ΤΕΤΑΡΤΗ ΗΧΟΣ ΠΛ.Β΄
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη
Ὁ Θεὸς ὁ θέλων σωθῆναι πάντας, ἐπίβλεψον, ἴδε τὴν προσευχήν
μου, καὶ μή μου τὰ δάκρυα, ὡς μάταια ἀπώση, τὶς γὰρ προσήλθέ σοὶ προσπίπτων, καὶ
εὐθὺς οὐκ ἐσώθη; τὶς δὲ ἐβόησε θερμῶς σοί, καὶ εὐθὺς οὐκ ἠκούσθη; καὶ γὰρ Δέσποτα,
ταχὺς εὑρίσκη, εἰς σωτηρίαν πᾶσι τοὶς αἰτούσί σε Κύριε, διὰ τὸ μέγα σου ἔλεος.
Τὸν ταὶς ἁμαρτίαις καταποθέντα, καὶ φιληδονίαις καταρραγέντα,
ἀνάστησον εὔσπλαγχνε, τὴ σὴ φιλανθρωπία, μὴ μὲ ἐπίχαρμα δαιμόνων, συγχωρήσης
γενέσθαι, μηδὲ ἀνάξιον ἐάσης, τῶν φρικτῶν μυστηρίων, ἀλλὰ πρόσδεξαι ὡς ἐλεήμων,
πρὸ τῆς ἐξόδου στεναγμούς μου καὶ δάκρυα, καὶ τῶν παθῶν μὲ ἐλευθέρωσον.
Θρήνησον ψυχή μου πρὸ τῆς ἐξόδου, πρόσπεσον τῶ Κτίστη ἐν
μετανοίᾳ, δάκρυα προσάγαγε, ἐξ ὅλης τῆς καρδίας, κράξον Χριστῷ ἐν κατανύξει. Ἡμάρτηκά
σοὶ Λόγε, δέξαι πολλὰ ἡμαρτηκότα, μὴ με ἀποβδελύξη, μὴ παρόψη μὲ Δικαιοκρῖτα,
μηδὲ εἰς πὺρ μὲ ἀποπέμψης μακρόθυμε, διὰ τὸ μέγα σου ἔλεος.
Ἔτερα τῆς Θεοτόκου
Ὅλην ἀποθέμενοι
Ὁ γάμος ηὐτρέπισται,
τοῦ οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι, τὶ βραδύνεις μέλαινα, ἑκουσίως ψυχὴ;
ῥυπαρὰ πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείαις τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε, μέλλεις
εἰσελθεῖν, δεῦρο, πρόσπεσον, πρὸ τέλους ἐκ καρδίας σου, τὴ Ἀειπαρθένω κραυγάζουσα.
Ὑσσώπω πρεσβείας, ῥαντίσασα καθάρισον Ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον, ὅπως
μεγαλύνω σε.
Νοὸς καθαρότητι, ὁ Ἡσαϊας Παρθένε, πόρρωθεν προέφησε,
ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὧ Σεμνὴ Πάναγνε, σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος
Παναμώμητος, διὸ σου δέομαι τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως,
θείας κοινωνὸν μὲ ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὅταν
καθίση, ὡς γέγραπται, κρίναι κόσμον ἅπαντα.
Ἡ πόρνη κενώσασα,
μύρου ἀλάβαστρον πάλαι, τοὶς ποσί σου Δέσποτα, πάντων ἠλευθέρωται, ὧν πὲρ ἔπραξεν,
ὁ Ληστὴς μόνον σου, μνημονεύσας ὤφθη, καὶ εὐθέως εἰς Παράδεισον, αὐτὸν εἰσήγαγες,
ἐγὼ δὲ τὶ πράξω ὁ ἄθλιος; οὐ μύρον, οὐ κατάνυξιν, ἔχω, δωρεὰν μὲ ἐλέησον, οἴκτειρόν
με Λόγε, ἡ ἄχραντός σου Μήτηρ δυσωπεῖ, ἣν ἐδωρήσω τῶ κόσμω σου, μέγα καταφύγιον.
Δόξα... Καὶ νύν...
Σταυροθεοτοκίον ὅμοιον
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν,
ὡς κριτὸν σὲ στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ,
καὶ Πιλάτω παριστώσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ
βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε, ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ
τὸ ζὴν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.
Ἀπόστιχα Σταυρώσιμα
Ὁ Σταυρός σου Κύριε,
ζωὴ καὶ ἀντίληψις, ὑπάρχει τῶ λαῶ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα,
σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Ὁ Σταυρός σου Κύριε,
Παράδεισον ἤνοιξε, τῶ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν
σταυρωθέντα, σαρκὶ Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Μαρτυρικὸν
Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες,
πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαὶς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ὁρώσά σε σταυρούμενον,
Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ ξένον, ὁ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου
θνήσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'
Μόνον ἐπάγη τὸ ξύλον, Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν,
τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθω ὁ ἅδης, ἀπέλυσε τρόμω. Ἐδειξας ἡμῖν τὸ
σωτήριόν σου Ἅγιε, καὶ δοξολογούμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.
Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτω, τὴν ζωὴν τῶν ἁπάντων,
οἱ τὴν Ἐρυθρὰν ῥάβδω πεζεύσαντες, Σταυρῶ σὲ προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι
θηλάσαντες, χολήν σοὶ προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσης, τῆς
δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοί.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ἡ σὲ κυήσασα Χριστέ,
ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῶ σὲ δι' ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαία
τὴν ψυχήν, καὶ ἔκλαιε θρηνωδοῦσα μητρικῶς. Αὐτῆς ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς,
Κύριε τοῦ ἐλέους.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν
εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν
ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Ὁ Σταυρός σου Κύριε
ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοὶς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ
σοὶ προσπίπτομεν. Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Ἐν ξύλῳ βλέπουσα
νεκρόν, κρεμάμενον ἡ Παρθένος Θεόν, ὃν ἔτεκε σαρκί, θρηνωδοῦσα ἐβόα. Τὴν ἄφατον
μακροθυμίαν σου, Υἱὲ ἐκπλήττομαι, πῶς ὡς κατάκριτον Σταυρῶ, προσήλωσαν οἱ ἄνομοι,
τὸν δίκαιον Κριτήν, καὶ μόνον σὲ Δεσπότην.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Σταυρώσιμα
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
Τὸ ξύλον ἤνεγκε φθοράν, ἐν Ἐδὲμ τῶ Γενάρχη. Σταυροῦ δὲ ξύλον
τὴν ζωήν, ἤνθησεν ἐν Κρανίῳ, πεπάτηται καὶ γὰρ κακία τοῦ ἐχθροῦ, ἠλέηται τὴ
προσηλώσει τοῦ Χριστοῦ, καὶ εὗρε τὸν Παράδεισον, κραυγάζων ὁ Ἀδάμ. Ὧ ξύλον εὐλογημένον!
Μαρτυρικὸν
Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες
οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας
τῶν παρανόμων, ἐδέξαντο τοὺς στεφάνους τῆς ἀφθαρσίας. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος,
δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... καὶ νύν... Σταυροθεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως
προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν
ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Σώζεις με, Σῶτερ, προσπαγεὶς ἐπὶ ξύλου, τὸν Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας
ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον
ὠδήν, ἐβόα ἄσωμεν.
Σὺ τὰς παλάμας ἁπλώσας ἐπὶ Σταυροῦ, ἠγκαλίσω Δέσποτα, ἀπωσθέντας
τοὺς βροτούς, καὶ τῶ σῶ προσήγαγες Πατρί, ὡς Υἱὸς ἀγαπητός, καὶ ὁμοούσιος.
Ὥσπερ ἀμνὸς ἀνηρτήθης ἐπὶ Σταυροῦ, τὸ σὸν Λόγε πρόβατον, ἐκζητῶν τὸ πλανηθέν,
καὶ εὑρῶν συνέταξας αὐτό, ἀπλανέσιν Ἰησοῦ, δόξα τῶ κράτει σου.
Μαρτυρικὰ
Ζωὴν ποθοῦντες τὴν ἄνω οἱ εὐκλεεῖς, ἀθλοφόροι Μάρτυρες, ἐνεκρώθησαν
ἐν γῆ, ὑποστάντες βάσανα πολλά, καὶ ποικίλους πειρασμούς, οἱ ἀξιάγαστοι.
Ἐπὶ βημάτων ἀδίκων
διὰ Χριστόν, τὸν ἐν πᾶσι δίκαιον, παρεστῶτες Ἀθληταί, κρίσιν πᾶσαν ἄδικον ὑμεῖς,
δικαιοῦσαν ἐν Θεῷ, καθυπεμείνατε.
Σταυροθεοτοκίον
Ἴνα ἀπάθειαν πᾶσι
τοὶς ἐξ Ἀδάμ, προξενήσης Δέσποτα, πάθος φέρεις ἐν Σταυρῷ, καὶ ὁρῶσα σείεται ἡ γῆ,
θρηνωδοῦσα μητρικῶς, ἐβόας Δέσποινα.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.
Ἕκτον προσάξω τὴ Θεοτόκω μέλος. Ἰωσήφ.
Εἱρμὸς ὁ αὐτὸς
Ἐκ πονηρᾶς συμβουλίας
τοῦ δυσμενοῦς, ἡ προμήτωρ θάνατον, ἐπεισῆξεν ἀλλ' αὐτή, τὴν ζωὴν κυήσασα Ἁγνή,
νεκρωθέντας τὴ φθορά, ἡμᾶς ἐζώωσας.
Καὶ λογισμοὶς ὀλισθαίνων καὶ μολυσμοίς, σαρκικοὶς σπιλούμενος,
ἐπὶ σὲ τὴν καθαράν, ἀληθῶς καὶ ἄσπιλον Ἁγνήν, καταφεύγω. Βοηθός, γενοῦ τῶ δούλω
σου.
Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε ἴασαι, τῶν ἀστάτων
λογισμῶν, τὸ δεινὸν κλυδώνιον τὴ σή, μεσιτεία πρὸς Θεόν, κόπασον Δέσποινα.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας,
τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.
Σταυρὸς ἐπήγνυτο ἐν γῆ, καὶ κατέστραπτο πλάνη, καὶ ἐσείετο
κτίσις, καὶ καρδίαι τῶν βροτῶν σεσαλευμέναι ἐχθροῦ, ἐπηρεία πίστιν ὑπεδέχοντο.
Μανεὶς ὁ ἄδικος λαός, σὲ τὸν δίκαιον μόνον, κατακρίνει θανάτω,
δι' καιοῦντα τοὺς βροτούς, καὶ ἐξ ἀδίκου χειρός, τοῦ δολίου τούτους ἐξαιρούμενον.
Μαρτυρικὰ
Ἐκίνει πᾶσαν ἑαυτοῦ,
τὴν κακίαν ὁ πλάνος, τοὶς Ἁγίοις παλαίων, ἀλλ' ἡττᾶτο καθορῶν, ἀταπεινώτους αὐτούς,
καὶ τῆς θείας κοινωνοὺς λαμπρότητος.
Σωμάτων ὥρα ταὶς σφοδραῖς, ἡλλοιοῦτο αἰκίαις, ἀλλ' ἐπέλαμπε
μᾶλλον, ἡ φαιδρότης τῆς ψυχῆς, τῶν Ἀθλοφόρων Χριστοῦ, ἐνεργεία τοῦ ἁγίου Πνεύματος.
Σταυροθεοτοκίον
Ὡραῖον κάλλει σὲ Υἱέ,
ὑπὲρ πάντας ἀνθρώπους, ἐν τῷ τίκτειν ἐπέγνων, καὶ πῶς σταυρούμενος νύν, κάλλος
οὐκ ἔχεις Χριστὲ; ἡ Παρθένος ἔλεγε δακρύουσα.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ὁ μόνος φύσει
συμπαθής, ὁ τὸ αἴμά σου Λόγε, διὰ σπλάγχνα ἐλέους, δι' ἐμὲ ἐπὶ Σταυροῦ, κενώσας
διὰ τῆς σέ, κυησάσης οἴκτειρον καὶ σώσόν με.
Ναὸς γενόμενος Θεοῦ, τὴ θεογενεσία ἑκουσίως εἰς πάθη, ὠλίσθησα
χαλεπά, διὸ σὲ Θεοῦ Ναέ, ἱκετεύω, Δέσποινα βοήθει μοί.
Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίου παστάδος, ποίησον κληρονόμον,
τὸν τὴ θεία σκέπη σου, ὡς ἐν παστάδι σεπτή, καθ' ἑκάστην, πόθω σὲ γεραίροντα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία
θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ταθέντα ξύλω σὲ ὁρῶν ὁ Ἥλιος, ἐμελαίνετο φόβω, καὶ σκοτασμόν,
πλάσμα ἀπεδύετο, καὶ ἐδεσμεῖτο ὁ ἐχθρός, καὶ ἡ πλάνη διελύετο.
Ἐδέσμει χείρας
σου, λαὸς παράνομος, καὶ δεσμῶται ἀλύτων, Σῶτερ δεσμῶν, πάντες ἀπελύοντο, Ἤλιε ἄδυτε
Χριστέ, πᾶσα κτίσις δὲ ἀνύμνει σε.
Μαρτυρικὰ
Ῥοαὶς ἐπνίξατε, αἱμάτων
Μάρτυρες, Φαραώτόν διώκτην, φρενοβλαβῶς, ἄμετρα καυχώμενον, καὶ πρὸς τὴν γὴν τὴν
νοητήν, ἀγαλλόμενοι μετέβητε.
Πτεροῖς τοῦ Πνεύματος, ὑπεριπτάμενοι, τοῦ ἐχθροῦ τῶν παγίδων
οἱ Ἀθληταί, χαίροντες ἀνέδραμον, ἔνθα τὸ πρῶτον ἀγαθόν, καὶ ζωὴ καὶ φῶς ἀνέσπερον.
Σταυροθεοτοκίον
Ῥομφαία τέτρωσαι,
τοῦ πάθους Δέσποινα, τοῦ ἐκ σοῦ σαρκωθέντος, ὅτε αὐτόν, ἔβλεψας σταυρούμενον,
καὶ λόγχη ἄχραντον πλευράν, δι' ἡμᾶς ἐξορυττόμενον.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ῥανίσιν Ἄχραντε,
πλευρὰς τοῦ τόκου σου, τῶν παθῶν μου τὸν ῥύπον, καὶ τοὺς δεινούς, σπίλους τῆς
καρδίας μου, ἐναποκάθαρον Ἁγνή, καὶ φωτί σου καταλάμπρυνον.
Ὁδὸς εὐθείά μοί, ὁδὸς
εἰσάγουσα, σωτηρίας πρὸς τρίβους, ἡ τὴν ὁδόν, τέξασα γενήθητι, ἀποπλανήσει
πονηρά, καθ' ἑκάστην ὀλισθαίνοντι.
Σταγόνα ὄμβρισον, ἐν τῇ καρδία μου, κατανύξεως Κόρη, ἡ τὴν
πηγήν, τῆς ζωῆς κυήσασα, τὰς διεκχύσεις τῶν ἐμῶν, παθημάτων ἀναστέλλουσα.
Ἁγία Δέσποινα, τὸν
ὑπεράγιον, ἡ κυήσασα Λόγον, ἁγιασμόν, τὴ ψυχή μου δώρησαι, καὶ τρικυμίας
πειρασμῶν τὴν ζωήν μου ἐλευθέρωσον.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τῶ θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω
καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων
ἀνακαλούμενον.
Ὁ περιβάλλων τὸν οὐρανόν,
νέφεσι Χριστὲ ἐπὶ Σταυροῦ, γυμνὸς ἐπάγης θελήματι, γύμνωσιν κακίας προσαπεκδύων
με, καὶ στολαὶς ἀφθαρσίας φαιδρύνων Δέσποτα.
Σταυρῶ ἐτάθη ἡ ἀληθής, ἄμπελος Χριστὸς ὁ φυτουργός, καὶ γλυκασμὸς
τῶν ψυχῶν ἡμῶν, γλεῦκος ἀποστάζων, τὴν μέθην ἅπασαν, τῆς πλάνης ἀναστέλλων τοῦ
πολεμήτορος.
Μαρτυρικὰ
Πεποικιλμένοι τοὶς ἱεροῖς, στίγμασι Χριστοῦ οἱ Ἀθληταί, καὶ
τοὶς στεφάνοις κοσμούμενοι, τῶ σαρκὶ παθόντι Θεῷ παρίστανται, ἡμῖν ἁμαρτημάτων
λύσιν αἰτούμενοι.
Ἀποσκοποῦντες πρὸς
τὴν ἐκεῖ, δόξαν Ἀθλοφόροι καὶ ζωήν, καὶ ἀληθῆ ἀγαλλίασιν, πᾶσαν τρικυμίαν, παθῶν
ἠνέγκατε, τῶ πάθει τοῦ Δεσπότου ἐνδυναμούμενοι.
Σταυροθεοτοκίον
Γαστρὶ χωρήσασα Χριστόν, μόνον τὸν ἀχώρητον παντὶ ὠδίνων ἄνευθεν
τέτοκα, νὺν δὲ ὀδυνῶμαι, ἐν τῷ σταυρούσθαί σε, Υἱέ μου, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ξένον ὡς ἔσχηκας τοκετόν, ξένον μὲ γενόμενον Θεοῦ, δι' ἁμαρτίας
οἰκείωσιν, ξένωσον ἐκ ταύτης, καὶ τῶ οἰκτίρμονι οἰκείωσον Παρθένε τὴ μεσιτεία
σου.
Ὡς ὄρος πάλαι σὲ
Δανιήλ, βλέπει τηλαυγῶς μαρμαρυγαίς, τῆς παρθενίας ἐκλάμπουσαν, ἐξ οὗ ἐτμήθη λίθος,
συντρίβων Πάναγνε, τὰ εἴδωλα τῆς πλάνης σθένει θεότητος.
Τὸν ταὶς ἐφόδοις ταὶς ληστρικαίς, τετραυματισμένον τὴν ψυχήν,
ἡμιθανῆ τε τυγχάνοντα, ἐν ὁδῷ τοῦ βίου καὶ κινδυνεύοντα, διὰ τῆς σὲ τεκούσης Λόγε
ἐπίσκεψαι.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ
κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμῶν, βοῶ σοί. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν
μου πολυέλεε.
Ἐστέφθης μακρόθυμε,
ταὶς ἀκάνθαις τῶν παθῶν, ἐναποτέμνων ἄκανθαν, λόγχη πλευρὰν ἐτρώθης, καὶ τὸν ἡμᾶς,
νεκροὺς ἐργασάμενον, ἀπενέκρωσας ὄφιν πολυμήχανον.
Ἰκρίω ἀνήρτησαι,
καταρράσσων τοῦ ἐχθροῦ, τὴν δυναστείαν Δέσποτα, δουλείας δὲ πικρὰς μὲ ἐλευθερῶν,
ἐδέξω ῥαπίσματα, ἀνυμνῶ σου οἰκτίρμον τὸ μακρόθυμον.
Μαρτυρικὰ
Σταυρῶ τειχιζόμενοι, πλάνης τείχη πονηρά, οἱ Ἀθληταὶ κατέστρεψαν,
καὶ πρὸς τὴν ἄνω πόλιν νικητικοίς, στεφάνοις κοσμούμενοι, μετω κίσθησαν, ὅθεν
μακαρίζονται.
Εἰς ὕψος περίδοξον, μαρτυρίου ἑαυτούς, ἀναγαγόντες Ἅγιοι,
τὰς πονηρὰς ὑψώσεις τοῦ δυσμενοῦς, εἰς γὴν κατεπτώσατε, καὶ στεφάνους ἐξ ὕψους ἐκομίσασθε.
Σταυροθεοτοκίον
Πατρὸς τὸ ἀπαύγασμα, πῶς ἐπήρθη ἐν Σταυρῷ, φωταγωγοῦν τὰ σύμπαντα,
καὶ καταρράσσον σκότους τὸν ἀρχηγόν! ἡ πάναγνος Δέσποινα, μητρικῶς θρηνωδοῦσα ἀπεφθέγγετο.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἡ ῥάβδος ἡ ἔντιμος,
ἡ βλαστήσασα ἡμῖν, ξύλον ζωῆς τὸν Κύριον, τὴν ταπεινὴν ψυχήν μου φθοροποιούς, ἐννοίας
βλαστάνουσαν, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου ἀποκάθαρον.
Θηρὸς ἁμαρτίας με, ὡς κητώας ἐκ γαστρός, τὸν Ἰωνὰν ἐξάγαγε,
ταὶς ἱκεσίαις Λόγε τῆς ἐν γαστρί, ἀγνῶς χωρησάσης σε, τὸν ἀχώρητον φύσει πολυέλεε.
Ἐπλήθυναν Δέσποτα,
ὑπὲρ ἄμμον θαλασσῶν, τὰ πονηρά μου πταίσματα, ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν, ἐπίστρεψον
σώσόν με, παρακλήσεσι Λόγε τῆς τεκούσης σε.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Δροσοβόλον μὲν τὴν κάμινον, εἰργάσατο, Ἄγγελος τοὶς ὁσίοις
Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοαν.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰοβόλον ἀπερράπισας
τοῦ δράκοντος, κακίαν ῥαπιζόμενος, καὶ κρεμάμενος ἐπὶ ξύλου, μόνε Δυνατέ, τοὺς
πάντας ἐφώτισας βοᾶν. Εὐλογητόςεί ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ξύλου εὔρατο γευσάμενος τὸν θάνατον, Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος,
ὁ δὲ δεύτερος ἐν αὐτῷ, Χριστὸς θανατωθείς, ἀθάνατον δίδωσι ζωήν, ἀπονεκρώσας τὸν
ἐχθρόν, τόν πολυμήχανον.
Μαρτυρικὰ
Ὑπομένοντες τὸν Κύριον
ἀνήχθητε, ταλαιπωρίας Μάρτυρες, τῶν κολάσεων, καὶ ἐν πέτρᾳ ἔστητε στερρά, τῆς πίστεως,
πᾶσαν πονηράν, ὑποσκελίζοντες ἐχθροῦ, κακίαν θεία ῥοπή.
Λαμπρυνθέντες τοὶς παθήμασιν ἐλάμψατε, Ἠλίου τηλαυγέστερον,
καὶ τὰς τοῦ σκότους ἐξουσίας, πάσας, Ἀθληταί, ἐλύσατε μέλποντες Χριστῷ. Εὐλογητὸς
εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σταυροθεοτοκίον
Ὁ ὑπάρχων ἀναλλοίωτος
θεότητι, ἡλλοίωσας κρεμάμενος Σταυρῶ, κτίσιν ἅπασαν ἡ παρθένος, ἔλεγεν Υἱέ, καὶ
βλέπουσα ταῦτα θρηνωδῶ, ἐκπληττομένη τὴν φρικτήν, οἰκονομίαν σου.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἡ τὴν φύσιν τοῦ
προπάτορος Θεώσασα, τῶ ὑπὲρ φύσιν τόκω σου, ἁμαρτῶντα μὲ ὑπὲρ φύσιν, καὶ τὸν ἀγαθόν,
τὴ φύσει πικράναντα Θεόν, καταλλαγαίς σου μητρικαίς, αὐτῷ οἰκείωσον.
Τὴν πηγάζουσαν ἑκάστοτε καρδίαν μου, ἁμαρτημάτων ῥεύματα ἡ
πηγάσασα, σωτηρίας ὕδωρ τοὶς πιστοίς, καθάρισον μέλπειν ἐμμελῶς. Εὐλογημένη ἡ
Θεὸν σαρκὶ κυήσασα.
Οὐρανὸς ἐπὶ τῆς γῆς σὺ ἐχρημάτισας, τοῦ οὐρανοῦ καὶ τῆς γῆς
ποιητοῦ, ὃν ἱκέτευε τῶν γὴς με, ῥύσασθαι κακῶν, καὶ μέτοχον τῶν ἐν οὐρανοῖς,
καταξιῶσαι ἀγαθῶν, Θεογεννήτρια.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Ἐκ φλογὸς τοὶς Ὁσίοις
δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω
τῶ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπερήφανον ὄφιν σὺ
ἐταπείνωσας, ταπεινώσει καρδίας ξύλω ὑψούμενος, ὕψιστε Θεέ, καὶ Ἀδὰμ τὸν τοὶς πάθεσι,
τεταπεινωμένον, ἀνύψωσας Οἰκτίρμον.
Τὴν τοῦ ξύλου πικρίαν μεταποιούμενος, ἐπὶ ξύλου ἐτύθης χολῆς
γευόμενος, πάντων γλυκασμός, καὶ ζωὴ ἐνυπόστατος, Δέσποτα ὑπάρχων, καὶ φῶς καὶ
σωτηρία.
Μαρτυρικὸν
Οὐκ ἐκάμψατε γόνυ γλυπτοὶς Πανεύφημοι, ἀλλ' ἐτύθητε ἄρνες ὥσπερ
ἀμώμητοι, καὶ τοῦ πονηροῦ τὴν ἰσχὺν κατεκάμψατε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ναοὶ Πνεύματος ζῶντος ὤφθητε Μάρτυρες, τοὺς ναοὺς τῶν εἰδώλων
κατηδαφίσατε, καὶ πρὸς τὸν Ναόν, τὸν οὐράνιον ἤρθητε, ἀνυμνολογοῦντες, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰακὼβ σε, προεῖδε
Παρθένε κλίμακα, πρὸς οὐράνιον ὕψος ἡμᾶς ἀνάγουσαν, τοὺς εἰς τὸν βυθόν, τῶν κακῶν
ὀλισθήσαντας, ὅθεν σὲ ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Καὶ μὴ θέλων ὁ τάλας πράττω τὰ ἄτοπα, συνηθεία δουλεύων
καταδουλούσῃ με, δούλοις πονηροῖς, ἐκ Θεοῦ ὀλισθήσασι, Δέσποινα Παρθένε, ἐλεύθερόν
με δεῖξον.
Ὡς τὸν βότρυν τεκοῦσα
τὸν ἀγεώργητον, τὸν πηγάζοντα οἶνον πᾶσι σωτήριον, μέθη μὲ πικράς, ἁμαρτίας
σκοτούμενον, Δέσποινα Παρθένε, σωφρόνισον καὶ σῶσον.
Μὴ μὲ στήσης ἐν ὥρα Δέσποτᾳ κρίσεως, μετὰ τῶν κατακρίτων ὄντα
κατάκριτον, ἀλλὰ τὸν πικρόν, στεναγμόν μου δεξάμενος, σώσόν με πρεσβείαις, τῆς
σῆς μητρός Οἰκτίρμον.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ, τολμᾷ Ἀγγέλων ἀτενίσαι
τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες,
σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.
Ὡρῶν καὶ χρόνων ὑπάρχων
Κύριος, μέσον τῆς γῆς, μεσούσης τῆς ἡμέρας μακρόθυμε, ἐπὶ ξύλου ὑψώθης σταυρούμενος,
τοῦ μέσον Παραδείσου καὶ ὑπομείναντος, ὄλισθον καρπὸν φθοροποιόν, ἐπανορθούμενος.
Σταυρὸς ἐπήγνυτο καὶ ὁ τύραννος, ἐν τῇ ψυχὴ καιρίαν τὴν
πληγὴν ὑπεδέχετο, καὶ δεσμῶται φθορὰς ἀπελύοντο, γνῶσις πάσιν ἀνθρώποις ἐνεφυτεύετο,
ἐχθρὸς κατηργεῖτο, καὶ χαρὰς πάντα πεπλήρωται.
Μαρτυρικὰ
Ἡ γῆ συνήφθη Κυρίου
Μάρτυρες, τοὶς οὐρανοὶς ἀφ' οὗ Χριστὸς ἐτύθη σταυρούμενος, καὶ ὑμῶν τὴν πληθὺν ἐπεσπάσατο,
πλῆθος πολλῶν, βασάνων καθυπομείνασαν, καὶ πληθὺϊ θείων Λειτουργῶν, συνεξαστράπτουσαν.
Φωτὶ ἀϋλω ἐναπαστράπτοντες, θέσει θεοὶ Κυρίου χρηματίζετε
Μάρτυρες, πρωτοτόκων σκηναὶς αὐλιζόμενοι, καὶ τῆς αἰωνιζούσης, δόξης πληρούμενοι,
ὅθεν κατὰ χρέος οἱ πιστοί, ὑμᾶς γεραίρομεν.
Σταυροθεοτοκίον
Φρικτὴν λοχείαν ὑπέστην Δέσποτα, ἐν τῷ φρικτῶς σὲ τίκτειν,
ὃν ἡ κτίσις σταυρούμενον, ἐπὶ ξύλου θελήσει μακρόθυμε, ἔφριξε καθορῶσα, πάλαι ἡ
ἄμεμπτος, ἔκλαιε βοῶσα μητρικῶς, ἣν μεγαλύνομεν.
Κανὼν τῆς Θεοτόκου
Εἱρμὸς ὁ αὐτὸς
Ἐμὲ τὸν μόνον
καταπατήσαντα, φρενοβλαβῶς τὸν νόμον σου Χριστὲ τὸν σωτήριον, καὶ δεινὴ παραβάσει
δουλεύοντα, καὶ κατακεκριμένον σῶσον οἰκτείρησον, διὰ τῆς τεκούσης σὲ Ἁγνῆς, ὡς
ὑπεράγαθος.
Λιμὴν ἐν ζάλῃ μοὶ κινδυνεύοντι, τῶν πειρασμῶν γενοῦ θεοχαρίτωτε
Δέσποινα, καὶ παθῶν μου τὸν σάλον πραϋνουσα, τὸ τῶν ἁμαρτιῶν μου ξήρανον πέλαγος,
ὅπως κατὰ χρέος σὲ ὑμνῶ, τὴν πολυϋμνητον.
Ὁδὸν εὐθείάν μοὶ
καθυπόδειξον, δι' ἦς εὐρεῖν δυνήσομαι τὴν πύλην τὴν φέρουσαν, πρὸς τὰ ἄνω Παρθένε
Βασίλεια, πρὸς τὰ τοῦ Παραδείσου, θεία σκηνώματα, πρός τὴν δι' αἰῶνος ἀληθῆ,
μακαριότητα.
Στρατὸς Μαρτύρων, Ὁσίων σύλλογος, Ἱεραρχῶν Δικαίων, Προφητῶν,
Ἀποστόλων τε, τῶν ἁγίων Ἀγγέλων τὰ τάγματα, μετὰ τῆς σὲ Τεκούσης, ἐκδυσωπούσί
σε. Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος.
Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα
Ἐν τῷ Σταυρῶ τὴν ἐλπίδα
κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ. Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε,
τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.
Οἱ τῶ Σταυρῶ τειχιζόμενοι, τῶ ἐχθρῶ ἀντιτασσόμεθα, μὴ
δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας, ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ
καταπεπάτηται, τὴ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.
Μαρτυρικὸν
Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοὶς φοβουμένοις τὸν Κύριον, ἀθλήσαντες
γὰρ διὰ Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νὺν ἐν τῶν παρρησίᾳ
πρεσβεύουσιν, ὑπερ ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον
Πάναγνος ὡς εἴδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα,
θρηνωδοῦσα μητρικῶς, Υἵέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος
ἐπονείδιστον;
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ βασιλεία
σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.
Ἑκουσίως, ὑψωθεὶς ἐπὶ
τοῦ ξύλου, τοὺς εἰς βάθη κακῶν ὀλισθήσαντας, ἀνεκαλέσω, μόνε πολυέλεε.
Γῆ ἐσείσθη, καὶ ὁ ἥλιος ἐσβέσθη, καθορῶν σε ἐπὶ ξύλου Ἤλιε,
δικαιοσύνης, θελήματι πάσχοντα.
Μαρτυρικὸν
Παθημάτων, Ἀθλοφόροι κοινωνοῦντες, τοῦ Δεσπότου καὶ θείας
λαμπρότητος, συγκοινωνεῖτε, μεθέξει Θεούμενοι.
Δόξα...
Ὑψωσὸν με, ἐκ βυθοῦ
τῆς ἁμαρτίας, τῆς Τριάδος ὁ εἰς ἐθελούσιον, καθυπομεῖνας, Χριστέ μου καθήλωσιν.
Καὶ νύν... Σταυροθεοτοκίον
Παρεστώσα, τῶ
Σταυρῶ καὶ καθορῶσα, ἑκουσίως τὸν σὸν Υἵόν πάσχοντα, Παρθενομῆτορ, τοῦτον ἐμεγάλυνες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου