς τοῦ Κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας,
τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι, τοῖς μὴ πράξασιν ἔλεος· διὸ πρὸ τέλους
βόησον. Φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις φιλάνθρωπος.
Ὡς ἡ πόρνη σοι προσπίπτω, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου,
τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην οἰκτειρήσῃς με
Σωτήρ, καὶ παράσχῃς ἱλασμὸν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ
βορβόρου τῶν ἔργων μου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς λαβὼν
Θεοχαρίτωτε ἁγνή, εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν, ἐκ σοῦ τεχθέντα, σὺν
ταῖς ἄνω Δυνάμεσι, καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις, ὑπὲρ ἡμῶν, δυσώπει
ἀκαταπαύστως, δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου
ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
Μετα τὴν γ' Στιχολογίαν ἕτερα
Τὴν Σοφίαν καὶ Λόγον
Ἕως πότε ψυχή μου, ζῇς ἀμελῶς; ἕως πότε ῥαθύμως, διατελεῖς;
τοῦ ὕπνου ἐξεγέρθητι, ῥαθυμίας ταλαίπωρε, καὶ κατὰ νοῦν λαβοῦσα, τὰς πράξεις
σου στέναξον, καὶ τοῦ δικαίου φρῖξον, Κριτοῦ τὴν ἀπόφασιν. Τί ἀπολογήσῃ, ἐν ἐκείνῃ
τῇ ὥρᾳ; ἢ πῶς τῆς μελλούσης, λυτρωθήσῃ φλογώσεως, ἀδιόρθωτος μένουσα; Βόησον πρὸ
τέλους τῷ Κριτῇ, τῶν πταισμάτων δός μοι Σῶτερ ἄφεσιν· σὺ γὰρ μόνος ὑπάρχεις
μακρόθυμος.
Μαρτυρικὸν
Φωτὶ οὐρανίῳ καταλάμπεται, σήμερον αὕτη ἡ σκηνή· ἐν αὐτῇ γὰρ στρατιαί, Ἀγγέλων
ἀγάλλονται, σὺν αὐταῖς καὶ Δικαίων, χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων.
Αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ κόσμῳ σου, τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νῦν... Λόγον
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη,
ὁ Ἀσώματος λέγων, τῇ ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει, τοὺς οὐρανούς, χωρεῖται
ἀναλλοιώτως, ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι
κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς
Ῥῦσαι πυρός με τῆς γεέννης Χριστέ μου, τὸν Ἰωσὴφ
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν
διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ῥῦσαί με γεέννης ἣν ἐμαυτῷ, δι' ἔργων ἀτόπων, προεξένησα
Λυτρωτά, καὶ τῆς σῆς ἀγάπης ἄναψόν μου, ἐν διανοίᾳ τὸ πῦρ τὸ μακάριον.
Ὑπέκυψα πάθεσι σκοτισθείς, καὶ ἄλογος ὤφθην, λόγῳ Κύριε
τιμηθείς, ἀνάνηψιν δίδου τῇ ψυχῇ μου, καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με.
Μαρτυρικὰ
Στρεβλούμενοι σῶμα τοῖς αἰκισμοῖς, ἐδήλουν τῆς γνώμης, τὸ ὀρθόν τε καὶ ἀκλινές,
καὶ τὴν πρὸς τὸν κτίσαντα ἀγάπην, στεφανηφόροι πανεύφημοι Μάρτυρες.
Αἱμάτων συρρεύσαντες ποταμοί, σωμάτων ἁγίων, τῶν ἐνδόξων σου Ἀθλητῶν, εἰδωλομανίας
τὰς ἀκάνθας, τῇ σῇ δυνάμει Οἰκτίρμον ἀπέρρηξαν.
Θεοτοκίον
Ἴασαι νοσοῦντά με χαλεπῶς, τῆς θανατηφόρου, ἀσθενείας τῶν
σαρκικῶν, Ἁγνὴ ψυχικῶν τε παθημάτων, ὅπως ἐν πίστει ἀεὶ μακαρίζω σε.
Κανὼν τῶν Ἀσωμάτων οὗ ἡ Ἀκροστιχὶς
Κατὰ Ἀλφάβητον. Ποίημα Θεοφάνους
Εἱρμὸς ὁ αὐτὸς
Ἁγίων Ἀγγέλων ὡς ἀρχηγοί, καὶ τῆς θεοπτίας, ἀπολαύοντες
τηλαυγῶς, τὸν ἀγαθοδότην καὶ Σωτῆρα, ὑπὲρ ἡμῶν καθικετεύσατε.
Βιαίοις κρατούμενοι πειρασμοῖς, ὑμῖν ὡς προστάταις, νῦν προσφεύγομεν οἱ πιστοί,
Ἀρχάγγελοι θεῖοι τὸν Δεσπότην, νῦν ἐκτενῶς ἐκδυσωπήσατε.
Θεοτοκίον
Γενοῦ μοι Παρθένε καταφυγή, λιμήν τε καὶ τεῖχος, καὶ προστάτις ἡ τὸν Θεόν, ἐν
σαρκὶ τεκοῦσα Θεομῆτορ, τὸν λυτρωτὴν καὶ πανοικτίρμονα.
Ὠδὴ γ'
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Ποίοις βλέψω σε τότε, Χριστὲ Σωτὴρ ὄμμασι, μίαν ἐντολὴν ἐπὶ γῆς σου, μὴ ἐργασάμενος;
πῶς τῷ ἀστέκτῳ σου, παρασταθήσομαι θρόνῳ, λόγον τῶν ἀμέτρων μου, κακῶν ποιούμενος;
Ὑφαπλώσας ἀγκάλας, σῶν οἰκτιρμῶν δέξαι με, Ἄσωτον ὡς πρὶν ἐφ'
ὁμοίοις, τρόποις δουλεύσαντα, ἀτίμοις πάθεσι, καὶ ἀπὸ σοῦ μακρυνθέντα, Ἰησοῦ φιλάνθρωπε
καὶ ὑπεράγαθε.
Μαρτυρικὰ
Ῥιζωθέντες ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, Μάρτυρες Χριστοῦ
ἀθλοφόροι, ξίφει τῆς πίστεως, ἐξερριζώσατε, τῆς ἀγνωσίας ἀκάνθας, καὶ καρποὺς ἀθλήσεως,
ἐγεωργήσατε.
Οἱ ἀκράδαντοι
πύργοι, τῆς
ἀληθοῦς
πίστεως, τὰ περιφανῆ Ἐκκλησίας, ἐγκαλλωπίσματα, οἱ ὡραιότατοι, καὶ ἐθελόθυτοι
ἄρνες, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἀνευφημείσθωσαν.
Θεοτοκίον
Σὲ φρουρὸν
Παναγία, ἐν
πειρασμοῖς κέκτημαι, σὲ μετὰ Θεὸν
προστασίαν, ἔχω
ἀκοίμητον, σὲ ῥυομένην
με, ἐν τῇ ἡμέρᾳ τῆς
δίκης, πάσης
κατακρίσεως, εὕροιμι
Πάναγνε.
Κανὼν τῶν Ἀσωμάτων
Εἱρμὸς ὁ αὐτὸς
Δωρεαῖς
πολυτρόποις, Ἀγγελικῆς
τάξεως, οἷα
Ταξιάρχαι, δεικνύμενοι, Ἀρχιστράτηγοι, κατακοσμούμενοι, τὰς
τοῦ Χριστοῦ Ἐκκλησίας, ἀσφαλῶς
τηρήσατε, ταῖς
προστασίαις ὑμῶν.
Εὐδοκίας
ἐν ὅπλῳ, τὸ τῶν
πιστῶν πλήρωμα, τῆς
ὀρθοδοξίας
τῷ κάλλει, νῦν
στεφανούμενοι, ἐκ
περιστάσεως, ὡς
εὐκλεεῖς
παραστάται, τοῦ Θεοῦ λυτρώσασθε, θεῖοι
Ἀρχάγγελοι.
Θεοτοκίον
Ζωῆς
τῆς ἀκηράτου, θεία
σκηνὴ γέγονας, μόνη
ἐξ αἰῶνος
φανεῖσα, Παρθενομῆτορ
ἁγνή·
ὅθεν καὶ δέομαι. Τὸν
ἐν σκιᾷ τοῦ θανάτου, πρὸς
ζωὴν ὁδήγησον, νῦν
με πρεσβείαις σου.
Ὠδὴ δ'
Ὁ Εἱρμὸς
Ἐξ
ὄρους κατασκίου, Λόγε
ὁ Προφήτης, τῆς
μόνης Θεοτόκου, μέλλοντος
σαρκοῦσθαι, θεοπτικῶς
κατενόησε, καὶ ἐν
φόβῳ, ἐδοξολόγει
σου τὴν δύναμιν.
Μέγιστος
ἀγών, ψυχῆς
χωριζομένης, τρόμος
φοβερός, Κριτοῦ καθεζομένου, καὶ κρινομένων
ἀνθρώπων, ἡμαρτηκότων, οἴμοι! τί
πράξω ὁ κατάκριτος;
Ἔχων
μολυσμῶν, ἀνάπλεων
καρδίαν καὶ ἁμαρτιῶν, δυσβάστακτα
φορτία, τοῖς
οἰκτιρμοῖς
σου προστρέχω, μή
με παρίδῃς, ἀλλὰ οἰκτείρησόν
με δέομαι.
Μαρτυρικὰ
Τίμιος
ὑμῶν, ὁ θάνατος
ἐδείχθη, ἔναντι
Θεοῦ, γενναῖοι
Ἀθλοφόροι·
οὐ γὰρ
ἠρνήσασθε
τοῦτον, πόνοις
μυρίοις, καὶ αἰκισμοῖς
περικυκλούμενοι.
Ἤλγησεν
ἐχθρός, τῷ ἄλγει
τῶν Μαρτύρων, πέπτωκεν
αὐτοῦ, ὀφρὺς
ἐπαιρομένη, καὶ μεγαλύνεται
τούτων ὁ στεφοδότης, μέλεσι
θείοις δοξαζόμενος.
Θεοτοκίον
Σὲ τὸ καθαρόν, δοχεῖον
τοῦ Δεσπότου, πίστει
δυσωπῶ, καθάρισόν
με πάσης, Θεογεννῆτορ
κηλῖδος, καὶ οἶκον
δεῖξον, τοῦ καθαροῦ καὶ θείου
Πνεύματος.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Εἰσακήκοα
Κύριε, τῆς
οἰκονομίας
σου τὸ μυστήριον, κατενόησα
τὰ ἔργα σου, καὶ ἐδόξασά σου
τὴν Θεότητα.
Ἡ δυὰς
ἡ πρωτεύουσα, τῆς
τῶν Ἀρχαγγέλων
νῦν ὁμηγύρεως, τοὺς
προστρέχοντας τῇ σκέπῃ ὑμῶν, ἐκ
παντὸς κινδύνου
διασώσατε.
Θεωροὶ τῆς
λαμπρότητος, τῆς
θεαρχικῆς καὶ ἀγαθοδότιδος, Ἀρχιστράτηγοι
πανένδοξοι, νῦν
τὴν ποίμνην
ὑμῶν
ἐκλυτρώσασθε.
Θεοτοκίον
Ἱερῶς
σε δοξάζουσι, τὰ τῶν
Ἀσωμάτων
θεῖα στρατεύματα, Θεομῆτορ
πανσεβάσμιε· τὸν
γὰρ Κτίστην
τούτων ἀπεκύησας.
Ὠδὴ ε'
Ὁ Εἱρμὸς
Φώτισον
ἡμᾶς, τοῖς
προστάγμασι σου Κύριε, καὶ τῷ βραχίονί σου
τῷ ὑψηλῷ, τὴν
σὴν εἰρήνην, παράσχου
ἡμῖν
Φιλάνθρωπε.
Γνώμῃ πονηρᾷ, παρεπίκρανά σε
Κύριε, ἐργαζόμενος
τὰ ἄτοπα, ἀλλ' οἴκτειρόν
με, ἐπιστρέφοντα
καὶ σῶσόν
με.
Ἔχων
λογισμόν, τῶν
κακῶν μὴ ἀνανεύοντα, ἀναισθητῶ ὁ ἀσυνείδητος, τὴν
πώρωσίν
μου, Ἰησοῦ λῦσον
καὶ σῶσόν
με.
Μαρτυρικὰ
Ἔθετο
ὑμᾶς, ὥσπερ
λίθους ἐναυγάζοντας, θεογνωσίαν
θεῖοι Μάρτυρες, ὁ Φωτοδότης, καὶ τῆς
πλάνης σκότος
λύοντας.
Νόμοις
πονηροῖς, νόμους
θείους ἀντεθήκατε, καὶ Θεὸν
ἀνακηρύττοντες, θανατωθῆναι, δι' αὐτὸν
προεθυμήθητε.
Θεοτοκίον
Νέκρωσον
Ἁγνή, τῶν
παθῶν μου τὰ κινήματα, ἡ νεκρώσασα
τῷ τόκῳ σου, τὴν
ζῶσαν Κόρη, ἁμαρτίαν
τοῦ προπάτορος.
Κανὼν τῶν Ἀσωμάτων
Εἱρμὸς ὁ αὐτὸς
Κύκλῳ τοῦ Θεοῦ, παρεστῶτες
Ἀρχιστράτηγοι, καὶ ταῖς
ἐκεῖθεν
πηγαζούσαις αὐγαῖς, λελαμπρυσμένοι, τὴν
ποίμνην ὑμῶν
φρουρήσατε.
Λύτρωσιν
ἡμῖν, δωρηθῆναι
ἱκετεύσατε, τὸν
Δεσπότην καὶ Θεὸν
ἡμῶν, ὡς
παραστάται, τῆς
πάντων ἀπολυτρώσεως.
Θεοτοκίον
Μύρον
μυστικῶς, ὀνομάζομέν
σε Πάναγνε, ὡς
γεννήσασαν Θεὸν
ἐν σαρκί, τὸν
τὰ εὐώδη, ἀναβρύοντα
χαρίσματα.
Ὠδὴ ς'
Ὁ Εἱρμὸς
Τὸν
Ἰωνᾶν, ἐν
τῷ κήτει
Κύριε, μονώτατον
κατῴκησας, ἐμὲ δὲ τὸν
πεπεδημένον, ἐν
ἄρκυσι τοῦ ἐχθροῦ, ὡς
ἐκ φθορᾶς, ἐκεῖνον
διάσωσον.
Ἡλιακόν, φῶς
τῆς μετανοίας
μοι, ἀνάτειλον
ὑπάρχοντι, ἐν
σκότει τῶν
ἁμαρτημάτων, Χριστὲ φωτὸς
χορηγέ, ἵνα ὑμνῶ, τὴν
σὴν ἀγαθότητα.
Σοῦ τὸ φρικτόν, βῆμα
φρίττω πάντοτε, κακῶν
δὲ οὐκ
ἀφίσταμαι, δουλεύων, φαύλῃ συνηθείᾳ, διόρθωσόν
με Χριστέ, ἵνα ὑμνῶ, τὴν
σὴν ἀγαθότητα.
Μαρτυρικὰ
Χοροὶ σεπτῶν, Μαρτύρων
ἐνήθλησαν, καὶ πλῆθος
ἐτροπώσαντο
δαιμόνων, καὶ χοροῖς
Ἀγγέλων, συνήφθησαν
ἐν χαρᾷ. Τούτων
εὐχαῖς, σῶσον
ἡμᾶς
Κύριε.
Ῥώμῃ τῇ σῇ, δυνατοὺς
ἀπέδειξας, τοὺς
Μάρτυράς
σου Κύριε, καὶ πᾶσαν
δύναμιν καθεῖλον, τοῦ παλαιοῦ πτερνιστοῦ. Τούτων
εὐχαῖς, σῶσον
ἡμᾶς
Κύριε.
Θεοτοκίον
Ἵνα
φωναῖς, εὐχαρίστοις
πάντοτε, Πανάμωμε
δοξάζω σε, ψυχῆς
μου δίωξον τὸ σκότος, καὶ μετανοίας
φωτί, τὰ φοβερά, λῦσόν
μου ἐγκλήματα.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Τὴν
δέησιν ἐκχεῶ πρὸς
Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου
τὰς θλίψεις, ὅτι
κακῶν, ἡ ψυχή μου
ἐπλήσθη, καὶ ἡ ζωή μου
τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι
ὡς Ἰωνᾶς. Ἐκ
φθορᾶς ὁ Θεός
με ἀνάγαγε.
Νῦν
θρόνῳ τῷ φοβερῷ παρίστασθαι, ἀκλινῶς
ἀξιωθέντες
θεόπται, καὶ ταῖς
αὐγαῖς, τῆς
ἁγίας
Τριάδος, ἐμφορηθῆναι
ὑμῖν
τοὺς προστρέχοντας, πρεσβεύσατε
ἐκ πειρασμῶν, καὶ παθῶν
λυτρωθῆναι Ἀρχάγγελοι.
Ξενίας
δεσποτικῆς δεήθητε, τοὺς
ὑμᾶς
μελῳδικῶς
ἀνυμνοῦντας, ἐπιτυχεῖν, καὶ χαρᾶς
ἀϊδίου, ἀξιωθῆναι
καὶ θείας
λαμπροτητος, Ἀρχάγγελοι
θεοειδεῖς, Μιχαὴλ
Γαβριήλ τε πανένδοξοι.
Θεοτοκίον
Ὁ ἔμψυχος τοῦ Δεσπότου
θάλαμος, ὁ λαμπραῖς
τῆς Παρθενίας
ἀκτῖσι, φωτοειδῶς, ὥσπερ
κρίνον ἐκλάμπων
τῆς ἀκανθώδους
ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος
καὶ εὐπρεπής, Θεοτόκος
Παρθένος δοξάζεται.
Ὠδὴ ζ'
Ὁ Εἱρμὸς
Οἱ ἐκ
τῆς Ἰουδαίας, καταντήσαντες
Παῖδες ἐν
Βαβυλῶνί ποτε, τῇ πίστει
τῆς Τριάδος, τὴν
φλόγα τῆς
καμίνου κατεπάτησαν
ψάλλοντες· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεός
εὐλογητὸς
εἶ.
Στεναγμόν
μοι παράσχου, ὡς
ποτὲ τῷ Τελώνῃ, καὶ ὡς
τὴν Πόρνην
Χριστέ, δάκρυσιν
ἀποπλύνας, τὰ ἕλκη
τῶν κακῶν
μου, καὶ βοῶντά με
οἴκτειρον· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς
εἶ.
Τὸν
λῃσταῖς
ψυχοφθόροις, Σῶτερ
περιπεσόντα, καὶ πληγωθέντα
δεινῶς, ἰάτρευσον
ἐλαίῳ, γνησίας
μετανοίας, καὶ κατάνυξον
ψάλλοντα· ὁ τῶν
Πατέρων ἡμῶν, Θεός
εὐλογητὸς
εἶ.
Μαρτυρικὰ
Ἑνεκρώθητε
κόσμῳ, καὶ νεκρὸν
ζωηφόρον, Χριστὸν
γενόμενον, ἠρνήσασθε
οὐδόλως, γενναῖοι
Ἀθλοφόροι, ἐναθλοῦντες
καὶ ψάλλοντες·
Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός
εἶ.
Μίαν
φύσιν Τριάδος, ἐν
τρισὶ χαρακτῆρσιν
ὁμολογοῦντες
σοφοί, πολύθεον
ἀπάτην, εἰδώλων
Ἀθλοφόροι, διελύσατε
ψάλλοντες· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός
εἶ.
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς
Λόγος, ἐν
γαστρί σου σκηνώσας
Θεοχαρίτωτε, ἁπάντων
προστασίαν, τῶν
καταπονουμένων, καὶ βοώντων
δεικνύει σε· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός
εἶ.
Κανὼν τῶν Ἀσωμάτων
Εἱρμὸς ὁ αὐτὸς
Πολυποίκιλον
χάριν, Ἀρχιστράτηγοι
θεῖοι, ὑμῖν
δεδώρηται, ὁ πάντων
Εὐεργέτης, οὗ νῦν
τὴν Ἐκκλησίαν, διασώσατε
ψάλλουσαν· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός
εἶ.
Ῥώμῃ τοῦ παντεπόπτου, δυναμούμενοι
πάντα, τῆς
γῆς τὰ πέρατα, τρανῶς
περισκοπεῖτε, καὶ πάντας
τοὺς ἐν
πίστει, περισῴζετε
ψάλλοντας· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεός
εὐλογητὸς
εἶ.
Θεοτοκίον
Σωτηρίας
λιμένα Θεοτόκε
Παρθένε, σὲ νῦν
κατέχοντες, τοῦ βίου
τοὺς κινδύνους, ἐκφεύγομεν
καὶ ζάλας, τῷ Υἱῷ σου
κραυγάζοντες· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός
εἶ.
Ὠδὴ η'
Ὁ Εἱρμὸς
Τὸν
ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν
βάτῳ, πυρὶ τὸ τῆς
Παρθένου, τῷ Μωϋσῇ μυστήριον
γνωρίσαντα, Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς
αἰῶνας.
Ὑπαχθέντα, σαρκὸς
φιληδονίαις, καὶ σοῦ Λόγε, ἀφρόνως
μακρυνθέντα, ὁμοιωθέντα
πᾶσί τε
τοῖς κτήνεσι, Σῶτερ
μὴ παρίδῃς, ἀλλὰ πρὸ τοῦ τέλους, ἐπίστρεψον
καὶ σῶσον.
Τῶν
πταισμάτων, ἀφίσταμαι
οὐδόλως, καὶ βοῶ σοι·
τὸ Ἥμαρτον ὁ τάλας
ἐπιστροφὴν
οὐδέποτε
ποιούμενος. Κύριε
οἰκτίρμον, τὴν
πεπωρωμένην, κατάνυξον
ψυχήν μου.
Μαρτυρικὰ
Οἱ γενναῖοι, Κυρίου
Ἀθλοφόροι, τῶν
αἱμάτων, τοῖς
ῥείθροις
βαπτισθέντες, δευτέροις
ῥύποις οὐ κατεμολύνθησαν·
ὅθεν στεφηφόροι, μετὰ τῶν
Ἀγγέλων, χορεύουσιν
ἀπαύστως.
Νευρωθέντες, ἐλπίσι
τῶν μελλόντων, τῶν
βασάνων τὸν
ὄγκον οἱ γενναῖοι, τῆς
εὐσεβείας
Μάρτυρες ὑπήνεγκαν, καὶ τελειωθέντες, θρόνῳ τοῦ Δεσπότου, παρίστανται
ἀπαύστως.
Θεοτοκίον
Ἱσταμένων, βεβαίωσις
ὑπάρχεις, καὶ πεσόντων, ἀνόρθωσις
Παρθένε· διὸ καταπτωθέντα
με ἀνάστησον, ἵνα
σε δοξάζω, τὴν
Κεχαριτωμένην, εἰς
πάντας τοὺς
αἰῶνας.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Τὸν
Βασιλέα τῶν
οὐρανῶν
ὃν ὑμνοῦσι, στρατιαὶ τῶν
Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς
αἰῶνας.
Τοὺς
παραστάτας καὶ ὑμνῳδούς, τῆς
ἀφράστου, καὶ ἀρρήτου
σου δόξης προσδέχου, σὲ νῦν
δυσωποῦντας, Χριστὲ εἰς
τοὺς αἰῶνας.
Ὑπὲρ
ἡμῶν
μόνε Ἀγαθέ, δυσωπούσας, στρατιὰς
τῶν Ἀγγέλων
προσδέχου, σὲ τῶν
ἀνυμνούντων, Χριστὲ εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Φαεινοτάταις
σου ἀστραπαῖς, Θεομῆτορ, τοὺς
πιστῶς μελῳδοῦντας
φαιδρύνοις, καὶ σὲ ἀνυμνοῦντας, εἰς
πάντας τοὺς
αἰῶνας.
Ὠδὴ θ'
Ὁ Εἱρμὸς
Ἔφριξε
πᾶσα ἀκοή, τὴν
ἀπόρρητον
Θεοῦ συγκατάβασιν, ὅπως
ὁ Ὕψιστος, ἑκὼν
κατῆλθε, μέχρι
καὶ σώματος, παρθενικῆς
ἀπὸ γαστρός, γενόμενος
ἄνθρωπος, διὸ τήν
ἄχραντον, Θεοτόκον
οἱ πιστοὶ μεγαλύνομεν.
Ὡς
πάλαι Πόρνην
ἐν κλαυθμῷ, προσπεσοῦσάν
σοι Χριστὲ ἐκαθάρισας, ὡς
ἐδικαίωσας, Τελώνην
Λόγε, μόνον
στενάξαντα, ὡς
προσεδέξω Μανασσῆν, ὡς
Δαυῒδ ἠλέησας, μετανοήσαντα, οὕτω
δέξαι με, καὶ σῶσον
φιλάνθρωπε.
Στέναξον
δάκρυσον ψυχή, τῶν
προτέρων σου σφαλμάτων
ἀπόστηθι, καὶ τῷ γινώσκοντι, τὰ κρύφιά σου
φανερῶς πρόσπεσον, καὶ ἀναβόησον
θερμῶς· Ἥμαρτόν
σοι Κύριε, σῶσόν
με οἴκτειρον, ἔχων
σπλάγχνα οἰκτιρμῶν
Πολυέλεε.
Μαρτυρικὰ
Ἤθλησαν
οἱ θεοειδεῖς, Ἀθλοφόροι
ἐπὶ γῆς
καρτερώτατα, καὶ τὴν
ἀσάλευτον, νῦν
Βασιλείαν, κλῆρον
εἰλήφασι, καὶ Παραδείσου
τῆς τρυφῆς, μετέχουσι
χαίροντες. Αὐτῶν
πρεσβείαις Χριστέ, σοῦ τῆς
δόξης κοινωνοὺς
ἡμᾶς
ποίησον.
Φωστῆρες
τὴν ἀνατολήν, τὴν
ἀνέσπερον
φωτίσαντες ὤφθητε, καὶ τὴν
ἑσπέραν
σοφοί, τῆς
ἀθεΐας
ἀπεμειώσατε
καὶ δᾳδουχίαις
ἱεραῖς, πάντας
καταυγάζετε, τοὺς
τήν φωσφόρον
ὑμῶν, Ἀθλοφόροι
ἑορτὴν
μεγαλύνοντας.
Θεοτοκίον
Φώτισον
πύλη τοῦ φωτός, τῆς
καρδίας μου τὰ ὄμματα
δέομαι, ἅπερ
ἠμαύρωσε, τῆς
ἁμαρτίας
σκότος βαθύτατον, καὶ μετανοίας
μοι αὐγήν, κατάπεμψον
Δέσποινα, καὶ αἰωνίου
πυρός, μεσιτείαις
σου ἀεὶ ἐλευθέρωσον.
Κανὼν τῶν Ἀσωμάτων
Ὁ Εἱρμὸς
Κυρίως
Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι
Παρθένε ἁγνή, σὺν
Ἀσωμάτοις
χορείαις, σὲ μεγαλύνοντες.
Χορείαις
Ἀσωμάτων, νῦν
τὴν Ἐκκλησίαν, δι' ἀρετῆς
μιμουμένην ἀνάδειξον, περιτειχίζων
Ἀγγέλοις, Χριστὲ τὴν
ποίμνην σου.
Ψυχῶν
τὴν σωτηρίαν, Ἄγγελοι
προστάται, παρὰ Θεοῦ δυσωποῦντες
δωρήσασθε, τοῖς
προσιοῦσι τῇ σκέπῃ, ὑμῶν
πανένδοξοι.
Θεοτοκίον
Ὡς
ὄρθρος τοῖς
ἐν σκότει, καὶ πεπλανημένοις, δικαιοσύνης
Παρθένε τὸν
Ἥλιον, ἐν
ταῖς ἀγκάλαις
κρατοῦσα, Χριστὸν
ἀνέτειλας.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Ὅταν
λάβω κατὰ νοῦν, τὰ πλήθη
τῶν πεπραγμένων
μοι δεινῶν, καὶ εἰς
ἔννοιαν ἔλθω, τῆς
φοβερᾶς ἐκείνης
ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς
σὲ καταφεύγω
τὸν φιλάνθρωπον
Θεόν. Διὸ μή
με παρίδῃς
ἱκετεύω
σε, μόνε
ἀναμάρτητε, δώρησαι
κατάνυξιν τῇ ταπεινῇ μου
ψυχῇ, πρὸ τελευτῆς
καὶ σῶσόν
με.
Δάκρυά μοι
δὸς ὁ Θεός, ὡς
ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν
με βρέχειν τοὺς
πόδας σου, τοὺς
ἐμὲ ἐκ
τῆς ὁδοῦ τῆς
πλάνης ἐλευθερώσαντας, καὶ μύρον
εὐωδίας
σοι προσφέρειν, βίον
καθαρόν, ἐν
μετανοίᾳ μοι κτισθέντα, ἵνα
ἀκούσω
κᾀγὼ τῆς
εὐκταίας
σου φωνῆς. Ἡ πίστις
σου σέσωκέ σε, πορεύου
εἰς εἰρήνην.
Μαρτυρικὸν
Τί
ὑμᾶς
καλέσωμεν Ἅγιοι; Χερουβείμ; ὅτι
ὑμῖν
ἐπανεπαύσατο
Χριστός, Σεραφείμ; ὅτι
ἀπαύστως
ἐδοξάσατε
αὐτόν, Ἀγγέλους; τὸ γὰρ
σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε
ἐν τοῖς
θαύμασι. Πολλὰ ὑμῶν
τὰ ὀνόματα
καὶ μείζονα
τὰ χαρίσματα. Πρεσβεύσατε, τοῦ σωθῆναι
τὰς ψυχὰς
ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὰ οὐράνια
ὑμνεῖ σε, Κεχαριτωμένη
Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς
δοξολογοῦμεν, τὴν
ἀνεξιχνίαστόν
σου γέννησιν, Θεοτόκε
πρέσβευε, σωθῆναι
τὰς ψυχὰς
ἡμῶν.
ΕΙΣ ΤΗΝ
ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μνήσθητι
ἡμῶν, Χριστὲ Σωτὴρ
τοῦ κόσμου, ὥσπερ
τοῦ Λῃστοῦ, ἐμνήσθης
ἐπὶ ξύλου, καὶ καταξίωσον
πάντας μόνε
Οἰκτίρμον, τῆς
οὐρανίου
Βασιλείας σου.
Ἴασαι
Χριστέ, τὰ πάθη
τῆς ψυχῆς
μου, μόνε
ἰατρέ, ψυχῶν
τε καὶ σωμάτων, καὶ κατανύξεως
ῥείθροις
με ἀποπλύνας, ὅλον
καθάρισον ὡς
Εὔσπλαγχνος.
Θρόνον
τῆς σεπτῆς, κυκλοῦντες
θεαρχίας, θρόνοι, Χερουβείμ, Ἀρχαὶ καὶ Ἐξουσίαι, καὶ αἱ λοιπαὶ Ἀσωμάτων
Ταξιαρχίαι, ἱερωτάτως
ἀναλάμπουσι.
Μαρτυρικὸν
Ζέσει
τῆς Χριστοῦ, πυρούμενοι
ἀγάπης, ἄφλεκτοι
πυρός, διέμειναν
ἐν μέσῳ, οἱ Ἀθληταὶ πυρπολήσαντες
τὰς ἀκάνθας, τῆς
δυσσεβείας, θείᾳ χάριτι.
Δόξα...
Ὦ Τριὰς
ἁπλῆ, Μονὰς
ἀρχικωτάτη, λύτρωσαι
πυρός, σοὺς
δούλους τοῦ ἀσβέστου, ταῖς
ἱκεσίαις
τῶν θείων
σου Ἀσωμάτων, καὶ Βασιλείας
καταξίωσον.
Καὶ νῦν... Θεοτοκίον
Τόμον σε ποτε, προεῖδεν Ἡσαΐας, ἐν ᾧ τοῦ Πατρός, δακτύλῳ κατεγράφη, θεοχαρίτωτε, Λόγος ἀνερμηνεύτως, βίβλῳ ζωῆς ἐγκαταγράφων ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου