ΠΑΡΑΣΚΕΥΗ ΗΧΟΣ Α΄
Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Ξύλω τὸ πρὶν ὁ Προπάτωρ, θανάτου γεύεται, ξύλω δὲ νὺν τιμίω,
πᾷς πιστὸς ἐκλυτροῦται, θανάτου καταδίκης, πᾶσα πνοή, ἀνυμνοῦντες δοξάσωμεν, τὸν
σταυρωθέντα βουλήσει ὑπὲρ ἡμῶν, καὶ φωτίσαντα τὰ πέρατα.
Πεπωρωμένος καρδίαν, καὶ λογισμοὶς πονηροῖς, ἀπεγνωσμένος ὅλος,
καὶ κατακεκριμένος, ὑπάρχων ἐκβοῶ σοί. Λόγε Θεοῦ, τὰ κρυφὴ μοὶ ἐγκλήματα, καὶ τὰς
ἀτάκτους κινήσεις τῶν λογισμῶν, καταπράϋνον ὡς εὔσπλαγχνος.
Ἐν τῷ Σταυρῶ σου Οἰκτίρμον,
Χριστὲ καυχώμεθα, καὶ ἐν αὐτῷ τὴν πλάνην, τοῦ ἐχθροῦ ἐκπορθοῦντες, ὑμνούμέν σε ἀπαύστως,
ὅτι ἡμῶν, τὸ σωτήριον Εὔσπλαγχνε, τῆς γῆς ἐν μέσῳ εἰργάσω ὡς ἀγαθός, ἑκουσίως ὑψωθεὶς
ἐν αὐτῷ.
Ἔτερα Στιχηρὰ τῆς Θεοτόκου, ὅμοια
Σὲ σωτηρίαν μου πάντοτε, ἐπιγράφομαι, ἐν σοὶ θαρρῶ σωθῆναι,
παναγία Παρθένε, ἐκ πάσης οὖν μὲ βλάβης, φθορὰς καὶ παθῶν, ἀνελπίστου κακίας
τε, καὶ ἐξαιρέτως ἐκ γνώμης ἀνηλεοῦς, φιλαργύρου τε ἐξάρπασον.
Ἐπικαλούμαί σε πάλιν,
Παρθένε Δέσποινα, κατὰ τοῦ πάθους τούτου, τῆς φιλοχρηματίας, καὶ γὰρ θηρὸς ἀγρίου
αὐτῆς τὰς ὁρμᾷς, ἀληθῶς πλέον δέδοικα, φιλαργυρία γὰρ πράγμασι καὶ μικροῖς,
φειδομένοις τούτων κρίνεται.
Ἱλαρωτάτη προθέσει,
καὶ διαθέσει χρηστή, πρὸς τοὺς πτωχοὺς καὶ ξένους, καὶ πενήτων τὰ πλήθη, ὁρᾶν μὲ
καθ' ἑκάστην, ἰσχὺν κραταιάν, Θεοτόκε χορήγησον, ἀκτημοσύνην ἀσπάσασθαι τῶ Θεῷ,
οἰκειῶσαι δυναμένηνμε.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον, ὅμοιον
Ἀναρτηθέντα ὡς εἶδεν,
ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνωδοῦσα ἐβόα. Γλυκύτατον μου Τέκνον,
τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἒ πὶ ξύλου
προσηλώθης σαρκὶ;
Ἀπόστιχα Σταυρώσιμα
Σταυρὸς κατεπάγη ἐν κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ
πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.
Ἄρρηκτον τεῖχος ἡμῖν
ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος, ἐν αὐτῷ γὰρ πεποιθότες, σωζόμεθα πάντες.
Μαρτυρικὸν
Τὴ πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν
σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον Πανεύφημοι Μάρτυρες
Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν
καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος,
διὸ μὲ φαρμαχθεῖσαν τῶ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ
Παρθένος ἔλεγε δακρύουσα.
Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα
Ἦχος α'
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν
σου, νίκας τοὶς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ
τοῦ Σταυροῦ σου πολίτευμα.
Σταυρωθέντος σου Χριστέ, ἀνηρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις
τοῦ ἐχθροῦ, οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος, ἔσωσας ἡμᾶς, δόξα
σοί.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Σταυρῶ σου τοὺς ἐχθρούς, τροπωσάμενος Σῶτερ, διάλυσον αὐτῶν,
τὰς αἱρέσεις ὡς κόνιν, τὸ κέρας δὲ ἀνύψωσον, τῆς σεπτῆς Ἐκκλησίας σου, στῆσον,
Κύριε, τὴν καθ' ἡμῶν τούτων ζάλην, καὶ εἰρήνευσον, τῶν Ὀρθοδόξων τὰ πλήθη, εὐχαὶς
τῆς Τεκούσης σε.
Μετὰ τὴν β' Στιχολογίαν, Καθίσματα
Τοῦ λίθου σφραγισθέντος
Τοῦ Σταυροῦ σου τὸ ξύλον, προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν
αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῶ πίστει προσελθόντι
σοὶ Ληστή, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοί, Μνήσθητί μου Κύριε, δέξαι ὥσπερ ἐκεῖνον
καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τὴ εὐσπλαγχνία σου, μὴ ὑπερίδης ἡμᾶς.
Τὸν τάφον σου Σωτὴρ
Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῶ εὐσεβεῖ,
Βασιλεῖ Κωνσταντίνω, ἀήττητον τρόπαιον, κατ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν
αἱ ἐναντίαι δυνάμεις, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον, ὅμοιον
Ὁρώσά σε νεκρόν,
καὶ γυμνὸν ἐπὶ ξύλου, τιτρώσκομαι δεινῶς, καὶ δονοῦμαι τὰ σπλάγχνα, Υἱέ μου ὑπεράγαθε,
καὶ Θεὲ παντοδύναμε, ἡ πανάμωμος, ἐν στεναγμοῖς ἀνεβόα, ἣν ὑμνήσωμεν, ὡς τοῦ
Κυρίου Μητέρα, καὶ πίστει δοξάσωμεν.
Μετὰ τὴν γ' Στιχολογίαν, Καθίσματα
Τὸν τάφον σου Σωτὴρ
Σταυρῶ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐθέωσας ἡμῶν, τὴν
φθαρεῖσαν οὐσίαν, καὶ τὸν ἀνθρωπόλεθρον, ἐθανάτωσας δράκοντα, ἀλλὰ στηριξον, ὀρθοδοξία
τὸν κόσμον καὶ κατάβαλε, αἱρετικῶν τὰς ἐπάρσεις, Σταυρῶ τῶ τιμίω σου.
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα,
καὶ στεφανων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ
αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο.
Αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεὸς τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Ἡ ἄσπιλος Ἀμνάς, τὸν
Ἀμνὸν καὶ Ποιμένα, ὁρῶσα ἐν Σταυρῷ, ὡς ἀμνὸν ἐσφαγμένον, τὰς ὄψεις διεσπάραττε,
καὶ θρηνοῦσα ἐφθέγγετο. Ὧ τολμήματος, τῶν μιαιφόνων Ἑβραίων, καὶ τῆς θείας σου,
μακροθυμίας, Υἱέ μου, καὶ γὰρ θέλων πέπονθας.
Ὠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
Τῶ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῶ Μωσή, καὶ δι' αὐτοῦ τὸν
Φαραώ, πανστρατιὰ βυθίσαντι, ἐπινίκιον ὠδὴν ἄσωμεν. Ὅτι δεδόξασται.
Παθεῖν ἠνέσχου δι' ἡμᾶς, ὁ τὴ φύσει ἀπαθής, καὶ σταυρωθεὶς
μετὰ ληστῶν, τὸν ἀρχέκακον ἐχθρόν, ἐθανάτωσας Λόγε καὶ ἔσωσας, τοὺς ἀνυμνούντάς
σε.
Ἀνατολὴ ἀνατολῶν,
χρηματίζων πρὸς δυσμάς, τῆς ἀπωσμένης Ἰησοῦ, ἦλθες φύσεως ἡμῶν, ὃν ὁ ἥλιος βλέπων
κρεμάμενον, τὸ φῶς συνέστειλεν.
Μαρτυρικὰ
Θάνατον πρόξενον ζωῆς, αἰωνίου Ἀθληταί, ἀνταλλαξάμενοι καλῶς,
βασιλείας οὐρανῶν ἠξιώθητε, ὅθεν δοξάζεσθε, καὶ μακαρίζεσθε.
Οἱ τὰ παθήματα Χριστοῦ, μιμησάμενοι καλῶς, πάθη ἰᾶσθε τῶν
βροτῶν, χειρουργία μυστική, καὶ διώκετε λόγῳ τὰ πνεύματα, ἅγιοι Μάρτυρες.
Σταυροθεοτοκίον
Ὥσπερ ἀμνὸν ἐπὶ
Σταυροῦ, καθορῶσα ἡ Ἀμνάς, ἀναρτηθέντα τὸν Χριστόν, ἀλαλάζει καὶ βοᾷ. Ποῦ σου ἔδυ
τὸ κάλλος μακρόθυμε, Υἱὲ προάναρχε;
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἐν τῷ πελάγει τῶν
δεινῶν, καὶ τὴ ζάλη τῶν παθῶν, κλυδωνιζόμενος ἐγώ, τὴν σὴν ἄχραντε Σεμνή, ἐπικαλοῦμαι
γαλήνην, διάσωσόν με, λιμὴν γὰρ εἶ τῶν πιστῶν.
Προκαθαρθεῖσα τὴν ψυχήν, θείου Πνεύματος φωτί, ὅλον ἐδέξω ἐν
γαστρί, τὸ ἀπαύγασμα Πατρός, διὸ τὸν ζόφον μου λύσον τοῦ πταίσματος, Παρθένε ἄχραντε.
Σὲ τὴν οὐράνιον σκηνήν, καὶ ἁγίαν κιβωτόν, ἐν ἢ τὸν οἶκον ἑαυτοῦ,
ὠκοδόμησε Χριστός, καὶ ἱλαστήριον ἔδειξεν εἰς σωτηρίαν, ἡμῶν μεγαλύνομεν.
Σὺ εἶ τοῦ γένους τῶν βροτῶν, ἀσφαλὴς καταφυγή, τεῖχος καὶ
σκέπη καὶ λιμήν, καὶ προστάτις κραταιά, ἐν μοχθηροῖς τοῦ βίου πανύμνητε,
Θεογεννήτρια.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ
ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γὴν
Παντοδύναμε.
Ἐπὶ Σταυροῦ παλάμας
ἥπλωσας, καὶ δακτύλους θείους ἠμάτωσας, ἔργον χειρῶν σου τὸν Ἀδάμ, φονικῆς χειρὸς
Δέσποτα, ἐκλυτρούμενος, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Πλευρὰν ἐνύγης λόγχη Δέσποτα, ἀνορθῶν πλευρὰς τὸ ὀλίσθημα,
ξύλω ὑψώθης τὸν ποτέ, ναυαγήσαντα ξύλου καρπῶ, πρὸς Παράδεισον εἰσάγων, σὺν
Ληστὴ τῶ εὐγνώμονι.
Μαρτυρικὰ
Τῆς Ἐκκλησίας τὰ στηρίγματα, τὰ τῆς εὐσεβείας προπύργια,
τοὺς καθαιρέτας τοῦ ἐχθροῦ, τοῦ Κυρίου τοὺς Μάρτυρας, διανοία καθαρά, μελωδικῶς
ἀνυμνήσωμεν.
Οἴά πὲρ θεία ὄντες κλήματα, νοητῆς ἀμπέλου οἱ Μάρτυρες, βότρυας
ἤνεγκαν σαφῶς, καρτερίας προχέοντες οἶνον, πάντων τὰς καρδίας, τῶν πιστῶν
κατευφραίνοντα.
Σταυροθεοτοκίον
Εὐλογημένος τῆς κοιλίας σου, ὁ καρπὸς Παρθένε πανύμνητε, ὁ
τοὺς φθαρέντας τῶ καρπῶ, διὰ ξύλου Σταυροῦ αὐτοῦ, ἀφθαρσίας καταστήσας, κοινωνοὺς
θεία χάριτι.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν σου, ἣν ἐκτήσω τὴ δυνάμει
τοῦ Σταυροῦ σου, ἐν ὧ ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν Οἰκουμένην.
Ἐν τῷ φωτὶ Δέσποινα,
τῶ τοῦ Υἱοῦ σου, τὸ ζοφῶδες τῶν ἐμῶν ἀγνοημάτων, μετὰ δακρύων σοῦ δέομαι, διασκέδασον
τὴ σὴ πρεσβεία.
Ὡς ἔχουσα Πανάχραντε,
θαυμάτων ἄβυσσον, καὶ πηγὴν ἰαμάτων, ταὶς πρεσβείαις σου ἀπόσμηξον, πάντα ῥύπον
τῆς ἐμῆς ψυχῆς, τὸν ἐξ ἁμαρτίας.
Τὸν ἄρρητον τόκον σου, εὐλογημένη προσκυνοῦμεν, εἰς πρεσβείαν
σὲ καλοῦντες, δυσώπησον Ἁγνὴ πάσης ἀνάγκης λυτρωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας.
Ἐλπίδων σὲ πλήρωμα,
καὶ θείαν σκέπην, προστασίαν, καὶ ἡμέραν σωτηρίας, κεκτήμεθα, Μήτηρ τοῦ Λόγου,
λάμψον ἡμῖν φῶς τῆς μετανοίας.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα
σου, (ὁ Προφήτης ἔλεγε), καὶ ἐδόξασά σου τὴν δύναμιν.
Νομοθέτης ὧν δίκαιος, μετὰ ἀνόμων κατελογίσθης, ἐπὶ ξύλου ἀναρτώμενος,
εὐεργέτα Κύριε, πάντας δικαιῶσαι βουλόμενος.
Αἱ δυνάμεις ἐξέστησαν, αἱ τῶν Ἀγγέλων, ἐπὶ Σταυροῦ σε,
θεασάμεναι ὑψούμενον, καὶ τοῦ σκότους Ἤλιε, τὰς ἀρχὰς δυνάμει τροπούμενον.
Μαρτυρικὰ
Ἰαμάτων χαρίσματα,
ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, ἀπαντλήσαντες οἱ μάρτυρες, πάντων ἀναπαύουσι,
πάθη ψυχοφθόρα ἐν χάριτι.
Νυσταγμὸν ἀπωσάμενοι, τῆς ἀμελείας οἱ ἀθλοφόροι, ἐγρηγόρσει
θείας πίστεως, τῶν θηρῶν ἐκοίμισαν τὰς ὁρμᾷς, καὶ χαίροντες ἤθλησαν.
Σταυροθεοτοκίον
Οἴμοι τέκνον! Πῶς βλέψω σε, ἐπὶ τοῦ ξύλου ἀνηρτημένον, καὶ
ἀδίκως θανατούμενον, τὸν ζωὴν παρέχοντα; Ἡ Παρθένος κλαίουσα ἔλεγεν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά
σε Σωτήρ.
Ἱλαστήριον ἀκαταίσχυντον,
τὴν πρεσβείαν σου πάντες, ἁγνὴ Παρθένε, οἱ πιστοὶ κεκτήμεθα.
Θεὸν Ἁγνὴ Λόγον ἐν μήτρᾳ σου, ἀφράστως συλλαβοῦσα, Θεὸν
σωτήρα, τίκτεις τοῦ γένους ἡμῶν.
Ἀπροσμάχητον τεῖχος
ἔχοντες, τὴν σὴν σκέπην Παρθένε, τῶν ἀοράτων, ἐχθρῶν λυτρούμεθα.
Πεπτωκότας ἁμαρτήμασι, διανάστησον Κόρη, εὐλογημένη, ἐλπὶς
γὰρ εἶ τῶν πιστῶν.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀϊδιον, τοὶς ὀρθρίζουσιν,
ἐπὶ τὰ κρίματα τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ἐπὶ Σταυροῦ σαρκὶ ἀνυψούμενος,
ἔθνη ἐκάλεσας, μὴ εἰδότα σε, πρὸς σὴν ἐπίγνωσιν, Κριτὰ τῶν ὅλων, μόνε εὐσυμπάθητε,
Χριστὲ ὁ Θεὸς ἡμῶν.
Σοῦ πρὸς κριτήριον στάντος ἄδικον, δίκαιε Κύριε, δεδικαίωται
ὁ πρὶν κατάκριτος Ἀδάμ, καὶ κράζει. Δόξα τὴ Σταυρώσει σου, μακρόθυμε Κύριε.
Μαρτυρικὰ
Ὥσπερ Παράδεισος
θεοφύτευτος, ὤφθητε μάρτυρες, πάθη τίμια, ὡς ἄνθη εὔοσμα προσκεκτημένοι, οἷς εὐωδιάζεται,
πιστῶν ψυχὴ ἅπασα.
Τὰ εὐθαλέστατα καὶ κατάκαρπα, δένδρα τῆς πίστεως, τὸν ἀθάνατον
καρπὸν ἀνθήσαντα, τὰ τῆς κακίας ῥίζας ἀνασπάσαντα, ὑμνοῦμεν τοὺς μάρτυρας.
Σταυροθεοτοκίον
Ῥάβδος ἡ ἔντιμος ἡ
βλαστήσασα, κλάδον ἀμάραντον, ἀνυψούμενον αὐτὸν ὡς ἔβλεπεν ἐπὶ τοῦ ξύλου, Δέσποτα,
ἐκραύγαζε, μὴ ἄτεκνον δείξης με.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Ἐκ νυκτὸς ὀρθρίζοντες
ὑμνούμέν σε Χριστέ, τὸν τῶ Πατρὶ σὺν ἄναρχον, καὶ Σωτήρα τῶν ψυχῶν ἡμῶν, Τὴν εἰρήνην
τῶ κόσμω παράσχου φιλάνθρωπε.
Κραταιὰν σὲ ἀντίληψιν, Ἀειπάρθενε ὑπάρχουσαν, ἐν
πειρασμοις καὶ θλίψεσι, καὶ δειναὶς ἁμαρτίαις, εὔροιμεν εὔκαιρον βοήθειαν.
Τὰ τῶν Ἀγγέλων στρατεύματα, ὡς τὸν Κτίστην τῶν ἁπάντων, ὑπερφυῶς
κυήσασαν, καὶ Παρθένον μείνασαν, Θεοτόκε ἀνυμνούσί σε ἀεί.
Ἐν τῇ πηγὴ τῶν ἰαμάτων
σου, καὶ τοὶς ῥείθροις τῶν θαυμάτων σου, τὸν μολυσμὸν ἀπόπλυνον, τὸν ἐκ τῆς ἁμαρτίας,
προστριβέντα μοὶ πανάμωμε.
Τὸν ἱλασμὸν τῶν ψυχῶν ἡμῶν, ἐν νηδὺϊ συλλαβοῦσα Ἁγνή,
σωτηρίαν τέτοκας, τοὶς ἐν πίστει ἀπλέτω, Θεοτόκον σὲ δοξάζουσιν.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους φιλάνθρωπε, καμὲ τοῦ
βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι, τροπάρια.
Ὁ τιμῆς πάσης ὕπερθεν,
ἀτιμίαν ὑπήνεγκας, Σταυρῶ προσπαγεὶς τοὺς ἀνθρώπους, τιμῆσαι βουλόμενος.
Ὑπογράφεις μοὶ ἄφεσιν,
τῶ καλάμω τυπτόμενος, καταδουλωθέντι τῶ πλάνω, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Μαρτυρικὰ
Διὰ πόνων ἀθλήσεως, πρὸς τὴν ἄπονον ἅγιοι, μετέβητε λήξιν ἀρρήτου,
χαρὰς ἀξιούμενοι.
Ἐπυρώθητε ἄνθραξι,
τῆς Χριστοῦ ἀγαπήσεως, ὅθεν τῶ πυρὶ ὁμιλοῦντες, ἐμείνατε ἄφλεκτοι.
Σταυροθεοτοκίον
Μετὰ τόκον Πανάμωμε, ὡς πρὸ τόκου διέμεινας, Θεὸν γὰρ ἐκύησας
ξύλω, τὸν ἄνθρωπον σώσαντα.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Σὺν τῶ Ἰωνὰ βοῶμεν σοὶ Κύριε, μετὰ φωνῆς αἰνέσεως δεόμενοι,
ἀνάγαγε ἐκ φθορὸς τὴν ζωὴν ἡμῶν.
Τῶν ἀλγεινῶν παθῶν μου τὰ συντρίμματα, ἐν τῷ συνδέσμω Δέσποινα,
τῆς πρεσβείας σου θεράπευσον, καὶ τὴν ῥώσίν μοὶ δώρησαι.
Ὅλος συλληφθεὶς
πολλοὶς ἀτοπήμασι, καὶ συληθεὶς τὸν νοῦν, ἁμαρτίαις πολλαίς, τὴ σκέπη σου
καταφεύγω, διάσωσόν με.
Πάντες ἀδιστάκτω πίστει σὲ Πάναγνε, ἐκδυσωποῦμεν Παρθένε,
τῶν ἑπταισμένων ἡμῖν δώρησαι λύσιν, ὡς Μήτηρ Θεοῦ.
Ὡς του νοητοῦ Ἠλίου
πανάμωμε, ἀναδειχθεῖσα ὄχημα, φωταγώγησον, τοὺς ἐν νυκτί, ἀγνωσίας καθεύδοντας.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο,
οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σταυρούμενος τὴν κτίσιν ἐσάλευσας, νεκρούμενος τὸν ὄφιν ἐνέκρωσας.
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ποτίζεται χολὴ ὁ Μακρόθυμος, πηγάζων μοὶ γλυκασμὸν σωτήριον,
τὴ ἐνηδόνω βρώσει στερηθέντι, Παραδείσου τῆς τρυφῆς.
Μαρτυρικὰ
Οἱ Μάρτυρες ξεόμενοι ὄνυξι, νεκρώσεως τὸ πάθος ἀπέθεντο,
καταστολὴν δὲ θείαν, ἐκ Θεοῦ ἐκομίσαντο.
Τοὶς πάθεσι τὸ πάθος τὸ ἄχραντον, μιμούμενοι καλλίνικοι Μάρτυρες,
τοὺς αἰκισμοὺς ῥαδίως, τῶν ἐχθρῶν ὑπεμείνατε.
Σταυροθεοτοκίον
Σταυρούμενον ὁρῶσα τὸν Κύριον, ἡ ἄμεμπτος Θεοτόκος ἔλεγεν.
Οἴμοι! Υἱὲ πῶς θνήσκεις, ἡ ζωὴ καὶ ἐλπὶς τῶν πιστῶν.,
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Ὁ ἐν τῇ βάτω ὀφθείς,
ἐν πυρὶ τῶ Νομοθέτη, καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας, εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐν πειρασμοῖς βοηθόν,
ἐν κινδύνοις σωτηρίαν, σὲ Δέσποινα ἐπιστάμενοι, πιστῶς ἐκβοῶμεν. Εὐλογημένος Πάναγνε,
ὁ καρπὸς τῆς κοιλίας σου.
Τὸν τῆς ζωῆς χορηγόν, ὡς τεκοῦσα Θεοτόκε, ἀνάστησον νεκρωθέντα
με, δειναὶς ἁμαρτίαις, Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεὸς ἐκ σοῦ προελθῶν, ἐλυτρώσατο τὴν φύσιν τῆς κατάρας, καὶ
ἰάσατο τὰς πάντων ὀδύνας. Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.
Χαῖρε χαρὰ τῶν πιστῶν, καίλυτήριον λύπης. Χαῖρε πάντων ἱλαστήριον,
τῶν πίστει βοώντων. Εὐλογημένη ἄχραντε, Θεοτόκε πανύμνητε.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διασώσαντα Παίδας, καὶ τὴν
βροντόφλογον μεταβαλόντα, κάμινον εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὅτε τῶ Σταυρῶ Σῶτερ
ἐπάγης, ἐκλονεῖτο ἡ κτίσις, ἥλιος ἔπαυσε τὰς ἀκτῖνας, καὶ πέτραι ἐσχίζοντο, καὶ
ἅδης Σῶτερ ἐγυμνοῦτο, μὴ φέρων σου τὸ κράτος.
Ὑπὲρ καταδίκων ἀπωσμένων,
καταδίκης ἠνέσχου, ὑπὲρ τοῦ γύμνωσιν ὑποστάντος, γυμνὸς ξύλω κρέμασαι, Οἰκτίρμον,
Μέγα σου τὸ κράτος, καὶ ἡ φιλανθρωπία.
Μαρτυρικὰ
Οἱ τῶν Ἀσωμάτων συμπολῖται, οἱ Χριστοῦ στρατιῶται, Σταυρὸν
ὡς θωρακα ἐνδυσάμενοι, πρὸς τὸν ἀντίπαλον χωροῦσι, καὶ τούτων ὡραίοις, ποσὶ
καταπατοῦσιν.
Ἵσταντο ἐν μέσῳ τοῦ
σταδίου, τοὶς μοχλοὶς οἱ γενναῖοι μέλη συνθλώμενοι, καὶ τὴν δόμησιν ἀναμοχλεύοντες
τῆς πλάνης, καὶ τοὺς δαιμόνων βωμοὺς ἐδαφίζοντες.
Σταυροθεοτοκίον
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα,
ὑψωθέντα ἐν ξύλῳ, καὶ καταράσσοντα τὰς ὑψώσεις, ἐχθροῦ θεωρήσασα, τὸν μόνον ὕψιστον,
ἀνύμνει Χριστὸν μεγαλοφώνως.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς
Ὕπνον σοὶ προσφέρομεν
τῶν ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνω, καὶ ὑμνοῦντες λέγομεν, εὐλογεῖτε πάντα
τὰ ἔργα Κύριου τὸν Κύριον.
Ἰλέωσαι τὸν εὔσπλαγχνον
Θεὸν καὶ Λόγον, Θεοκυῆτορ ὑπὲρ τῶν πίστει, ἀσιγήτως βοώντων. Εὐλογεῖτε πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον.
Καθάρσιον ἔχοντες τὴν σὴν πρεσβείαν, οἱ ἐμπαγέντες βυθῶ
πταισμάτων, Θεοτόκε βοῶμεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὲ πάντες καταφύγιον ἐν περιστάσει, καὶ συμμαχίαν καὶ
προστασίαν, κεκτημένοι βοῶμεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀχλὺς κυμάτων δεινῶν
συνταράττει με, διὸ προστρέχω ἐν τῷ λιμένι, τῆς σῆς πρεσβείας κραυγάζων. Εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Σὲ ἣν πὲρ εἶδε Μωϋσῆς, ἀκατάφλεκτον βᾶτον, καὶ κλίμακα ἔμψυχον,
ἣν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, διὴς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις,
Μῆτερ ἁγνή, μεγαλύνομεν.
Ὦ! πῶς λαὸς ὁ ἀπειθής,
παραδίδωσι Σταυρῶ, τὸν μόνον μακρόθυμον, ἐθελοντὶ πτωχεύσαντα, καὶ πάθος δεξάμενον,
καὶ ἀπαθείας πρόξενον γενόμενον, πᾶσι τοὶς ἐξ Ἀδὰμ ὀλισθήσασιν.
Σταύρωσιν ἄτιμον Χριστέ, κατεδέξω ἐν σαρκί, τιμῆσαι βουλόμενος,
ἀτιμασθέντα πάθεσιν, ἀλόγοις τὸν ἄνθρωπον, καὶ τὸ ἀρχαῖον κάλλος ἀπολέσαντα, δόξα
τὴ ὑπέρ νοῦν εὐσπλαγχνία σου.
Μαρτυρικὰ
Ἤλιε ἄδυτε Χριστέ,
τοὺς ὀρθρίζοντας πρὸς σέ, καὶ σκότος κολάσεως, παραδραμόντας νεύσει σου, εἰς φέγγος
ὡδήγησας τῆς σῆς, ἀρρήτου δόξης καὶ λαμπρότητος, φώτισον οὖν ἡμᾶς ταὶς αὐτῶν
προσευχαίς.
Φάλαγξ μαρτύρων ἱερῶν, μυριάδας νοητῶν, ἐχθρῶν ἐτροπώσαντο,
καὶ μυριάσιν ἥνωνται ἁγίων Δυνάμεων, καὶ τὰ μύρια πάθη τῶν ψυχῶν ἡμῶν, νεύσει
παντουργικὴ θεραπεύουσιν.
Θεοτοκίον
Φέγγει Παρθένε τοῦ ἐκ σοῦ, ἀνατείλαντος σαρκί, τὸν νοῦν μου καταύγασον, καὶ
τὴν καρδίαν φώτισον, τὸ σκότος διώκουσα τῆς ἁμαρτίας, καὶ τῆς ῥαθυμίας μου, ἅπασαν
τὴν ἀχλὺν ἀπελαύνουσα.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἔχουσα πλῆθος
συμπαθές, καὶ πλουσίους οἰκτιρμούς, τὰ πάθη καὶ τραύματα, τοῦ σώματος καὶ μώλωπας,
καὶ τὰς ὀδύνας θεράπευσον Δέσποινα, δούλου τοῦ σοῦ, ὅπως κατὰ χρέος δοξάζω σε.
Σὲ ὡς τὸν Λόγον τοῦ Πατρός, συλλαβοῦσαν ἐν γαστρί, καὶ τοῦτον
κυήσασαν, ὑπὲρ φύσιν πάναγνε, καὶ Παρθένον μεῖ νασαν, δοξολογῶ εὐχαρίστως, κράζων
σοί. Χαῖρε ἁμαρτωλῶν ἡ βοήθεια.
Μόνη ὑπάρχεις ἀπλανής, ὁδηγία τῶν πιστῶν, καὶ τρίβος σωτήριος,
εἰς εὐθεῖαν ἡμᾶς ἄγουσα, ὁδὸν οὐράνιον, τῆς Βασιλείας τοῦ μόνου Θεοῦ, Ἄχραντε, ἡ
ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Σὺ τὸν οὐράνιον ἡμῖν, ἐγεώργησας στάχυν, καὶ τρέφεις πανάμωμε,
καὶ πρεσβεύεις πάντοτε, καὶ σώζεις ἐκ θλίψεως καὶ κινδύνων, καὶ παρέχεις ἅπασιν,
ἱλασμόν ἁμαρτιῶν τοὶς ὑμνούσί σε.
Ἀπόστιχα τῶν Αἴνων, Σταυρώσιμα
Ἦχος α'
Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς
Σωτήρα, καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ
ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοί.
Μαρτυρικὸν
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν,
ὕμνοις καὶ ὠδαὶς πνευματικαίς, τοὺς φωστήρας τοῦ κόσμου, καὶ κήρυκας τῆς Πίστεως,
τὴν πηγὴν τήν ἀέναον, ἐξ ἦς ἀναβλύζει τοὶς πιστοὶς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις,
Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῶ κόσμω σου, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα
ἔλεος.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Πανεύφημοι Μάρτυρες
Ὑψώθης Οἰκτίρμον ἐν
Σταυρῷ, ὡς ἀρνίον ἄκακον, ἐθελουσίως σφαττόμενος, τέκνον γλυκύτατον, (ἐν κλαυθμῷ
ἐβόα, ἡ Ἀμνὰς ἡ ἄσπιλος, ὁρῶσα ἐπὶ ξύλου τὸν Κύριον), ἐγὼ δὲ πίμπραμαι, τὴν
καρδίαν καὶ τιτρώσκομαι, ἀλλ' ὑμνῶ σου τὸ ἄμετρον ἔλεος.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ
Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ. Μνήσθητί μου κράζοντα, ὅταν
ἔλθης ἐν τῇ Βασιλεία σου.
Σταυρωθεὶς ὁ ἀναμάρτητος, τὰς ἁμαρτίας πάντων ἤρας Χριστέ,
καὶ λογχευθείς σου τὴν πλευράν, σωτηρίας κρουνοὺς ἔβλυσας, αἵματος καὶ ὕδατος ἀναπλάττων,
τούς συντετριμμένους φθορά.
Ἐπὶ ξύλου καθηλούμενος,
ἐθελουσίως Ἰησοῦ ὁ Θεός, ἄπαν ἐξήλωσας Ἀδάμ, ἐμπαθὲς Οἰκτίρμον νόημα, τραύμασι
τιμίοις δέ, τῶν δαιμόνων, πληθὺν ἐτραυμάτισας.
Μαρτυρικὸν
Οἱ τὰ Πάθη μιμησάμενοι, τοῦ ἑκουσίως πεπονθότος σαρκι, Μάρτυρες
ἔνδοξοι ἀεί, πάθη παύετε δυσίατα, νόσους τε διώκετε, τῶν ἀνθρώπων, ἰσχὺϊ τοῦ
Πνεύματος.
Δόξα...
Ἰσοδύναμον ὁμότιμον,
σὲ τὴν Τριάδα ὀνομάζομεν, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μίαν
τρισυπόστατον, θεαρχίαν, πιστῶς μεγαλύνοντες.
Καὶ νύν... Σταυροθεοτοκίον
Τῶ Σταυρῶ σε καθηλούμενον, ὡς ἐθεάσατο Χριστὲ ὁ Θεός, ἡ σὲ
κυήσασα σαρκί, θρηνωδοῦσα ἀπεφθέγγετο. Τὶ σοὶ ἀνταπέδωκεν, ὧ Υἱέ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου