ΚΥΡΙΑΚΗ ΗΧΟΣ Β΄
TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθένια, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομεῖνας, τὴ ταφὴ παρεδόθη, ὡς αὐτός ἡ θέλησε, καὶ ἀναστὰς ἒκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. (Δίς)
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῶ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε,
προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερὰ καὶ κραταιὰ δυνάμει, πάλιν ἔρχεται, κρίναι κόσμον ὃν ἔπλασεν.
Δόξα... Καὶ νύν...
Τὸ Θεοτοκίον Δογματικὸν
Ἦχος β'
Ὧ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα, ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθη δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἀπόστιχα Ἀναστάσιμα
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε, δόξα σοί.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σώζεσθαι τοὺς δούλους σου.
Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα, ἀφορμᾷς μετανοίας μοὶ παράσχου Παρθένε, ὅπως ἀκατάκριτος, ἐκεῖ ὀφθήσωμαι, σὲ γὰρ ἐπιγράφομαι, πρέσβυν, σὲ ἐπικαλοῦμαι προστάτιν, μὴ μὲ καταισχύνης θεονύμφευτε.
Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰμὴ σὲ Θεόνυμφε, μὴ ἀπορρίψης ἡμᾶς, τῆς θερμῆς προστασίας σου, μηδὲ καταισχύνης, πόθω τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου, Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δείξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νὺν ὀργῆς ἡμᾶς διάσωσον.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὶς σὲ κατ' ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῶ κόσμω ἀπολυτρώσεως; εὐχαριστουντες οὖν κραυγάζομέν σοὶ λέγοντες. Χαῖρε ἡ τὸν Ἀδὰμ Θεώσασα, καὶ τὰ διεστώτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τὴ φωτοφόρω Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν, σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθένια, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομεῖνας, τὴ ταφὴ παρεδόθη, ὡς αὐτός ἡ θέλησε, καὶ ἀναστὰς ἒκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῶ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε,
προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερὰ καὶ κραταιὰ δυνάμει, πάλιν ἔρχεται, κρίναι κόσμον ὃν ἔπλασεν.
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταὶς γυναιξί. Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διὸ σὲ προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.
Ἐν τῷ Σταυρῶ σου Κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφή σου ἐνέκρωσας, τοῦ
θανάτου τὸ κράτος, ἐν δὲ τὴ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων, διὰ τούτό
σοὶ βοῶμεν, Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοί.
Ἠνοίγησάν σοὶ Κύριε, φόβω πύλαι θανάτου, πυλωροὶ δὲ ἄδου ἰδόντες
σε ἔπτηξαν, πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοῦς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες
ἡμᾶς ἐκ σκότους, καὶ σκιὰς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.
Tὸν σωτήριον ὕμνον
ἄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες,
ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὧν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι
ταὶς ἁμαρτίαις ἡμῶν.
Θεοτοκίον
Παρῆλθεν ἡ
σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη,
οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν
Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην,
καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοί.
Διὰ ξύλου Σῶτερ
κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τὴ ταφή σου ἐνέκρωσας, ἐφώτισας,
δὲ τὸ γένος ἡμῶν τὴ Ἐγέρσει σου, διὸ βοώμέν σοί, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα
σοί.
Ἐν τῷ Σταυρῶ Χριστέ, φανεῖς καθηλωμένος, ἡλλοίωσας κάλλος
κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχη πλευράν σου ἐκέντησαν.
Ἑβραῖοι δὲ σφραγίσαι τάφον ἠτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ
δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα
σοί.
Ζωοδότα Χριστέ,
ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν Ἅδη δὲ κατελθῶν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν
ἔλευσιν μείνοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' Ἄδου,
οἰκεῖν δεδώρησαι, διὸ καὶ ἡμῖν τοὶς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι
ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ὧ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω
Μητέρα, ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν
περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσα,
καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων,
τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην
ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων
ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα σοί.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία
φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
ΕΝ
ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ
Κανὼν
Τριαδικός, οὗ ἡ Ἀκροστιχίς.
Τὸ
τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας.
Ὠδὴ
α' Ἦχος β'
Ἐν
βυθῷ κατέστρωσε
Τὴν τριττὴν
καὶ μίαν ἀρχικήν, φύσιν τῆς θεότητος, ἀσματικῶς ὑμνήσωμεν λέγοντες. Τοῦ ἐλέους
πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ
σῶσον ὡς φιλάνθρωπος.
Ὁ πηγὴ καὶ ῥίζα πεφυκῶς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ
ἁγίω σου Πνεύματι, συμφυοῦς θεότητος, τὸ τρισήλιον τὴ καρδία μου πήγασον σέλας,
καὶ μεθέξει λάμπρυνον, σὴς θεουργοῦ ἑλλάμψεως.
Τριφεγγὴς Μονὰς
θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων
σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης μὲ ναόν,
καὶ σκηνὴν ἄχραντον.
Θεοτοκίον
Ῥοῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς
φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε,
καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.
Ὠδὴ
γ'
Ἐν
πέτρᾳ μὲ τῆς πίστεως
Ἰσότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σὲ τοὶς προσώποις,
καὶ ζωῆς χορηγὸς οὖσα, ἀρζωήγαρ ῥεύστως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν
Ἅγιος πλήν σου Κύριε.
Σὺ τάξεις τὰς
ἀϋλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος
μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νὺν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν
αἴνεσιν.
Στερέωσον τῆς
Πίστεως ἐν τῇ πέτρα, καὶ πλάτυνον ἀγάπης σου τῶ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν
σῶν δούλων, Μονὰς τρισήλιε, σὺ γὰρ εΙ Θεὸς ἡμῶν, ἐφ' ὦπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.
Θεοτοκίον
Ὁ πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου
οὐσιώθη, ἀπείρω ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πάσιν ἀνέτειλε, τῆς μιᾶς
θεότητος, καὶ Κυριότητος.
Κάθισμα
Ὅτε κατ' ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῶ λόγῳ σου
τῶ ἐνυποστάτω, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ
Πνεῦμα τὸ ἅγιον συμπαρὴν δημιουργόν, διὸ βοώμέν σοί, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα
σοί.
Δόξα...
Καὶ νύν... Θεοτοκίον
Ὅτε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε,
τὴν καθαρωτάτην νηδὺν ἐγκατώκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα,
χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν, διὸ βοώμέν σοί, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.
Ὠδὴ
δ'
Ὑμνῶ
σε, ἀκοὴ
Νοεῖν σε, οὐδὲ
τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε, ἀλλ' οὖν ἡμεῖς πηλίνη
γλώττη, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν.
Ὑπάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων,
πᾶσαν ἐμὴν βλέπεις νύν, ὡς πανδερκὴς ἀδυναμίαν, διὸ κατοικτείρησον τὸν δούλόν
σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε.
Μονάδος, ἀρχικῆς
ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς ἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις,
ἀλλ' οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἕν τε βουλή, καὶ δόξη καὶ θεότητι.
Θεοτοκίον
Ναὸν σε,
καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ
τοῦ αἰῶνος, ἐν ὧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.
Ὠδὴ
ε'
Ὁ
φωτισμὸς
Ὡς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους
ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνη
σου, σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.
Τῶ Μωϋσῆ, ἐν
τῇ βάτω ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς
σου προδηλῶν παρουσίαν, δι' ἦς πᾶσι σαφῶς
ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον.
Ἡ φυσικήν, συναϊδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς
ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξω σὲ πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον
καὶ μίαν αὐγήν τὴν τρισήλιον.
Θεοτοκίον
Συνεκτικός,
κατ' οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ,
συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.
Ὠδὴ
ς'
Ἐν
ἀβύσσῳ πταισμάτων
Θελητὰ τοῦ ἐλέους
ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ
παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς)
Ἐν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἑλλάμψεως,
καὶ τριλαμποὺς θεότητος, φωτοδότιδα αἴγλην μοὶ βράβευσον.
Θεοτοκίον
Ἀπορρήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον,
ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ μὲ κατηύγασε.
Κάθισμα
Εὐσπλαγχνίας
Εὐσπλαγχνίας
τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδειξαι ἡμᾶς Ἐλεῆμον, Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα,
δέξαι τὰς ὠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε, εἰς σὲ γὰρ ἐλπίζομεν τὸν
τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.
Δόξα...
Καὶ νύν... Θεοτοκίον
Εὐσπλαγχνίας
κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις,
σὺ τῶν λυπουμένων ἡ παράκλησις, διὸ σοὶ νὺν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὐρεῖν
λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σὲ βοήθειαν.
Ὠδὴ
ζ'
Εἰκόνος
χρυσῆς
Ῥυθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων
ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος, δεῖξον οὖν καμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον
πάντοτε, πρὸς τὸ δοξάζειν σὲ θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς)
Χοροὶ νοεροί,
τῶν ἀϋλων οὐσιῶν ταὶς σαὶς ἀκτίσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται,
θέσει δευτερεύοντα φῶτα, ὧν καμὲ ταὶς ἑλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς
φωτουργὸς τριλαμπής.
Θεοτοκίον
Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπης, τοὺς σὲ
φιλοῦντας, ὁ δι' ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ
Θεώσας τὸν ἄνθρωπον, καὶ θρόνω δόξης τῶ Πατρὶ συγκαθεζόμενος.
Ὠδὴ
η'
Ἰνδάλματος
χρυσοῦ
Ἀπρόσιτε Τριάς, συναϊδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος
ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων
βουλήν, καὶ ἐνόχλησιν των δαιμόνων, ἀβλαβῆ τηρῶν μὲ ἀεί, Κύριε πάντων. (Δίς)
Σοφῶς καὶ
πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα
ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τὴ ἐμὴ καρδία, ὑμνεῖν καὶ δοξάζειν σὲ ἀσιγήτως,
σὺν χοροὶς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.
Σοφία τοῦ
Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας,
τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας
σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.
Ὠδὴ
θ'
Ἡ
τὸν πρὸ ἠλίου φωστήρα
Ἐκ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς
φῶς πνεῦμα ἐκπορεύεται, ἀπορρήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης
ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως.
Λάμψον τὰς
καρδίας, τρισήλιε θεότης τῶν ὑμνούντων σε, τῶ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν,
τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ
μεγαλύνειν καὶ δοξάζειν σε.
Ἄπειρος τὴ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν,
ὡς ἔχων κατωκτείρησας, Τριὰς πρώην, οὕτω καὶ νύν, οἰκτείρησον τοὺς δούλους σου,
καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον
Σώσόν με Θεέ
μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως
μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταὶς
ἐντεύξεσιν.
Ὑπακοὴ
τοῦ ἤχου χῦμα
Μετὰ τὸ πάθος
πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι τὸ σώμά σου αἱ Γυναῖκες, Χριστὲ ὁ Θεός,
εἶδον Ἀγγέλους ἐν τῷ τάφω καὶ ἐξέστησαν, φωνῆς γὰρ ὅτι ἀνέστη ὁ Κύριος, ἤκουον ἐξ
αὐτῶν, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην
ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων
ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν
δόξα σοί.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία
φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Μετὰ
τὴν α' Στιχολογίαν
Καθίσματα
Ἀναστάσιμα
Ἦχος
β'
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελῶν, τὸ ἄχραντόν σου Σῶμα,
σινδόνι καθαρά, εἰλήσας καὶ ἀρώμαμασιν, ἐν μνήματι καινῶ, κηδεύσας ἀπέθετο, ἀλλὰ
τριήμερος ἀνέστης Κύριε, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.
Δόξα...
Ταὶς μυροφόροις
Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοὶς θνητοὶς ὑπάρχει ἁρμόδια,
Χριστὸς δὲ διαφθορὰς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων
τῶ κόσμω τὸ μέγα ἔλεος.
Καὶ
νύν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις, θεοτόκε Παρθένε, ὑμνούμέν σε, διὰ
γάρ του Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ἅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες
ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν,
διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν θεὸν ἡμῶν, καὶ μόνον
πολυέλεον.
Μετὰ
τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ
μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι,
Κύριε δόξα σοί.
Δόξα...
Τῶν Μαθητῶν
σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν
αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε
Κύριε, τῶ λαῶ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ
νύν... Σταυροθεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ
σοῦ σαρκωθέντος, ὁ ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ
Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες
βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοί.
Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος
πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σώμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός,
εἶδον Ἀγγέλους ἐν τῷ τάφω καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ
Κύριος, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.
Οἱ
Ἀναβαθμοὶ
Ἀντίφωνον
Α'
Ἐν τῷ οὐρανῶ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ
Σωτήρ, σώσόν με σὴ ἐπιλάμψει.
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοὶ πολλὰ καθ' ἑκάστην ὥραν, ὧ
Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοί.
Δόξα...
καὶ νύν...
Ἁγίω Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν
τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον
Β'
Εἰμὴ ὅτι Κύριος
ἣν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
Τοὶς ὁδοῦσιν
αὐτῶν, μὴ παραδῶς Σωτὴρ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται, καὶ
γὰρ οἱ ἐχθροί μου.
Δόξα...
καὶ νύν...
Ἁγίω Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς
Θεὸς ὧν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.
Ἀντίφωνον
Γ'
Οἱ πεποιθότες
ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῶ ἁγίω, οἳ οὐδαμῶς σαλεύονται, προσβολαὶς τοῦ Βελίαρ.
Ἐν ἀνομίαις χείρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες,
οὐ γὰρ ἐὰ Χριστός, τὴ ῥάβδω τὸν κλῆρον αὐτοῦ.
Δόξα...
καὶ νύν...
Ἁγίω Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις,
καὶ τοὶς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.
Προκείμενον
Ἐξεγέρθητι, Κύριε Ὁ Θεός μου, ἐν προστάγματι ὧ ἐνετείλω,
καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός
μου, ἐπὶ σοὶ ἤλπισα.
Κανὼν
Ἀναστάσιμος
Ὠδὴ
α' Ἦχος β' Ὁ Εἱρμὸς
Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος
δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος
Κύριος, ἐνδόξως γὰρ δεδόξασται.
Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ὧ ἀπεγραψάμεθα, τὴ ἐντολὴ τὴ σὴ
μὴ πειθαρχήσαντες, τῶ Σταυρῶ σου κέκριται, προσβαλῶν γὰρ σοὶ ὡς θνητῶ, περιπέπτωκε
τῶ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.
Λυτρωτὴς τοῦ
γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τὴ γὰρ
Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως
γὰρ δεδόξασται.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε
κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ὧ σὺν
παρρησία πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανὼν
Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς, σὺν τοὶς Εἱρμοίς.
Ἄδω
τὸν αἶνον τῶ φερεσβίω λόγῳ.
Ὁ
Εἱρμὸς Ἄτριπτον ἀσυνήθη
Δύναμις ἀσθενοῦσιν,
ἀνάστασις πεσοῦσι, καὶ ἀφθαρσία τοὶς τεθνεῶσι, γέγονας Χριστέ, τῆς σαρκὸς τῶ πάθει
σου, ὅτι δεδόξασται.
Ὧ κτειρε τὴν πεσοῦσαν, εἰκόνα καὶ ἀνέστησε, συντριβεῖσαν ὁ
πλαστουργὸς Θεὸς καὶ καινουργός, νεκρωθεὶς ὁ γέγονε, ὅτι δεδόξασται.
Κανὼν
τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.
Ἄδω
τὸν αἶνον τὴ ερεσβίω Κόρη.
Εἱρμὸς
ὁ αὐτὸς
Ἀϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν
σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.
Δύναμις τοῦ Ὑψίστου,
Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοὶς βροτοίς, ὡμίλησεν,
ὅτι δεδόξασται.
Ὥδευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος,
δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῶ κόσμω ἔλαμψεν, ὅτι δεδόξασται.
Ὠδὴ
γ' Ὁ Εἱρμὸς
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα,
Ἐκκλησία τὴ παρουσία σου, ἐν ἢ ἐστερεώθῃ ἡ καρδία μου.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἡλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ
προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείω νεύματι.
Ἐκ χοὸς κατ' εἰκόνα με, τὴ χειρί σου ἔπλασας, καὶ συντριβέντα
πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ἅδην συνανέστησας.
Θεοτοκίον
Τὰ τάγματα ἐξέστησαν,
τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῶ τόκω σου, διὸ
σὲ Θεοτόκε, πίστει σέβομεν.
Κανὼν
Σταυροαναστάσιμος
Τόξον
συνετρίβη
Ὁ πάντων ἐπέκεινα Χριστός, ἠλάττωται βραχύ, τῶ πάθει τῶ τῆς
σαρκός, τῆς Ἀγγέλων φύσεως.
Νεκρὸς μέτ' ἀνόμων
λογισθεις, ἐκλάμπων Γυναιξί, στεφάνω δόξης Χριστέ, ὤφθης τῆς Ἐγέρσεως.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Ὁ χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε
ἑκών, βρέφος πεπλαστούργηται.
Νηδὺν πλατυτέραν
οὐρανῶν, ὑμνήσωμεν πιστοί, δι' Ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοίς, χαίρων πεπολίτευται.
Ὠδὴ
δ' Ὁ Εἱρμὸς
Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ
Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί, Δόξα τὴ
δυνάμει σου Κύριε.
Παρίστασο ὡς
κριτός, ὁ Θεός μου τῶ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοὶς ἔθνεσιν,
ἣν διὰ τοῦ πάθους σου, τὴ οἰκουμένη εἰργάσω, σωτηρίαν Χριστέ.
Τῶ πάθει σου
τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ἄδου καθόδω σου,
πόλεις καθηρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Σὲ λιμένα
σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ
γὰρ ταὶς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Κανὼν
Σταυροαναστάσιμος
Ὁ
Εἱρμὸς
Ἀκήκοα
Κύριε, τὴν ἔνδοξόν σου.
Ἰδοῦσα ἐν ξύλῳ σε, Χριστὲ παγέντα Παρθένος, ἡ ἀνωδίνως σὲ
κυήσασα, τὰς μητρικὰς ὀδύνας ὑπέμεινε.
Νενίκηται θάνατος,
νεκρὸς σκυλεύει ἄδου τὰς πύλας, τοῦ παμφάγου γὰρ ῥαγέντος μοί, τὰ ὑπὲρ φύσιν πάντα
δεδώρηται.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Ἰδοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκω Κυρίου, ὑπεράνω τῶν
Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα.
Νομίμων τῆς φύσεως,
Παρθένε ἄτερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.
Ὠδὴ
ε' Ὁ Εἱρμὸς
Μεσίτης Θεοῦ,
καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον
Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως
Δέσποτα, ἐν τῇ κυπαρίσσω ὡς ηὐδόκησας, καὶ τὴ πεύκη καὶ κέδρω σαρκὶ συνανυψούμενος.
Ἐν λάκκῳ Χριστέ, κατωτάτω ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείω
μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῶ
συνεξανέστησας.
Θεοτοκίον
Δυσώπει τὸν σόν,
Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοὶς ἐξ ἐναντίας περιστάσεως,
ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Κανὼν
Σταυροαναστάσιμος
Ὁ ἄνθραξ
τῶ Ἡσαϊα, προοφθείς
Νηστεύειν ἀπανηνάμενος,
Ἀδὰμ γεύεται, θανατηφόρου τοῦ ξύλου ὁ πρότερος, ἀλλὰ τούτου τὴν ἁμαρτίαν ἐξαφανίζει,
σταυρωθεὶς ὁ δεύτερος.
Τὴν φύσιν
παθητός, καὶ θνητὸς γέγονας, ὁ ἀπαθὴς τὴ ἀϋλω θεότητι, ἀφθαρτίσας νενεκρωμένους
Χριστέ, κευθμώνων ἄδου ἐξανέστησας.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Νεφέλαι τῆς εὐφροσύνης,
γλυκασμὸν ῥάνατε, τοὶς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ
τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.
Τῶ βίω καὶ τῶ
σαρκίω μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ ἐσχάτων ἐκ τῆς
Παρθένου, ἄνευ σπορᾶς σωματωθεῖς ὁ Ὕψιστος.
Ὠδὴ
ς' Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας
σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.
Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῶ ξύλω
προσήλωται, τοὶς ὑπευθύνοις ἄφεσιν, τῶ οἰκείω δωρούμενος αἵματι.
Δι' ἑνὸς μὲν ἀνθρώπου
τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις,
τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε ἐκύησας, Ἀκαὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα,
τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Κανὼν
Σταυροαναστάσιμος
Ἤχου
ῥημάτων δεήσεως
Φύλακας ἔθου
τῶ πταίσαντι, τὰ Χερουβεὶμ τοῦ ξύλου τῆς ζωῆς, ἀλλ' ἰδόντα σὲ τὰς πύλας ἤνοιξαν,
ὤφθης γὰρ ὁδοποιῶν τῶ Ληστὴ Παράδεισον.
Ἔρημος ἅδης καὶ ἄπορος, διὰ θανάτου γέγονεν ἑνός, ὃν πολὺν
γὰρ πλοῦτον ἐθησαύρισεν, εἰς ὑπὲρ πάντων ἡμῶν, ὁ Χριστὸς ἐκένωσεν.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Φύσις ἀνθρώπων
δουλεύουσα, τὴ ἁμαρτία Δέσποινααγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε, σὸς γὰρ Υἱὸς ὡς ἀμνός,
ὑπὲρ πάντων τέθυται.
Ἐπιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, Παροργίσαντας
οἰκέτας λύτρωσαι, μόνη γὰρ πρὸς Υἱόν, παρρησίαν κέκτησαι.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν Ἀνέστης
Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ Ἅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο,
καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοί, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ
μου ἀνυμνεῖ σὲ ἀεί.
Οἶκος
Σὺ εἰ τὸ φῶς
τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας
συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ Ἄδου τὰς πύλας
συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει
ἐν τῇ σὴ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν
συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σὲ ἀεί.
Ὠδὴ
ζ' Ὁ Εἱρμὸς
Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν
φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος,
ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Οὐκ ἔφερες Δέσποτα,
δι' εὐσπλαγχνίαν, θανάτω τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' Ἦλθες καὶ ἔσωσας ἰδίω Αἵματι, ἄνθρωπος γενόμενος,
ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰδόντες σὲ ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ
πυλωροὶ τοῦ ἄδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα, ἦλθες γὰρ χειρώσασθαι,
ὁ ὧν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον,
Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε, πᾶσι γὰρ ἐπήγασας πιστοίς, τὴν ἀφθαρσίαν τῶ
θείω τόκω σου.
Κανὼν
Σταυροαναστάσιμος
Ῥήτορες
ἀνεδείχθησαν Παῖδες
Ἔκρινε τὸν προπάτορα πάλαι, ἐν τῇ Ἐδὲμ παρακοή, ἀλλ' ἑκουσίως
ἐκρίθη, τῶ παραβάντι λύων τὸ ἔγκλημα, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σέσωκας τὸν
τρωθέντα τὴ γλώσση, τὴ ἰοβόλω ἐν Ἐδέμ, τὸ ἐθελούσιον δῆγμα, τῶ ἑκουσίω πάθει ἰάσω
γάρ, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βαίνοντα ἐν
σκιᾷ μὲ θανάτου, ἀνεκαλέσω πρὸς τὸ φῶς, τὸν σκοτεινόμορφον ἅδην, τὴ ἀστραπὴ βαλῶν
τῆς θεότητος, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Ἑώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον,
ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοὶς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σύμβολα τῆς ἐν
σοὶ ἀπορρήτου, προκαταγγέλλων συμπλοκῆς, τῶ Ἰακὼβ προσπαλαίει, δι' Ἧς ἑκῶν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν
Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βέβηλος ὁ μὴ ἕνα
κηρύττων, τὸν τῆς Παρθένου σὲ Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτω γνώμη
καὶ γλώσση βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ
η' Ὁ Εἱρμὸς
Κάμινος ποτέ,
πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους
καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας. Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Αἵματι
Χριστε, τῶ σῶ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο,
τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα. Εὐλογεῖτε, πάντα τὰ ἔργα
τὸν Κύριον.
Σύ μου τὸ
θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τὴ ἐγέρσει σου, διὸ ἀγαλλόμενος, εὐχαρίστως
ἀναμέλπει σοί, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοί. Κατεπόθη, ὄντως εἰς νῖκος ὁ
θάνατος.
Θεοτοκίον
Σὺ τὸν τοῦ
Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως
ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε, ὅθεν σὲ σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.
Κανὼν
Σταυροαναστάσιμος
Ἰνδάλματος
χρυσοῦ
Ὠράθης ἐν σταυρῷ, καθηλούμενος ὁ πλούσιος ἐν ἐλέει, ἑκὼν ἐτάφης
δέ, καὶ τριήμερος ἐξανέστης, καὶ ἐλυτρώσω πάντας τοὺς βροτοὺς φιλάνθρωπε, πίστει
μελωδοῦντας. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Λυτροῦσαι τῆς
φθορᾶς, ὑπελθῶν τὰ καταχθόνια, Θεοῦ Λόγε, ὄνπερ διέπλασας δυνάμει σου, Χριστέ
μου θεία, καὶ ἀφθαρτίσας, δόξης ἀϊδίου μέτοχον, τῆς σῆς ἀπειργάσω. Ὑμνείτω
κραυγάζοντα πᾶσα κτίσις, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῆς
Θεοτόκου ὁ αὐτὸς
Ὠράθη ἐπὶ γῆς, διὰ σοῦ, καὶ τοὶς ἀνθρώποις συνανεστράφη, ὁ
ἀγαθότητι ἀσύγκριτος, καὶ δυνάμει, ὧ μελωδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν. Ἡ
οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Κυρίως σὲ Ἁγνήν,
καταγγέλλοντες δοξάζομεν Θεοτόκε, σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος
σεσαρκωμένον, ὧ σὺν τῶ Πατρὶ καὶ Πνεύματι πάντες μελωδοῦμεν. Ὑμνείτω τὸν Κύριον
πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ
θ' Ὁ Εἱρμὸς
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ
Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ
τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίω Σωτήρ, τὸ τρισόλβιον
ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείω, ὡς ἐκ πηγῆς τῆς θείας
πλευράς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.
Καθεῖλες δυνάστας,
σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ἄδου φρουρά, φύσιν
τῶν ἀνθρώπων ὑψώσας, τῶ πατρικῶ ἐνίδρυσας θρόνω, μεθ' Ἧς σὲ ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικὸν
Μονάδα τρισάριθμον,
Τριάδα Ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν,
τρισοφεγγὴ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.
Κανὼν
Σταυροαναστάσιμος
Τὸν
ἐκ Θεοῦ Θεὸν Λόγον
Ἐν μέσῳ τῶν καταδίκων, ὡς ἀμνὸς ἀνηρτήθης, Χριστὲ ἐπὶ Κρανίου
τοῦ Σταυροῦ, λόγχη πλευρὰν ἐκκεντούμενος, τὴν ζωὴν ἐδωρήσω, ἡμῖν τοὶς χοϊκοὶς ὡς
ἀγαθός, τοίς ἐν πίστει τιμῶσι, τὴν θείαν σου Ἀνάστασιν.
Τὸν τῶ ἰδίω
θανάτω, τοῦ θανάτου τὸ κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοὶ προσκυνήσωμεν,
ὅτι τοὺς ἀπ' αἰῶνος νεκροὺς συνεξανέστησε, καὶ τοὶς πᾶσι παρέχει, ζωὴν καὶ τὴν ἀνάστασιν.
Τῆς
Θεοτόκου
Ὅλος
ὑπάρχεις ἔφεσις
Ῥάβδος ἰσχύος δέδοται, φύσει τὴ σαθρά, Λόγος Θεοῦ, ἐν μήτρᾳ
σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ἅδην ὀλισθήσασαν, διὸ σὲ πάναγνε, ὡς Θεοτόκον
μεγαλύνομεν.
Ἣν ἠρετίσω, Δέσποτα, δέξαι συμπαθῶς, πρέσβιν Μητέρα, σὴν ὑπὲρ
ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σὲ ἅπαντες, ὡς εὐεργέτην
μεγαλύνωμεν.
Εἰς
τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα
Ἦχος
β'
Πᾶσα πνοή, καὶ
πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα
δείξης τοὶς λαοίς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Εἰπάτωσαν Ἰουδαῖοι,
πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε
τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες
σὺν ἡμῖν. Δόξα τῶ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοί.
Χαίρετε λαοί,
καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο
εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας.
Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τὴ
Κεχαριτωμένη ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σὴ Ἀναστάσει
ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου,
Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοώμέν σοί, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα
σοί.
Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμα σου αἱ Γυναῖκες,
καὶ ἐπλήσθη χαρὰς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν, Ἀνέστη ὁ Κύριος.
Αἰνεσάτωσαν ἔθνη
καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι, ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν
τῷ ἅδη τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἦς,
πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.
Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον,
ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῶ κόσμω ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος
ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον,
Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει
νεκρόν, μάλιστα δὲ καὶ γυμνόν. Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπῶν καὶ ἐν
τῷ τάφω τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ
τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος,
καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ
ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ
ΟΙ
ΜΑΚΑΡΙΣΜΟΙ
Τὴν φωνὴν σοὶ
προσάγομεν, τοῦ Ληστοῦ, καὶ βοώμέν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία
σου.
Τὸν Σταυρὸν
σοὶ προσάγομεν, εἰς πταισμάτων συγχώρησιν, ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε.
Προσκυνούμέν
σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, δι' ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον
φιλάνθρωπε.
Τῶ θανάτω σου
Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τὴ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας.
Οἱ ἐν σκότει
καθεύδοντες, σὲ τὸ φῶς θεασάμενοι, ἐν τοῖς κατωτάτοις τοῦ ἄδου, Χριστὲ ἐξανέστησαν.
Μυροφόροις ὑπήντησας,
ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τοὶς μαθηταῖς ἐπηγγείλω, εἰπεῖν σου τὴν ἔγερσιν.
Δόξα...
Τὸν Πατέρα
δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν.
Καὶ
νύν... Θεοτοκίον
Χαῖρε θρόνε
πυρίμορφε. Χαῖρε νύμφη ἀνύμφευτε. Χαῖρε ἡ Θεὸν τοὶς ἀνθρώποις, Παρθένε κυήσασα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου